15. Περὶ δὲ τῶν εἰς τὰς χεῖρας ἰόντων εἴρηται
16. μὲν ἔμπροσθεν, ὅπως τε φύεται καὶ ὅπως ἐπιπλέκεται·
17. λέλεκται δὲ καὶ ὅτι τὰς τοιαύτας μίξεις τῶν νεύρων ἡ φύσις
18. ἀσφαλείας ἕνεκα δημιουργεῖ, καὶ διὰ τοῦτο μάλιστα αὐτὰς
1. ἐν τοῖς ἀστηρίκτοις νεύροις ἢ διὰ μακρᾶς ὁδοῦ φέρεσθαι
2. μέλλουσι προμηθεῖται. λέλεκται δὲ καὶ ὡς ἀσφαλέστερον
3. ἦν καὶ ταῖς ἀρτηρίαις, καὶ τοῖς νεύροις, καὶ ταῖς φλεψὶ
4. ταῖς κατασχιζομέναις εἰς τὰ κῶλα, διὰ τῆς ἔνδον ἰέναι χώρας.
5. ὑπὲρ οὖν τῆς ἐν ὅλαις ταῖς χερσὶ φορᾶς αὐτῶν ἐπὶ
6. βραχὺ διελθὼν, ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβήσομαι.
7. κατακέκρυπται γὰρ οὕτω σοφῶς ἕκαστον τῶν ἐπ’ ἄκραν τὴν
8. χεῖρα φερομένων νεύρων, ὥστε μηδὲ γινώσκεσθαι τοῖς πολλοῖς
9. τῶν ἰατρῶν αὐτά. διὰ μὲν γὰρ τῆς ἔνδον χώρας τοῦ
10. βραχίονος ἐπὶ τὸν πῆχυν ἔρχεται βύθια, πλησίον ἀφικομένης
11. τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ἀλλ’ ἀσάρκου καὶ ὀστώδους
12. ὅλης οὔσης, ἐκινδύνευσεν ἂν ἐπιπολῆς ὑπὸ τῷ δέρματι
13. γυμνῷ σαρκῶν τοῖς ὀστοῖς ἐπεχομένων σφαλερωτάτῃ
14. χρήσασθαι πορείᾳ, εἴπερ μηδὲν ἡ φύσις εὗρεν εἰς
15. ἀσφάλειαν σόφισμα τοιοῦτον, οἷον νῦν ἐστιν. τὸ γὰρ ἐπὶ
16. τοὺς μικροὺς ἀφικνούμενον δακτύλους αὐξήσασα, τὴν ἔνδον
17. κεφαλὴν τοῦ βραχίονος ἐν τῇ μεταξὺ χώρᾳ ταύτης τε καὶ
18. ἀγκῶνος ἔκρυψε, τὸ δ’ ἐπὶ τοὺς μεγάλους κατὰ μέσην τὴν
1. διάρθρωσιν ἐν αὐτῷ τῷ βαθυτάτῳ τοῦ τῇδε χωρίου, μεταξὺ
2. πήχεώς τε καὶ κερκίδος ἀκριβῶς διεξέβαλεν. εἶτ’ ἄμφω
3. καλύψασα τοῖς ἔνδον τοῦ πήχεως μυσὶ μεγίστοις οὖσιν, ἐπὶ
4. τὸν καρπὸν διεβίβασε, κᾀνταῦθα ἤδη σχίζει, ἐξοχαῖς τῶν
5. ὀστῶν οἷον προβλήμασι χρωμένη, κατακρύπτουσά τε ἅμα
6. καὶ περὶ τὰς βάσεις αὐτῶν ἑλίττουσα τὰ νεῦρα. τρίτον δ’
7. ἄλλο νεῦρον ἐπὶ τὴν ἐκτὸς χώραν τοῦ πήχεως ἤγαγε, προβλήματι
8. χρησαμένη κᾀνθάδε τῷ σαρκωδεστάτῳ μυΐ. μείζω
9. δ’ εἰκότως ἔνειμε νεῦρα τοῖς ἔνδον τῆς χειρὸς, ἐπειδὴ καὶ
10. τὰς ἐνεργείας ἁπάσας ἡ χεὶρ διὰ τούτων ποιεῖται. τὴν αὐτὴν
11. δὲ τέχνην ἐπεδείξατο κᾀν τοῖς σκέλεσιν, ἐνιαχοῦ μὲν
12. ὀστῶν ἐξοχαῖς, ἐνιαχοῦ δὲ μεγάλοις μυσὶ κατακρύπτουσα τὰ
13. νεῦρα, διανέμουσά τε πλέον ἐξ αὐτῶν τοῖς ἤτοι μεγάλοις
14. ἢ πρὸς ἰσχυρὰς ἐνεργείας παρεσκευασμένοις, ἔλαττον δὲ τοῖς
15. μικροτέροις ἢ μηδεμίαν ἐνέργειαν ἐπιτελοῦσι σφοδράν.
