1. Νυνὶ δ’ ἐπὶ τὸ λεῖπον ἤδη τοῦ λόγου μετιέναι
2. καιρός. ἐπειδὴ γὰρ οἱ τῶν τῆς ἥβης ὀστῶν ἐκφυόμενοι
3. μύες ἔχρῃζον νεύρων, ἀναγκαῖον ἦν ἐνεχθῆναί τινα
4. καὶ διὰ τῶν ἔνδον μερῶν· ἅπαντα μὲν γὰρ ἀδύνατον, ὡς
5. ὀλίγον ἔμπροσθεν εἴρηται, διά τε τὴν χώραν τῆς τῶν νεύρων
6. ἐκφύσεως ἔξω ῥέπουσαν, ἔτι δὲ μᾶλλον τοῦδε καὶ διὰ
7. στενοχωρίαν. ἐν γὰρ τῷ μεταξὺ τῆς κεφαλῆς τοῦ μηροῦ
8. καὶ τῶν τῆς ἥβης ὀστῶν τοῖς ἄνωθεν καταφερομένοις νεύροις
9. ἀνάγκη γενέσθαι τὴν ὁδοιπορίαν. ταύτην δὲ τὴν χώραν
10. ἕτερα μόρια κατείληφεν ἀλλαχόθι μετατεθῆναι
11. μὴ δυνάμενα. καὶ γὰρ καὶ τὴν ἀρτηρίαν καὶ τὴν φλέβα,
12. τῶν κατ’ ὀσφὺν ἀγγείων ἀπεσχισμένων τῶν μεγάλων, ἀδύνατόν
13. ἐστιν ἑτέραν ὁδὸν ἐπὶ τὰ σκέλη τραπέσθαι, καὶ ὅτι
14. εἰς τὸν μικρὸν τροχαντῆρα μῦς ἐμφυόμενος ὁ κάμπτων τὴν
15. διάρθρωσιν, ἔτι τε πρὸς τούτοις ἐπὶ τῶν ἀῤῥένων ὁ καθήκων
16. ἐκ περιτοναίου πόρος ἅμα τοῖς ἑαυτοῦ περιεχομένοις
17. ἀγγείοις ἀναγκαιοτάτην ἔχουσι διὰ τοῦδε τοῦ χωρίου τὴν
18. πορείαν. ἐπεὶ τοίνυν ἀδύνατον μὲν ἦν ἅπαντα διὰ τῆς
19. χώρας ταύτης ἐπὶ τὰ σκέλη κατέρχεσθαι τὰ νεῦρα, χρεία
1. δ’ ἦν αὐτῶν ἀναγκαία τοῖς εἰρημένοις μυσὶν, ὅσον ἐκείνοις
2. μόνοις ἐστὶν αὔταρκες, ἐπὶ τὰς κεφαλὰς αὐτῶν ἀφικνεῖται,
3. διερχόμενον τὸ μέγα τρῆμα τοῦ τῆς ἥβης ὀστοῦ· συμπαραφύεται
4. δέ τι καὶ τοῖς ἀγγείοις οὐ μικρὸν νεῦρον, αὐτῶν τε
5. τούτων ἕνεκα καὶ τῶν χωρίων, ἃ διεξέρχεται μέχρι γόνατος,
6. ἀφεστῶτα πολὺ τῆς τῶν ὄπισθεν νεύρων φορᾶς. ἀπὸ τούτου
7. τοῦ νεύρου καὶ τὸ δέρμα σύμπαν τὸ τῇδε τὰς ἀποφύσεις
8. λαμβάνει, καθάπερ γε κᾀκ τῶν κατὰ τὸ πλατὺ καλούμενον
9. ὀστοῦν τρημάτων οἵ τε μικροὶ μύες οἱ κατὰ
10. τοῦτο, καὶ τὸν ἀρχὸν, καὶ τὴν κύστιν, καὶ τὸ αἰδοῖον,
11. οἵ θ’ ὑμένες οἱ τῇδε, καὶ κύστις, καὶ μήτρα, καὶ περίναιον.
12. φιλεῖ γὰρ ἀπὸ τῶν πλησίον ἡ φύσις, ἔνθα μή τις ἑτέρα
13. χρεία κωλύει, καὶ νεῦρα, καὶ φλέβας, καὶ ἀρτηρίας ἐπιπέμπειν
14. τοῖς μέρεσιν· ὅπερ οὐχ ἥκιστα καὶ αὐτὸ θαυμάζειν
15. αὐτῆς προσήκει. οὔτε γὰρ, ὁπότε χρεία, πόῤῥωθεν ἐπάγειν
16. ὀκνεῖ δίκην ἀγαθοῦ δημιουργοῦ, κᾀκ τῶν ἐγγύτατα διανέμει
17. πᾶσιν, ὅταν ἕτερον κωλύῃ μηδέν· ὁμοίως γὰρ αὐτῇ μέλει
1. τοῦ μηδὲν μήτ’ ἐνδεῶς ἐργάζεσθαι μήτ’ ἐκ περιττοῦ. τέτταρας
2. γοῦν ἀρτηρίας καὶ φλέβας μόνας ἀφ’ ἑτέρων χωρίων
3. ἐφ’ ἑτέραν ὁδὸν μακρὰν ἤγαγεν ἀναγκαιοτάτων
4. ἕνεκα χρειῶν, ἃς ἐξηγησάμην μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν
5. ὑπομνημάτων, ἀναμνήσω δὲ καὶ νῦν ἐπ’ ἀρχὴν
6. ἀναγαγὼν τὸν λόγον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 16.9, ed. Kühn, 1822, vol. 4, p. 311-313. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:16.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