ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Ρ.
1. Ὕστατος οὗτός μοι λόγος ἐστὶν, ὁ περὶ
2. τῆς χρείας ἔτι τῶν ἐν ἀνθρώπου σώματι μορίων· οὐδὲν γὰρ
3. ὑπολείπεται κατ’ εἶδος ἄῤῥητον. ἀλλ’ ἐπειδὴ τὸ χρήσιμον
4. οὔτ’ ἴσον ἐν ἅπασιν, οὔτε ταὐτὸν, ἄμεινον ἂν εἴη διορίσασθαί
5. τε ταῦτα, καὶ τὸ καθ’ ἕκαστον αὐτῶν ἴδιον εἰπεῖν.
6. ἐνέργεια μὲν οὖν μορίου τῆς χρείας αὐτοῦ διαφέρει, καθότι
7. καὶ πρόσθεν εἴρηται, τῷ τὴν μὲν ἐνέργειαν κίνησιν εἶναι
1. δραστικὴν, τὴν δὲ χρείαν ταὐτὸν τῇ πρὸς τῶν πολλῶν εὐχρηστίᾳ
2. καλουμένῃ. δραστικὴν δ’ εἶπον εἶναι κίνησιν τὴν
3. ἐνέργειαν, ἐπειδὴ πολλαὶ τῶν κινήσεων γίνονται κατὰ πάθος,
4. ἃς δὴ καὶ παθητικὰς ὀνομάζουσιν, ὅσαι κινούντων ἑτέρων
5. ἐγγίνονταί τισιν. οὕτω γὰρ καὶ τῶν ἐν τοῖς κώλοις ὀστῶν
6. ἐστί τις κίνησις ὑπὸ τῶν ἐν αὐτοῖς μυῶν γινομένη, ποτὲ
7. μὲν ἔξω, ποτὲ δ’ ἔσω κινούντων τὰ κατὰ τὰς διαρθρώσεις
8. ὀστᾶ. πρὸς μὲν οὖν τὸ πρῶτον κινοῦν, ὅπερ ἐστὶ τὸ ἡγεμονικὸν,
9. ὀργάνου λόγον οἱ μύες ἔχουσι, πρὸς δὲ τὸ κινούμενον
10. ὀστοῦν ὑφ’ ἑαυτῶν καὶ τοῦτον μὲν, ἀλλὰ καὶ
11. τὸν τοῦ δημιουργοῦ. πρώτη μὲν οὖν ἡ χρεία τοῖς ζώοις ἡ
12. ἐκ τῶν ἐνεργειῶν ἐστι, δευτέρα δ’ ἡ ἐκ τῶν μορίων. οὐ
13. γὰρ δι’ αὐτὸ τῶν μορίων οὐδὲν ἔχειν βουλόμεθα. περιττὸν
14. γὰρ ἂν οὕτως ἦν, εἰ ἐνεργείας ἠρημώθη, ὡς ἀποκόπτεσθαι
15. μᾶλλον ἢ ποθεῖσθαι· καὶ εἴπερ ἦν τι τοιοῦτον ἐν ζώου
16. σώματι μόριον, οὐκ ἂν ἁπάντων ἐλέγομεν εἶναί τινα
17. χρείαν. ἐπεὶ δ’ οὔτ’ ἐν ἀνθρώπῳ τι τοιοῦτόν ἐστιν, οὔτ’
1. ἐν ἄλλῳ ζώῳ, διὰ τοῦτο τεχνικὴν τὴν φύσιν εἶναί φαμεν.