16. οὗτοι μὲν οὖν οἱ κοινοὶ σκοποὶ τῆς κατασκευῆς τῶν μορίων,
17. οὐκ ἐν χερσὶ μόνον, ἀλλὰ καὶ καθ’ ὅλον τὸ ζῶον ὑπὸ τῆς
18. φύσεως φυλαττόμενοι. διαφέρει δ’ ἐν τῷδε τὰ κατὰ τὸ
1. σκέλος τῶν κατὰ χεῖρας νεύρων φορᾶς ἕνεκα, περὶ ἧς νῦν
2. διέρχομαι, τῷ πάντα μὲν τὰ ἐπὶ τῶν χειρῶν νεῦρα διὰ
3. τῶν ἔνδον τοῦ βραχίονος χωρεῖν, οὐ μὴν ἐπὶ τὸ σκέλος
4. πάντη. πλὴν γὰρ ἐλαχίστων τινῶν, ὑπὲρ ὧν ὀλίγον ὕστερον
5. ἐρῶ, σύμπαντα διὰ τῶν ὀπίσω μερῶν τοῦ μηροῦ καταφέρεται,
6. καὶ τοῦτ’ ἐξ ἀνάγκης ἠκολούθησε τῇ διαφορᾷ τοῦ κατ’
7. ὦμόν τε καὶ κατ’ ἰσχίον ἄρθρου. τὸ μὲν γὰρ κατ’ ὦμον
8. ἀφέστηκε τῶν κατὰ τράχηλον σπονδύλων, ὅθεν ἡ τῶν νεύρων
9. ἔκφυσις· τὸ δὲ κατ’ ἰσχίον ἔζευκται τοῖς κατ’ ὀσφύν
10. τε ἅμα καὶ τὸ καλούμενον ἱερὸν ὀστοῦν, ἐξ ὧν ἀθροιζόμενα
11. τὰ νεῦρα, καθ’ ὃν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν
12. εἴρηται τρόπον, ἐπὶ τὰ σκέλη καταβαίνει. μηδεμιᾶς οὖν
13. οὔσης μεταξὺ χώρας τοιαύτης, οἵα κατὰ τὰς μασχάλας ἐπὶ
14. τῶν χειρῶν ἐστιν, ἀναγκαῖον ἐγένετο τῇ φύσει τῶν πλαγίων
15. μερῶν ἑκάστου τῶν σπονδύλων ἐκφερόμενα τὰ νεῦρα διὰ
16. τῶν ὀπίσω τοῦ μηροῦ χωρίων ἐπὶ τὰ σκέλη καταφέρειν.
