Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 16.7, ed. Kühn, 1822, vol. 4, p. 303-305. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.7

3. Ὄψει δὲ καὶ ἄλλους μῦς πολλοὺς περὶ τὸν
4. θώρακα, καθάπερ ἐν τραχήλῳ, τοὺς μὲν ἄνωθεν καταφερόμενα
5. δεχομένους νεῦρα, τοὺς δ’ ἀνάπαλιν κάτωθεν ἄνω.
6. πρὸς γάρ τὰς τελευτὰς τῶν μυῶν, ἔνθα κινοῦσι τὰ μόρια,
7. καὶ τὰ νεῦρα φερόμενα διασπείρεται. τὸν γοῦν ἀπὸ τῶν
8. νόθων πλευρῶν καὶ τοῦ τιτθοῦ μῦν ἀναφερόμενον ἐπὶ
9. τὴν κατ’ ὦμον διάρθρωσιν ἐγγύτατον κείμενον ἰδεῖν ἔστι
10. τῷ καταφερομένῳ μὲν ἐκ τοῦ τραχήλου, καὶ τὰ πρόσω δὲ
11. τοῦ θώρακος διαστέλλοντι, καὶ τοῦτον αὐτὸν τὸν
12. κατὰ σιμὰ τῶν ὠμοπλατῶν, ὥσπερ γε καὶ τῷ πρόσω λεχθέντι
13. τούτων ἀπὸ τοῦ στέρνου φερομένους ἐπὶ βραχίονα. τούτοις
14. μὲν οὖν τοῖς ἄνω φερομένοις ἔκ τε τῶν τοῦ θώρακος μεσοπλευρίων
15. ἔξω διεκπίπτοντα νεῦρα διανέμεται, καί τινα
16. κατὰ λοξὰς καμπὰς ἐκ τῶν ὑστάτων τοῦ τραχήλου πλησίον
17. τῶν ἀπονευρώσεων. τοῖς δ’ ἐκ τοῦ τραχήλου καταφερομένοις
18. εἰς τὸν θώρακα νωτιαῖος ὁ κατὰ τράχηλον ἐπιπέμπει
1. νεῦρα. περὶ δὲ τῆς ἐν αὐτοῖς τοῖς μεσοπλευρίοις μυσὶ φορᾶς
2. τῶν νεύρων ἐπιπλέον εἰρηκὼς ἔν τε τοῖς τῆς ἀναπνοῆς
3. αἰτίοις καὶ ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν, οὐδὲν ἔτι δέομαι
4. καὶ νῦν ἐξηγεῖσθαι τὴν τέχνην τῆς φύσεως, ὥσπερ γε οὐδὲ
5. περὶ τῆς πρὸς τὸ διάφραγμα κατὰ τὸ ιγ΄ εἰρημένης γράμμα.
6. τὸ δ’ οὔτ’ ἔμπροσθεν πω γεγραμμένον οὔθ’ οἷς ἄρτι διῆλθον
7. ὁμοίαν ἔχον τὴν κατασκευὴν ἀναγκαῖον ἴσως μὴ παρελθεῖν.
8. οἱ γάρ τοι κατὰ τὴν ἐπωμίδα μύες ἀνατείνουσι μὲν
9. ὅλον τὸν βραχίονα, δέονται δ’ ἰσχυροῦ νεύρου, μέγιστον
10. μόριον εἰς ὕψος ἀναφέροντες, καὶ χρὴ δήπου τὸ νεῦρον
11. ἐκεῖνο κατὰ τὴν ἄνω χώραν ἐμφύεσθαι τῷ μυΐ. πόθεν οὖν
12. ἀνάγωμεν αὐτῷ νεῦρον οὕτως ὑψηλόν; οὔτε γὰρ ἐκ τοῦ περιέχοντος
13. ἡμᾶς ἀέρος, οὔτ’ ἐκ τῆς κεφαλῆς διὰ τῶν
14. ἐπιπολῆς τοῦ τραχήλου μυῶν, σφαλερὰν ἱκανῶς ἔχον τὴν πορείαν,
15. ἀλλ’ οὐδὲ τοῦ τραχήλου, λοξόν τε ἅμα καὶ διὰ τῶν
16. ἐπιπολῆς χωρίων ἀνάγειν οἷόν τέ ἐστιν εἰς ὑψηλὸν μῦν
17. ὑπὸ τῷ δέρματι κείμενον νεῦρον. ἡμεῖς μὲν οὖν, ὡς ἐοίκαμεν,
1. οὐδ’ ἄχρι λόγου δυνάμενοι νεῦρον ἐπιτήδειον ἐξευρεῖν τῷ
2. κατὰ τὴν ἐπωμίδα μυῒ, τῇ φύσει δ’ ἔργῳ πέπρακται ῥᾷστα
3. καὶ τοῦτο, κατὰ μὲν τὸν δ΄ καὶ ε΄ ἐν τῷ τραχήλῳ σπόνδυλον
4. ἐκ τοῦ νωτιαίου μυελοῦ γεννησαμένῃ τὸ νεῦρον, ἀγαγούσῃ
5. δ’ ἐπὶ τὴν ἐκτός τε ἅμα καὶ ἄνω χώραν τῆς ἐπωμίδος
6. οὕτω διὰ βάθους, ὡς μηδὲ φαίνεσθαι περὶ τὸν τῆς
7. ὠμοπλάτης αὐχένα καὶ τὴν κατ’ ὦμον διάρθρωσιν. ἐν τῷ
8. βαθυτάτῳ τούτου ἤδη χωρίου τὴν πορείαν αὐτοῖς παρεσκεύασε,
9. τὸ μὲν ἕτερον ἐπὶ τὴν ἄνω χώραν ἀγαγοῦσα τοῦ
10. τῆς ὠμοπλάτης αὐχένος, τὸ δ’ ἕτερον ὑπ’ αὐτὴν διεκβάλλουσα,
11. κᾄπειτα διὰ καμπῆς ἑκάτερον εἰς τοὺς ἀνατείνοντας
12. τὸν βραχίονα μῦς διανείμασα. κατὰ δὲ τὴν αὐτὴν πρόνοιάν
13. τε καὶ τέχνην καὶ τοῖς ἄλλοις ἅπασι τοῖς κατ’ ὠμοπλάτην
14. μυσὶν ἡ φύσις ἔνειμε νεῦρα.

Cliquer un n° de page pour en afficher l’image