2. ἔγωγ’ οὖν, ὅπερ ἔπαθον, ὅτε πρῶτον ἐθεασάμην ἐλέφαντα,
3. διηγήσομαι, τοῖς μὲν ἑωρακόσι τὸ ζῶον ἑτοίμως
4. νοηθησόμενον, ὅσοι δ’ οὐκ εἶδον, εἰ προσέχοιεν τὸν νοῦν
5. τοῖς λεχθησομένοις, οὐ πάνυ χαλεπῶς. ὑπάρχει γὰρ τούτῳ
6. τῷ ζώῳ κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθα τοῖς ἄλλοις ἡ ῥίς
7. ἐστιν, ἀπηρτημένον τι στενὸν καὶ μακρὸν μόριον, ὡς ἐξικνεῖσθαι
8. πρὸς τὴν γῆν. τοῦτ’ ἐμοὶ θεασαμένῳ τὸ πρῶτον
9. ἔδοξεν εἶναι περιττόν τε καὶ ἄχρηστον. ἐπεὶ δ’ ἐνεργοῦν
10. αὐτῷ τὸ ζῶον εἶδον ὥσπερ χειρὶ, τότ’ οὐκ ἄχρηστον ἐφάνη,
11. συναφθείσης τῷ τῆς ἐνεργείας χρησίμῳ τῆς χρείας τοῦ μορίου·
12. διὰ μέσου γὰρ τοῦ κατὰ τὴν ἐνέργειαν χρησίμου τὸ
13. τοῦ μορίου χρήσιμον φαίνεται. ὁ γοῦν ἐλέφας ἐκείνῳ τῷ
14. μορίῳ κατὰ τὸ πέρας ἅπαντα μεταχειρίζεται, περιπτυσσομένῳ
15. τοῖς λαμβανομένοις ἄχρι τῶν σμικροτάτων νομισμάτων,
16. ἃ καὶ τοῖς ἐπικαθεζομένοις αὑτῷ δίδωσιν, ἀνατείνων τὴν
17. προνομαίαν ἐπ’ αὐτοὺς, οὕτω γὰρ ὀνομάζουσι τὸ προκείμενον
1. ἐν τῷ λόγῳ μόριον. ὥσπερ οὖν, εἰ μηδὲν ἐχρῆτο τῷ
2. μορίῳ τούτῳ τὸ ζῶον, αὐτό τ’ ἂν ἦν περιττὸν, ἥ τε
3. διαπλάσασα φύσις οὐ πάντη τεχνικὴ, οὕτω νῦν, ἐπειδὴ
4. χρησιμωτάτας ἐνεργείας ἐνεργεῖ δι’ αὐτοῦ, χρήσιμον μὲν
5. αὐτὸ, τεχνικὴν δ’ ἐνδείκνυται τὴν φύσιν. ὕστερον δὲ καὶ
6. ὡς τέτρηται κατὰ τὸ πέρας, ἰδὼν ἐπιμαθών τε, διὰ τῶν
7. τρημάτων τούτων, οἷα μυκτήρων, ἀναπνεῖν τὸ ζῶον, ἔγνων
8. δηλονότι καὶ κατὰ τοῦτο χρήσιμον ὑπάρχειν τὸ μόριον.
9. ἐπειδὴ δὲ καὶ τεθνεῶτος ἐλέφαντος ἀνέτεμον ἄχρι τῆς ῥίζης
10. τοῦ μορίου τοὺς ἐκ τῶν τρημάτων ἀνατεινομένους πόρους,
11. εὗρόν δ’ ὁμοίως τοῖς ἐν ἡμῖν διττὴν τελευτὴν ἔχοντας, μίαν
12. μὲν εἰς αὐτὸν ἀνήκουσαν τὸν ἐγκέφαλον, ἑτέραν δὲ εἰς τὸ
13. στόμα συντετρημένην, ἔτι καὶ μᾶλλον ἐθαύμασα τῆς φύσεως
14. τὴν τέχνην. ἐπεὶ δὲ προσεπυθόμην, ὅτι κᾀπειδὰν
15. διὰ ποταμοῦ βαθέος ἢ λίμνης ὁδοιπορῇ τὸ ζῶον, ὡς ἤδη
16. κατακρύπτεσθαι πᾶν αὐτῆς τὸ σῶμα, τὴν προνομαίαν ταύτην
17. τὴν ἀνατεῖνον εἰς ὕψος ἀναπνεῖ διὰ ταύτης, ἔγνων οὐ
1. μόνον τῷ κατασκευάζειν ἅπαντα καλῶς τὰ μόρια τοῦ ζώου
2. προνοητικὴν τὴν φύσιν, ἀλλὰ καὶ τῷ διδάσκειν αὐτὰ τὴν
3. χρῆσιν αὐτῶν, ὅπερ ἐδείχθη μοι κατὰ τὴν ἀρχὴν ὅλης τῆς
4. πραγματείας. εἰς μὲν δὴ τὸ γνῶναι τῆς φύσεως τὴν τέχνην
5. αὔταρκές ἐστιν ἔξωθεν θεάσασθαι τὸ πᾶν σῶμα τοῦ ζώου,
6. τάς τ’ ἐνεργείας ἑκάστου μορίου κατασκέψασθαι, τοῖς γε
7. δὴ δικαίως ἐπισκοπεῖσθαί τε καὶ κρίνειν αὐτὰ προῃρημένοις,
8. οὐχ ὡς ἐχθροῖς τῆς φύσεως ἐπηρεάζειν. ἐπεὶ δ’ ἔφθασαν
9. ἔνιοι στοιχεῖα τῶν σωμάτων ὑποθέσθαι τὰ τοιαῦτα ταῖς
10. οὐσίαις, ὡς συναφθῆναι μὴ δύνασθαι τέχνῃ φύσεως, ἠναγκάσθησαν
