Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.1, ed. Kühn, 1822, vol. 3, p. 88-90. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ

ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ

ΛΟΓΟΣ Β.

1. Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
2. ἐγχειρήσας γράφειν, ἐν μὲν τῷ πρὸ τούτου λόγῳ τὴν
3. μέθοδον ἐδήλωσα πρώτην, ἥτις ἂν ἐξευρίσκοι, πρὸς ὅ τι
4. χρήσιμον ἕκαστον αὐτῶν ἐσόμενον ἡ φύσις ἐδημιούργησεν.
5. ἠρξάμην δὲ τῆς ἐξηγήσεως ἀπὸ χειρὸς, ἐπειδὴ τοῦτ’ οἰκειότατον
6. ἀνθρώπῳ τὸ μόριόν ἐστιν. ἐφεξῆς δὲ πάντα ἐπέρχεσθαι
7. αὐτῆς τὰ μέρη προθέμενος, ὡς μηδὲν ἀνεξέταστον
8. παραλειφθῆναι, μηδ’ εἰ σμικρότατον ὂν τυγχάνοι, περὶ
9. πρώτων τῶν δακτύλων ἐποιησάμην τὸν λόγον, ἐπιδεικνὺς
1. ἅπαντ’ αὐτῶν τὰ μόρια θαυμαστὴν ἐνδεικνύμενα τέχνην·
2. καὶ γὰρ ὁ ἀριθμὸς αὐτῶν, καὶ τὸ σχῆμα, καὶ τὸ μέγεθος,
3. καὶ ἡ πρὸς ἀλλήλους σύνταξις οὕτως ἐδείκνυτο κατεσκευάσθαι
4. χρησίμως εἰς τὴν ἐνέργειαν ὅλης τῆς χειρὸς, ὡς μηδ’
5. ἐπινοηθῆναι δύνασθαι κατασκευὴν βελτίω ἑτέραν. ἐπεὶ τοίνυν
6. ὁ λόγος ἐτελεύτησεν εἰς τὰς τῶν δακτύλων κινήσεις,
7. ἐπιδείξας πρῶτον μὲν ἑκάστου τὴν χρείαν, ἔπειτα δὲ καὶ
8. τοὺς ἡγουμένους αὐτῶν τένοντας ἐκ μυῶν φυομένους ἐν κύκλῳ
9. τόν τε πῆχυν καὶ τὴν κερκίδα κατειληφότων ἅμα
10. τοῖς ἐν ἄκρᾳ τῇ χειρὶ τοῖς μικροῖς, εὔλογον ἂν εἴη καὶ τῶν
11. ἐν τῷδε τῷ γράμματι λεχθησομένων ἀρχὴν ποιήσασθαι τὴν
12. ἐξήγησιν τῶν μυῶν. ἕκαστον γὰρ αὐτῶν οὕτως ἐκόσμησεν
13. ἡ φύσις, ἔν τε τῷ προσήκοντι καταθεῖσα χωρίῳ, καὶ τὰς
14. ἐκφύσεις ἀσφαλεστάτας ἐργασαμένη, καὶ τὰς τελευτὰς οἷ
15. χρὴ προσαγαγοῦσα, καὶ μέγεθος ἀπονείμασα τὸ προσῆκον
16. ἀσφάλειάν τε καὶ ἀριθμὸν, ὡς μηδ’ ἐπίνοιαν ἀπολείπεσθαι
17. κατασκευῆς ἀμείνονος. αὐτίκα γὰρ, ἵν’ ἀπὸ τοῦ
18. πλήθους ἄρξωμαι, (καὶ γὰρ δίκαιον, ὁπόσοι τε σύμπαντές
1. εἰσι προειπόντα, καὶ καθ’ ὅ τι μέρος ἕκαστος αὐτῶν τέτακται,
2. καὶ κίνησιν ἥντινα πεπίστευται, τὰς χρείας ἐφεξῆς
3. διελθεῖν,) ὁ μὲν ἀριθμὸς ἁπάντων τῶν περὶ τὸν πῆχύν
4. τε καὶ ἄκραν τὴν χεῖρα μυῶν εἰς εἴκοσί που καὶ τρεῖς
5. ἐξήκει· ἑπτὰ μὲν ἐν ἄκρᾳ τῇ χειρὶ σμικροὶ, τοσοῦτοί τ’
6. ἄλλοι μεγάλοι, τὴν ἔνδον χώραν τοῦ πήχεως ἅπασαν κατειληφότες,
7. ἐννέα δ’ οἱ λοιποὶ τὴν ἔξωθεν ἅπασαν.

Cliquer un n° de page pour en afficher l’image