16. Ἓν μὲν δὴ τοῦτο μέγιστον κέρδος ἐκ τῆσδε
17. τῆς πραγματείας οὐχ ὡς ἰατροῖς ἡμῖν ἐστιν, ἀλλ’ ὅπερ
18. τοῦδε βέλτιον, ὡς δεομένοις ἐπίστασθαί τι περὶ χρείας
1. δυνάμεως, ἣν ἔνιοι τῶν φιλοσόφων οὐδ’ εἶναί φασιν ὅλως,
2. μήτι γε δὴ προνοεῖσθαι τῶν ζώων. ἄλλο δὲ καὶ β΄ εἰς
3. διάγνωσιν τῶν πεπονθότων μορίων ἐν τῷ βάθει τοῦ σώματος,
4. ὅτῳπερ καὶ ἡ τῆς ἐνεργείας γνῶσίς ἐστιν ὠφέλιμος.
5. ὡς γὰρ ὁ γινώσκων, ὅτι τὸ μὲν βαδίζειν σκελῶν ἐστιν ἔργον,
6. ἡ δὲ τῶν σιτίων πέψις γαστρὸς, ἐπὶ μὲν τοῦ μὴ δυναμένου
7. βαδίζειν εὐθὺς οἶδεν, ὅτι τῶν σκελῶν μόριόν τι
8. πέπονθεν, ἐπὶ δὲ τοῦ μὴ πέπτοντος ἢ κακῶς πέπτοντος,
9. ὅτι γαστρὸς, οὕτως ὁ γινώσκων, ὅτι τὸ λογιζόμενόν ἐστιν
10. ἐν ἐγκεφάλῳ, παραφροσύνας καὶ φρενίτιδας, καὶ ληθάργους,
11. καὶ μανίας, καὶ μελαγχολίας ἐγκεφάλου πάσχοντος ἤτοι
12. κατὰ πρῶτον λόγον ἢ κατὰ συμπάθειαν εἴσεται γίνεσθαι.
13. καθάπερ οὖν ἐπὶ τῶν ἐνεργειῶν, οὕτω κᾀπὶ τῶν χρειῶν
14. ἔχει. τὸ γάρ τοι βαδίζειν ὥσπερ διὰ τὰ νεῦρα καὶ μῦς
15. ἀπόλλυται τοὺς κατὰ σκέλη πάσχοντας, οὕτω καὶ διὰ τὶ τῶν
16. ὀστῶν καταγνυμένων, ἢ τῆς οἰκείας διαρθρώσεως ἐξισταμένων.
17. εἰ δ’, ὅτι τὸ στηρίζεσθαι τοῖς σκέλεσι γίνεται δι’
1. ὀστῶν, ἠγνοοῦμεν, οὐδ’ ἂν ὅτι πασχόντων αὐτῶν βλάπτεται
2. τὸ ζῶον, ἔγνωμεν. οὕτω μὲν εἰς τὸ διαγνῶναι μόριον πεπονθὸς
3. ἡ τῶν χρειῶν γνῶσις ὑπάρχει χρήσιμος οὐδὲν ἧττον
4. τῆς τῶν ἐνεργειῶν. ὡσαύτως δ’ ἔχει καὶ περὶ
5. τῆς εἰς τὸ μέλλον προγνώσεως. ὥσπερ γὰρ εἰς τὸ βαδίζειν
6. ἡ τῶν ἐν τοῖς σκέλεσιν ὀστῶν οὐσία χρήσιμός ἐστιν, οὕτως
7. ὅσα πάθη κατὰ ταῦτα γίνεται τῶν ἀνιάτων, ὥσπερ ἐπὶ τῶν
8. μεθ’ ἕλκους ἐξαρθρησάντων, ἐνδείξεται τὴν εἰς τὸν μέλλοντα
9. χρόνον ἀνίατον βλάβην τοῦ γε βαδίζειν, ἀλλὰ κᾂν
10. χωρὶς ἕλκους ἀνίατον ἐξάρθρημα μείνῃ καθάπερ ἐπὶ τῶν
11. κατ’ ἰσχίον γίνεται, πρὸς τῷ χωλείαν τοῦ σκέλους προδηλῶσαι
12. γενησομένην. ἐξ ἀνάγκης ἄρα καὶ τὸν τρόπον αὐτῆς
13. ἐνδείξεται τοιοῦτον ἐσόμενον, οἷον Ἱπποκράτης ἔγραψεν
14. ἐν τῷ περὶ ἄρθρων βιβλίῳ. τρίτη πρὸς τοῖς εἰρημένοις
15. χρεία τῆς πραγματείας ταύτης ἐστὶ πρὸς τοὺς σοφιστὰς,
16. ὅσοι τάς τε κρίσεις ἡμῖν οὐ συγχωροῦσιν ὑπὸ τῆς φύσεως
17. γίνεσθαι, τήν τ’ εἰς τὰ ζῶα πρόνοιαν αὐτῆς ἀφαιροῦνται.
18. προβάλλοντες γὰρ οὗτοι πολλάκις ὧν ἀγνοοῦσιν αὐτοὶ μορίων
1. τὰς χρείας ὥσπερ οὐκ οὔσας, ἀναιρεῖν ἐν τῷδε δοκοῦσιν
2. τὴν τέχνην τῆς φύσεως· ἔπειτα καταγελῶσιν Ἱπποκράτους,
3. ὅσα κριτικῶς ἡ φύσις εἴωθεν ἐργάζεσθαι, ταῦτ’ ἀξιοῦντος
4. μιμεῖσθαι. διὰ τοῦτ’ οὖν ἀναγκαζόμεθα καὶ ἡμεῖς ἁπάντων
5. ἐπισκοπεῖσθαι τὰς χρείας τῶν μορίων, εἰ καὶ μηδὲν εἰς
6. διάγνωσιν πάθους ἢ πρόγνωσιν τῶν ἐσομένων συντελεῖ.
7. μέγιστα δ’ ἰατρὸς ἐκ τῆς πραγματείας τῆσδε καὶ πρὸς τὰς
8. ἰάσεις ὀνήσεται, καθάπερ γε κἀκ τῆς περὶ τῶν ἐνεργειῶν.
9. ἐν γὰρ τῷ τέμνειν τέ τινα μόρια καὶ περιτέμνειν ἢ ἐκκόπτειν,
10. ἤτοι διεφθαρμένα πως, ἢ διὰ βελῶν ἢ διὰ σκολόπων
11. ἐξαίρεσιν, ἐπιστάμενος τῶν μορίων τὴν χρείαν εἴσεται,
12. τίνα μὲν ἀφειδῶς τέμνειν χρὴ, τίνων δὲ φείδεσθαι.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 17.2, ed. Kühn, 1822, vol. 4, p. 362-365. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:17.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