11. αὐτῇ πολεμεῖν. ὅτι δ’ οὐ δύναται συναφθῆναι,
12. μαθεῖν ἐστιν ἐνθένδε. τὸ διαπλάττειν μέλλον ὁτιοῦν τεχνικῶς
13. ἤτοι γ’ ἔξωθεν αὐτοῦ ψαύειν, ἢ δι’ ὅλου τοῦ διαπλαττομένου
14. διεληλυθέναι χρή. ἀλλ’ οὔτ’ ἔξωθέν τι
15. ψαυόντων ἀτόμων ἢ ἀμερίστων σωμάτων, ἅπερ ἔνιοι τίθενται
16. στοιχεῖα, διαπλάττειν αὐτοῖς πεφυκέναι φασὶν οὐδ’
17. αὐτοὶ, οὔτε δι’ ὅλου ἐκτετάσθαι. λείπεται οὖν, ὡς
18. ἔτυχεν ἀλλήλοις περιπλεκόμενα τὴν τῶν αἰσθητῶν σωμάτων
1. ἐργάσασθαι σύστασιν. ὡς ἔτυχε δὲ περιπλεκόμενα, σπανίως
2. μέν ποτε χρήσιμον ἐργάζεται τὸ δημιούργημα, πολλάκις δ’
3. ἄχρηστόν τε καὶ μάταιον. αὕτη τοιγαροῦν αἰτία τοῦ μὴ
4. βούλεσθαι τὴν φύσιν εἶναι τεχνικὴν ἐκείνους τοὺς ἄνδρας,
5. ὅσοι τὰ πρῶτα σώματα τοιαῦτα εἶναί φασιν, οἷά περ οἱ
6. τὰς ἀτόμους εἰσάγοντες λέγουσιν. ὁρωμένων γὰρ
7. ἐναργῶς ἁπάντων τῶν ζώων εὐθὺς ἔξωθεν οὐδὲν ἄχρηστον
8. ἐχόντων μόριον, ἐπιχειροῦσι καὶ μὴν ἑνὸς εὐπορῆσαί τινος
9. εἰς ἀντιλογίαν, ἤτοι γ’ εὐθὺς, ἢ ἐξ ἀνατομῶν φαινομένου
10. τοιούτου. κατὰ τοῦτο τοιγαροῦν καὶ ἡμῖν ἀναγκαίαν εἰργάσαντο
11. τὴν ἁπάντων ἐξήγησιν, ὥστε καὶ μέχρι τῶν οὐδὲν
12. ἐχόντων χρήσιμον εἰς θεραπείαν ἢ πρόγνωσιν ἢ διάγνωσιν
13. παθῶν ἐκτείνεσθαι τὸν λόγον, ὥσπερ ὅταν ἐπισκοπώμεθα,
14. τίνες τέ εἰσι καὶ πόσοι μύες οἱ τὴν γλῶτταν
15. κινοῦντες. ἀλλ’ ἐκεῖνό γε θαυμάσαι τῶν ἀνδρῶν ἐστιν,
16. ὅσοι τὴν φύσιν ἄτεχνον εἶναι λέγουσιν, εἰ τοὺς μὲν πλάστας
17. ἐπαινοῦσιν, ὅταν ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς ἀκριβῶς
1. ἐργάσωνται, τὴν φύσιν δ’ οὐκ ἐπαινοῦσι πρὸς τῇ τῶν
2. μορίων ἰσότητι καὶ τὰς ἐνεργείας παρασχοῦσαν, ἔτι τε πρὸς
3. τούτῳ τὴν χρῆσιν αὐτῶν εὐθὺς ἐξ ἀρχῆς ἅμα τῷ γεννηθῆναι
4. διδαξαμένην τὸ ζῶον. ἢ Πολύκλειτον μὲν δίκαιόν
5. ἐστι θαυμάζειν ἐπὶ τῇ τῶν μορίων ἀναλογίᾳ τοῦ καλουμένου
6. κανόνος ἀνδριάντος, τὴν φύσιν δ’ οὐκ ἐπαινεῖν μόνον,
7. ἀλλὰ καὶ τέχνης ἁπάσης ἀποστερεῖν χρὴ, τὴν ἀναλογίαν
8. τῶν μορίων οὐκ ἔξωθεν ὡς οἱ πλάσται μόνον, ἀλλὰ
9. καὶ διὰ βάθους ἐπιδειξαμένην; ἢ οὐ καὶ ὁ Πολύκλειτος
10. αὐτὸς ἐκείνης ἐστὶ μιμητὴς, ἐν οἷς γε ἠδυνήθη γενέσθαι
11. μιμητής; ἠδυνήθη δ’ ἐν τοῖς ἔξωθεν μόνοις, ὧν ἐπέσκεπται
12. τὴν τέχνην, ἀπ’ αὐτῶν τῶν προχειροτάτων ἀρξάμενος,
13. οἷόν περ καὶ ἡ χείρ ἐστιν ὄργανον ἰδιαίτατον ἀνθρώπου,
14. δακτύλους μὲν ἔχον πέντε, τελευτῶντας εἰς ὄνυχας πλατεῖς,
15. ἄρθρα δὲ καθ’ ἕκαστον τρία, καὶ κινήσεις ὁπόσας τε καὶ
16. ποίας ἐν τῷ πρώτῳ λόγῳ διῆλθον, εἰς ἄκραν ἥκοντα τέχνην
17. ἅπαντα. καί τοι καὶ χωρὶς τούτων ἡ ἰσότης αὐτὴ θαυμαστῆς
1. τέχνης ἐστὶν ἐνδεικτική. μετὰ γοῦν ὀργάνων παμπόλλων οἱ
2. τοὺς ἀνδριάντας ἐργαζόμενοι τὴν ἰσότητα μόγις αὐτῶν διαφυλάττουσι.