17. ἐχούσης δ’ ἐνταῦθα μεγίστους μῦς, ὑφ’ οἷς κρύψειεν αὐτὰ
18. πρὶν ἐπὶ τὸ σκέλος ἀγαγεῖν, θαυμαστῶς ὅπως κᾀνθάδε
1. μεταξὺ τῆς τε τοῦ μηροῦ κεφαλῆς καὶ τοῦ πλατέος ὀστοῦ
2. διακομίζει τὰ νεῦρα, κατακρύψασα μὲν καὶ τούτοις τοῖς
3. ὀστοῖς αὐτὰ, κατακρύψασα δὲ καὶ τῷ καλύπτοντι τὴν
4. διάρθρωσιν ὄπισθεν μυῒ καὶ θέσιν καὶ χρείαν ὁμοίαν
5. ἔχοντι τῷ κατὰ τὴν ἐπωμίδα. τοὐντεῦθεν δ’ ἀσφαλῶς ἤδη
6. διὰ τῶν βαθυτάτων τοῦ μηροῦ μέχρι τῆς ἰγνύος ἤγαγεν
7. ἀπονέμουσα κατὰ τὴν ἀξίαν ἑκάστῳ τῶν ἐν μηρῷ μυῶν
8. νεῦρον. ἀπὸ δὲ τῆς ἰγνύος διὰ τῆς γαστροκνημίας, ὅλης
9. σαρκώδους οὔσης, τὰ μὲν εἰς τὴν ἐκτὸς χώραν τῆς κνήμης,
10. τὰ δ’ εἰς τὴν ἐντὸς ἤγαγε, τὰ δὲ καὶ διὰ μέσης αὐτῆς κατήνεγκε
11. τοῖς ταύτῃ διανέμουσα μυσί. τὰ μὲν οὖν ἔσω τῆς
12. γαστροκνημίας ἐνεχθέντα παρὰ τὸν ἀστράγαλόν τε καὶ τὴν
13. κνήμην κατακρύψασα πρὸς τὸ κάτω τοῦ ποδὸς ἤγαγε· τὰ
14. δ’ ἔξω, καὶ ταῦτα παρὰ τὸν ἀστράγαλόν τε καὶ τὴν περόνην,
15. ἐπὶ τὰ πρόσω τε ἅμα καὶ ἄνω τοῦ ποδός. εἰ δὲ βουληθείης
16. ἀκριβῶς κατασκέψασθαι τὸ λεγόμενον ἐπ’ αὐτῆς
17. τῆς ἀνατομῆς, ἡ διὰ τῆς ὄψεως θέα μᾶλλόν σε πείσει καὶ
18. θαυμάζειν ἀναγκάσει τὰ τῆς φύσεως ἔργα. διὰ τί γὰρ
1. οὐδαμόθι, κᾂν ἅπαξ ἀποπλανηθῇ νεῦρον, ἢ ταῖς τῆς κνήμης
2. ἢ ταῖς τῆς περόνης ὀφρύσιν ἐπανῆλθεν, ἢ
3. κατὰ τῆς κυρτότητος ἀστραγάλου καὶ πτέρνης ἠνέχθη, ἀλλ’
4. ἀεὶ παρά τε τοὺς ἄμβωνας τῶν ὀστῶν κατακρυπτόμενον καὶ
5. περὶ τὰς τῶν αὐχένων ἑλισσόμενον βάσεις ἀσφαλῆ ποιεῖται
6. τὴν πορείαν; οὐδὲν οὖν οὔτε κατ’ ἀγκῶνα διὰ τὸ γυμνὸν
7. εἶναι σαρκῶν ἰδεῖν ἔστι νεῦρον ἐκκείμενον, οὔτε κατὰ γόνυ
8. καὶ τῆς κνήμης τὰ πρόσω, πανταχόθεν δ’ ἐν βάθει μεταξὺ
9. προβλημάτων ὀστῶν, ἢ χόνδρων, ἢ συνδέσμων, ἢ σαρκῶν.
10. ἅπερ εἰ καθ’ ἕκαστον νεῦρον ἐξηγοίμην, ἐπὶ τὰ κατὰ μέρος
11. ἄγων τὸν λόγον, εἰς μῆκος ἄμετρον ἐκταθῆναι κινδυνεύσει
12. τὸ γράμμα. διὰ κεφαλαίων οὖν ἀρκείτω τὰ λεγόμενα, καὶ
13. μάλισθ’ ὅτι κατὰ τὰς ἀνατομικὰς ἐγχειρήσεις τὴν ἑκάστου
14. τῶν εἰρημένων ἐξηγοῦμαι κατασκευὴν, ἐφ’ ἃς οὐ μόνον οὐ
15. κωλύω τὸν ἀληθείας ἐραστὴν ἰόντα καθ’ ἕκαστον μῦν καὶ
16. νεῦρον ἐξετάζειν τὸν λόγον, ἀλλὰ καὶ παρακαλῶ· μᾶλλον
17. γὰρ ἂν οὕτως ὑπὸ τῶν εἰρημένων πεισθείη.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 16.8, ed. Kühn, 1822, vol. 4, p. 305-310. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