3. καὶ οὔπω σοι λέγω τὴν ἀναλογίαν τοῦ καθ’
4. ἕκαστον μόριον μεγέθους, οἷον τῆς χειρὸς αὐτῆς, ἣν
5. ὅτι μὲν ἀντιληπτικὸν ὄργανον ἐποίησεν ἡ φύσις, ὥσπερ τὸ
6. σκέλος βαδιστικὸν, ἐν τῷ α΄ δέδεικται λόγῳ· θέασαι δ’,
7. ὅπως ἄκρᾳ συμμετρίᾳ κέχρηται περὶ τὸ μέγεθος αὐτῆς.
8. ἐπειδὴ γὰρ ἐξῆπται τῆς ὠμοπλάτης τὸ κῶλον τοῦτο, δύσφορόν
9. τ’ ἂν ἦν δηλονότι καὶ πρὸς τὰς ἐνεργείας ἀνεπιτήδειον,
10. εἰ μέχρι τῶν ποδῶν ἐξετέτατο, καὶ πολὺ μᾶλλον, εἰ
11. κατὰ τῆς γῆς ἐπεσύρετο μεθιέμενον, ὥσπερ καὶ πρὸς τὸ
12. πόῤῥωθέν τι λαμβάνειν εἰς τοσοῦτον ἐπιτηδειότερον, εἰς
13. ὅσον μακρότερον, ἡ δὲ μικρὰ χεὶρ ὅσον εὐφορωτάτη, τοσοῦτον
14. χείρων ἐστὶν εἰς τὰς τῶν πόῤῥωθεν ἀντιλαβὰς, ἡ δ’
15. εἰς ταύτας χρησίμη δύσφορος ἔμελλεν ἔσεσθαι, μέχρι τοτούτου
16. τὸ μέγεθος αὐτῆς ηὔξησεν, ὡς μηδέπω δύσφορον
17. ὑπάρχειν. ἀνδρὶ μὲν οὖν ἀληθῶς ἐξετάζοντι τὰ τῆς φύσεως
18. ἔργα καὶ χεὶρ ἀρκεῖ μόνη θεωρηθεῖσα πρὸ τῆς ἀνατομῆς.
1. ὅστις δ’, ὡς ἔφην, ἐχθρὸς τῇ φύσει, κᾂν τὴν ἔνδον αὐτῆς
2. θεάσηται τέχνην, ἣν ἐν τοῖς πρώτοις δύο γράμμασιν ἐξηγησάμην,
3. ἀγρυπνεῖ ζητῶν, ὅπως ἐπηρεάσῃ τι τῶν ὀφθέντων.
4. οὕτω δὲ καὶ κατὰ τὰ σκέλη τήν τε τοῦ μεγέθους συμμετρίαν
5. καὶ τῶν κινήσεων ἑκάστης τὴν χρείαν ἀληθῶς ἐξετάσας τις
6. οὐκ ἐπαινέσει μόνον, ἀλλὰ καὶ θαυμάσει τῆς φύσεως τὴν
7. τέχνην. ἐὰν γοῦν ἐπινοήσῃς τινὸς ἀνθρώπου τῆς προσηκούσης
8. ἀναλογίας ἡμίσεα τὰ σκέλη, συνήσεις, οἶμαι, πρῶτον μὲν,
9. ὅπως αὐτῷ δύσφορόν τε ἔσται καὶ βαρὺ τὸ ὑπερκείμενον
10. σῶμα, δεύτερον δὲ, ὅπως βαδίζειν ἐπιχειροῦντι σφαλερὸν,
11. καὶ τρίτον, ὅπως ἀδύνατον θεῖν. οὕτω δὲ καὶ μηροῦ
12. πρὸς κνήμην καὶ κνήμης πρὸς πόδα τὴν ἀναλογίαν σκοπούμενος
13. ἄκραν τινὰ τέχνην ἐξευρήσεις τῆς φύσεως, ὥσπερ γε
14. καὶ τῶν κατ’ αὐτὸν πάλιν τὸν πόδα μορίων ἢ τὴν ἄκραν
15. χεῖρα· καὶ γὰρ οὖν καὶ τὰ ταύτης μόρια θαυμαστῶς πως ἀλλήλοις
16. ὁμολογεῖ, καθάπερ γε καὶ βραχίονος πρὸς πῆχυν, καὶ
1. τούτου πρὸς ἄκραν χεῖρα, καὶ τῶν κᾀκείνης μορίων πρὸς
2. ἄλληλα θαυμαστή τίς ἐστιν ἀναλογία. καὶ ταῦτα μὲν
3. πάντα τὴν τέχνην ἐνδείκνυται τοῦ δημιουργοῦ. καὶ τῶν
4. δακτύλων δὲ μόνων ἡ ἀναλογία τῷ γε μὴ δυσμενεῖ τῇ φύσει
5. τὴν αὐτὴν ἱκανὴ τέχνην ἐνδείξασθαι. διὰ τί γὰρ οὐδεὶς
6. ἄνθρωπος οὐδέποτε τριπλασίους ἔσχε τὸ μέγεθος, ἢ νῦν
7. εἰσι, τοὺς δακτύλους; ἢ διὰ τί πάλιν οὐδ’ οὕτως μικροὺς,
8. ἡλίκη καθ’ ἕκαστον αὐτῶν ἐστιν ἡ πρώτη φάλαγξ; ἐγὼ μὲν
9. γάρ φημι, διότι τὴν χρείαν αὐτῶν διέφθειρε τὰ τηλικαῦτα
10. μεγέθη. σὺ δ’, ὦ γενναιότατε κατήγορε τῶν ἔργων τῆς φύσεως,
11. οὐδὲν μὲν τούτων βλέπεις, ὅτι δ’ ἐν μυρίοις μυριάκις
12. ἀνθρώποις ἅπαξ πού τινα ἐποίησεν ἓξ δακτύλους ἔχοντα,
13. τοῦτο μόνον ὁρᾷς. εἰ δὲ Πολύκλειτος ἔς τι μικρὸν οὕτως
14. ἥμαρτεν ἐν χιλίοις ἀνδριάσιν, οὔτ’ ἂν αὐτὸς ἐμέμψω, καὶ τοὺς
15. ἐγκαλοῦντας ἀγνώμονας ἐκάλεις. ἀντίστρεψον οὖν αὐτὸ, καὶ
16. σκέψαι, τί ποτ’ ἂν εἴποις, εἰ κατὰ μὲν τοὺς χιλίους ἥμαρτεν
17. ἡ φύσις, ἐν ἑνὶ δὲ μόνῳ κατώρθωσεν. ἆρ’ οὐκ ἂν τύχης
1. ἔφασκες, οὐ τέχνης ἔργον εἶναι τὸ κατορθούμενον; εἰ δ’
2. ἐν μυρίοις, ἔτι δὴ μᾶλλον; ἀλλὰ νῦν, ὅτ’ οὐκ ἐν χιλίοις ἢ
3. μυρίοις ἀνθρώποις, ἐν μυριάκις δὲ μυρίοις ὁρῶμέν τι διημαρτημένον,
4. εἰς τύχην ἀναφέρειν τολμᾷς τὰ κατωρθωμένα,
5. θαυμαστῇ τινι δικαιοσύνῃ περὶ τὴν φύσιν χρώμενος. ἆρά
6. γε, κᾂν εἰ τραγῳδῶν ἢ κωμῳδῶν ἀγῶνι παρεγένου, τὸν ἐν
7. τοῖς μυρίοις ἓν ἁμαρτόντα διέβαλεν ἂν ὡς ἄτεχνον, ἐπῄνεις
8. δ’ ὡς τεχνίτην τὸν ἓν κατορθώσαντα; λῆρος μακρὸς
9. ταῦτα, καὶ φανερῶς ἀνθρώπων ἔργα, διασώζειν αἰσχρῶς
10. ἐπιχειρούντων, ἃ κακῶς ἐξ ἀρχῆς ἔθεντο στοιχεῖα. ταῦτα
11. γὰρ ὁρῶντες ἀναιρούμενα, συγχωρηθείσης εἶναι τεχνικῆς
12. τῆς φύσεως, ἀναισχυντεῖν ἀναγκάζονται. καίτοι γ’, ὡς ἔφην,
13. οὐδὲν ἔδει πάντ’ ἐπισκέπτεσθαι τὰ μόρια τοῦ σώματος ἀνατέμνοντα·
14. τῶν γὰρ ἔξωθεν ὁτιοῦν ὀφθὲν ἱκανὸν ἐνδείξασθαι
15. τὴν τέχνην τοῦ δημιουργήσαντος αὐτό. οὐκ ἄρα μὲν
16. δεῖ λέγειν ὀφρύων ἢ ὤτων ἰσότητά τε καὶ χρείαν, ἢ βλεφάρων,
1. ἢ βλεφαρίδων, ἢ κόρης πρὸς κόρην, ἤ τινος τῶν
2. τοιούτων, ὅσα θαυμαστὴν ἐνδείκνυται σοφίαν τε ἅμα καὶ
3. δύναμιν τῆς φύσεως, ὅπου καὶ τουτὶ τὸ ἐπιτυχὸν, ὃ καλοῦμεν
4. δέρμα, τὴν τέχνην αὐτῆς ἱκανὸν ἐνδείξασθαι. εἰ
5. γοῦν ἀφῃρημένον αὐτὸ θεάσαιτό τις, ἐν μὲν τοῖς πλείστοις
6. μέρεσιν ἑαυτοῦ συνεχὲς, ἐν ὀλίγοις δέ τισιν ἔχον τρήματα
7. ἐπισκέψεται, πότερον εἰκῇ τέτρηται, κατ’ ἐκεῖνα μηδενὸς
8. μήτ’ εἰσιόντος εἰς τὸ σῶμα, μήτ’ ἐξιόντος· ὠφελίμως, ἢ
9. πάντων ἐστὶν ἀξιόλογος ἡ χρεία. τὸ μὲν γάρ τοι τῶν τρημάτων
10. ἕνεκα σιτίων τε καὶ ποτῶν, ἔτι τε τοῦ πέριξ ἀέρος
11. εἰσόδου γέγονε, τὸ δ’ ἕνεκα τῶν ὑγρῶν ἢ ξηρῶν περιττωμάτων
12. ἐξόδου. συντέτρηται δ’ εἰς δὲ τὸ πρότερον ἡ
13. διὰ τῶν μυκτήρων ὁδὸς τοῦ πνεύματος, εἰς δὲ τὸ δεύτερον
14. ἡ τοῦ σπέρματος ἔκκρισις. ἀνήκουσι δὲ διὰ τῶν μυκτήρων
15. καὶ πρὸς αὐτὸν ἄνω τὸν ἐγκέφαλον ἕτεροι πόροι τῆς τῶν
16. περιττωμάτων ἕνεκα ἐκροῆς. ἀλλαχόθι δὲ τέτρηται τὸ
17. σῶμα χάριν τοῦ δύνασθαι τὸ ζῶον ἀκούειν δι’ αὐτῶν,
1. ἑτέρωθεν δ’ ἔσχισται τοῦ βλέπειν ἕνεκεν. ἀλλαχόθι
2. δ’ οὐδὲν οὐδαμῶς μάταιον τρῆμά ἐστιν, ὥσπερ οὐδὲ τριχῶν
3. ἀναγκαία γένεσις, ἢ παντελὴς ἀπώλεια, πλὴν καθ’ ἃ
4. μάλιστα ἐχρῆν, ὡς ἐδείξαμεν· ἐν κεφαλῇ μὲν, ὀφρύσι τε καὶ
5. βλεφάροις ἡ γένεσις, ἀπώλεια δ’ ἐν τοῖς ἔνδον τῆς χειρὸς
6. καὶ κάτω τοῦ ποδός. οὐ μὴν οὐδὲ μῦς ἐστι συμφυὴς τῷ
7. δέρματι μάτην, ἀλλ’ ἐν οἷς ἐστι μορίοις, ἕνεκα χρείας
8. ἀναγκαίας, ὡς ἐδείχθη. τίς οὖν οὕτως ἔμπληκτος ἐχθρός
9. ἐστι καὶ πολέμιος τοῖς ἔργοις τῆς φύσεως, ὃς οὐκ ἐκ τοῦ
10. δέρματος εὐθέως ἁπάντων καὶ πρώτων συνῆκε τῆς τέχνης
11. τοῦ δημιουργοῦ; τίς δ’ οὐκ ἂν εὐθὺς ἐνεθυμήθη νοῦν
12. τινα δύναμιν ἔχοντα θαυμαστὴν ἐπιβάντα τῆς γῆς ἐκτετάσθαι
13. κατὰ πάντα τὰ μόρια; πανταχόθεν γοῦν ὁρᾶται
14. γινόμενα ζῶα θαυμαστὴν ἅπαντα κατασκευὴν ἔχοντα. καίτοι
15. τί ἂν εἴη τῶν τοῦ κόσμου μορίων ἀτιμότερον τῶν περὶ
16. τὴν γῆν; ἀλλ’ ὅμως ἐνταῦθα φαίνεται νοῦς τις ἀφικνούμενος
17. ἐκ τῶν ἄνω σωμάτων, ἃ καὶ θεασαμένῳ τινὶ
1. παραχρῆμα θαυμάζειν ἐπέρχεται τὸ κάλλος τῆς οὐσίας,
2. ἡλίου πρῶτον καὶ μάλιστα, μετ’ αὐτὸν δὲ σελήνης, εἶτα
3. τῶν ἀστέρων, ἐν οἷς εἰκὸς, ὅσῳ πέρ ἐστι καὶ ἡ τοῦ σώματος
4. οὐσία καθαρωτέρα, τοσούτῳ καὶ τὸν νοῦν ἐνοικεῖν
5. πολὺ τοῦ κατὰ τὰ γήϊνα σώματα βελτίω τε καὶ ἀκριβέστερον.
6. ὅπου γὰρ ἐν ἰλύϊ καὶ βορβόρῳ, καὶ τέλμασι, καὶ
7. φυτοῖς, καὶ καρποῖς σηπομένοις ὅμως ἐγγίνεται ζῶα θαυμαστὴν
8. ἔχοντα τὴν ἔνδειξιν τοῦ κατασκευάσαντος δημιουργοῦ,
9. τί χρὴ νομίζειν ἐπὶ τῶν ἄνω σωμάτων; ἰδεῖν δὲ ἔστι
10. νῦν φύσιν λογικὴν καὶ κατ’ αὐτοὺς τοὺς ἀνθρώπους ἐννοήσαντα,
11. Πλάτωνα, καὶ Ἀριστοτέλη, καὶ Ἵππαρχον, καὶ
12. Ἀρχιμήδην, καὶ πολλοὺς τοιούτους. ὁπότ’ οὖν ἐν βορβόρῳ
13. τοσούτῳ (τί γὰρ ἂν ἄλλο τις εἴποι τὸ συγκείμενον ἐκ σαρκὸς,
14. αἵματός τε καὶ φλέγματος, καὶ χολῆς ξανθῆς καὶ
15. μελαίνης;) ἐπιγίνεται νοῦς περιττὸς, πόσην τινὰ χρὴ νομίζειν
16. αὐτοῦ τὴν ὑπεροχὴν εἶναι καθ’ ἥλιον, ἢ σελήνην, ἤ
17. τινα τῶν ἀστέρων; ἐμοὶ μὲν γὰρ ταῦτα ἐννοοῦντι καὶ δι’
1. αὐτοῦ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγος τις ἐκτετάσθαι
2. δοκεῖ νοῦς. οὐ γὰρ δὴ αὐτὸς τῆς μὲν αὐγῆς τῆς
3. ἡλιακῆς μεταλαμβάνειν πέφυκεν, οὐχὶ δὲ καὶ τῆς
4. δυνάμεως αὐτῆς. οἶδ’, ὅτι καὶ σοὶ δόξει ταῦτα τὴν ἐν
5. τοῖς ζώοις τέχνην ἀκριβῶς τε καὶ δικαίως ἐπισκεψαμένῳ,
6. πλὴν εἰ, καθάπερ εἶπον, ἀντέπεσέ τις δόξα περὶ τῶν στοιχείων
7. τοῦ παντὸς, ἣν ἔθεντο προπετῶς. ὡς, ὅστις γε ἐλευθέρᾳ
8. γνώμῃ σκοπεῖται τὰ πράγματα, θεασάμενος ἐν τοσούτῳ
9. βορβόρῳ σαρκῶν τε καὶ χυμῶν ὅμως ἐνοικοῦντα νοῦν,
10. ἰδὼν δὲ καὶ ζώου κατασκευὴν ὅτου δὴ, (πάντα γὰρ ἔνδειξιν
11. ἔχει σοφοῦ δημιουργοῦ,) τὴν ὑπεροχὴν ἐννοήσει τοῦ κατὰ
12. τὸν οὐρανὸν νοῦ· καὶ τὸ δοκοῦν αὐτῷ σμικρὸν εἶναι πρότερον,
13. ἡ περὶ χρείας μορίων πραγματεία θεολογίας ἀκριβοῦς
14. ἀληθῶς ἀρχὴ καταστήσεται, πολὺ μείζονός τε καὶ πολὺ
15. τιμιωτέρου πράγματος ὅλης τῆς ἰατρικῆς. οὔκουν ἰατρῷ
16. μόνον ἡ περὶ χρείας μορίων ἐστὶ πραγματεία χρησίμη,
17. πολὺ δὲ μᾶλλον ἰατροῦ φιλοσόφῳ, τῆς ὅλης φύσεως ἐπιστήμην
1. κτήσασθαι σπεύδοντι, καὶ κατὰ ταύτην χρὴ τελεῖσθαι
2. τὴν τελετήν. ἅπαντες γὰρ, ὡς οἶμαι, καὶ κατ’ ἔθνος,
3. καὶ κατ’ ἀριθμὸν ἄνθρωποι, ὅσοι τιμῶσι θεοὺς, οὐδὲν
4. ὅμοιον ἔχουσιν Ἐλευσινίοις τε καὶ Σαμοθρᾳκίοις ὀργίοις.
5. ἀμυδρὰ μὲν γὰρ ἐκεῖνα πρὸς ἔνδειξιν ὧν σπεύδει διδάσκειν·
6. ἐναργῆ δὲ τὰ τῆς φύσεώς ἐστι κατὰ πάντα τὰ ζῶα.
7. μὴ γὰρ δὴ κατ’ ἄνθρωπον ὑπολάβῃς μόνον εἶναι τοσαύτην
8. τέχνην, ὅσην ὁ πρόσθεν ἐξηγήσατο λόγος, ἀλλ’ ὅ τι περ
9. ἂν ἐθέλῃς ἕτερον ζῶον ἴσην ἐνδείξεταί σοι σοφίαν τε ἅμα
10. καὶ τέχνην τοῦ δημιουργοῦ· καὶ ὅσῳ γ’ ἂν ᾖ μικρότερον,
11. τοσούτῳ μεῖζον παρέξει τὸ θαῦμα, καθάπερ ὅσα διασημαίνουσιν
12. ἐν μικραῖς οὐσίαις οἱ δημιουργοί. τοιοῦτοι νῦν τινές
13. εἰσι, καὶ ὧν ἔναγχος εἷς τις ἐν δακτυλίῳ Φαέθοντα διέγλυψεν
14. ἐπὶ τεττάρων ἵππων ὀχούμενον, ὧν ἑκάστου καὶ
15. χαλινοὶ, καὶ στόματα, καὶ οἱ πρόσθιοι τῶν ὀδόντων καὶ
16. ποδῶν ἐμοὶ μὲν οὐδ’ ἑωρῶντο τὴν ἀρχὴν ὑπὸ σμικρότητος,
17. εἰ μὴ περιστρέψαιμι τὸ θέαμα πρὸς αὐγὴν λαμπράν.
18. οὔκουν οὐδ’ ἐνταῦθα ἑωρῶντό μοι πάντα τὰ μόρια, καθάπερ
1. οὐδ’ ἄλλοις πολλοῖς. εἰ δέ τις ἠδυνήθη τι θεάσασθαί
2. ποτε σαφῶς αὐτῶν, εἰς ἄκραν εὐρυθμίαν ἥκειν ὁμολογείτω·
3. καὶ γὰρ οὖν καὶ οἱ πόδες οἱ ις΄ τῶν δ΄ ἵππων μυρίοις μὲν
4. ὑφ’ ἡμῶν ἠριθμοῦντο, θαυμαστῶς δὲ ἑκάστῳ διηρθρωμένα
5. τὰ μόρια τοῖς ὁρᾷν αὐτὰ δυναμένοις ἐφαίνετο. καίτοι καὶ
6. τούτων αὐτῶν οὐδὲν ψύλλης σκέλους ἀκριβεστέραν εἶχεν
7. ἐργασίαν, πρὸς τῷ καὶ δι’ ὅλου τοῦ σκέλους τῆς ψύλλης
8. διήκειν τὴν τέχνην ζῶντός τε αὐτοῦ καὶ τρεφομένου καὶ
9. αὐξανομένου. ἀλλὰ τοσαύτη τις ἔοικεν ἥ τε σοφία καὶ ἡ
10. δύναμις εἶναι τῆς δημιουργούσης τὴν ψύλλαν τέχνης, ὥστ’
11. ἀμογητὶ διαπλάττειν τε καὶ αὐξάνειν καὶ τρέφειν αὐτήν.
12. ὁπότ’ οὖν περὶ τὰ τυχόντα τῶν ζώων τοσαύτη φαίνεται
13. τέχνη κατὰ τὸ πάρεργον, ὡς ἂν εἰκάσαι τις, γινόμενα τῷ
14. δημιουργῷ, πηλίκην αὐτοῦ τήν τε σοφίαν χρὴ νομίζειν εἶναι
15. καὶ τὴν δύναμιν ἐν τοῖς ἀξιολόγοις;