18. Ἐν δὲ τῇ μεταξὺ χώρᾳ τοῦ τε πήχεως
1. καὶ τῶν τεττάρων δακτύλων τὸν καρπὸν καὶ τὸ μετακάρπιον
2. ἔταξεν, ἐκ πολλῶν μὲν ὀστῶν συγκείμενα, δι’ οὓς ἔμπροσθεν
3. εἴπομεν λογισμούς. ἀλλὰ διὰ τί τὸ μὲν ἐκ τεσσάρων,
4. τὸν δὲ ἐξ ὀκτὼ, νῦν πρόκειται λέγειν. καὶ δὴ φαίνεται
5. τὸ μὲν ἐκ τεσσάρων διὰ τοῦτο, ὅτι, πέντε ὄντων τὸν
6. ἀριθμὸν τῶν δακτύλων, ὁ μέγας μὲν τῷ καρπῷ, τῶν δ’
7. ἄλλων ἕκαστος διαρθροῦται τῷ μετακαρπίῳ. διὰ τί δ’ ὁ
8. καρπὸς ἐξ ὀκτὼ, δειχθῆναι δεῖ πρότερον, καὶ ὡς ἐπὶ δύο
9. στοίχους ἐχρῆν αὐτὸν συγκεῖσθαι. τὰ μὲν δὴ κατὰ τὸ μετακάρπιον
10. ὀστᾶ διέστηκεν ἀλλήλων, ὅτι τε διεστηκότων
11. ἀξιολόγως τῶν κατὰ τοὺς δακτύλους προτάττεται, καὶ ὅτι
12. τὸ διάστημα τοῖς μυσὶ παρεσκεύασεν ἡ φύσις, ὑπὲρ ὧν τῆς
13. εὐλογωτάτης γενέσεως ἔμπροσθεν εἴρηται. τὰ δὲ τοῦ καρποῦ
14. πάντα ἀλλήλων ἅπτεται, μᾶλλον μὲν ἐσφιγμένα τὰ
15. πρὸς τὸν πῆχυν, ἧττον δὲ τὰ πρὸς τὸ μετακάρπιον. τὰ μὲν
16. γὰρ οἷον ἓν ἐχρῆν γενέσθαι, μέλλοντά γε ὡς ἓν διαρθρώσεσθαι
17. μὲν πρὸς τὸν πῆχυν, κινήσεσθαι δὲ πολλὰς
18. καὶ βιαίους κινήσεις· ἅπασαι γὰρ σφοδραὶ τῆς χειρὸς ἐνέργειαι
1. τοῦ κατὰ τὸν καρπὸν ἄρθρου κινήσεις εἰσί. τὰ δ’
2. οὔθ’ ὡς ἓν ἀναγκαῖον ἦν τοῖς ὀστοῖς ὁμιλεῖν τοῦ μετακαρπίου
3. διεστηκόσιν ἀπ’ ἀλλήλων, καὶ σφοδρὰν ἔμελλε κινήσεσθαι
4. κίνησιν οὐδεμίαν, εἴς τε τὴν δυσπάθειαν αὐτοῖς
5. πολὺ χρηστότερον ὑπῆρχεν χαλαρῶς συγκεῖσθαι· μᾶλλον γὰρ
6. ἂν οὕτως ἐκλύοι τὴν βίαν τῶν προσπιπτόντων. καὶ
7. τοίνυν ἐπεὶ πολλὰ μὲν ἦν ἄμεινον ποιῆσαι τὰ κατὰ τὸν
8. καρπὸν ὀστᾶ, συνθεῖναι δ’ οὐχ ὁμοίως αὐτῶν τὰ πρὸς τὸν
9. πῆχυν πέρατα τοῖς πρὸς τὸ μετακάρπιον, ἐπὶ δύο στοίχους
10. αὐτὰ συνέταξεν. ὄντων οὖν ἐξ ἀνάγκης τεττάρων τῶν τοῦ
11. μετακαρπίου, παρακειμένου δ’ αὐτοῖς ἐφ’ ἑνὸς στοίχου τοῦ
12. πρώτου κατὰ τὸν μέγαν δάκτυλον, ὃ δὴ καὶ προσνέμουσιν
13. ἔνιοι δι’ αὐτὸ τοῦτο τῷ μετακαρπίῳ, καὶ τούτου παντὸς
14. τοῦ στοίχου διαρθρουμένου τῷ κάτω μέρει τοῦ καρποῦ,
15. δεόντως ἐκ τεττάρων μὲν τοῦτο, θάτερον δὲ τὸ τῷ πήχει
16. διαρθρούμενον ἐκ τριῶν ὀστῶν ἐγένετο. στενωτάτου μὲν
17. γὰρ εἶναι δεομένου τοῦ καρποῦ, καθ’ ἃ τῷ πήχει διαρθροῦται,
18. πλατυτάτης δὲ οὔσης τῶν δακτύλων τῆς ἐμφύσεως, τὸ
1. μεταξὺ πᾶν, εἰς ὅσον ἀποχωρεῖ τῶν ἄκρων ἑκατέρων, εἰς
2. τοσοῦτον στενότητός τε καὶ πλάτους μετείληφε. τριῶν οὖν
3. ὄντων στοίχων ἐν τῷ μεταξὺ πήχεώς τε καὶ τῆς τῶν δακτύλων
4. σχίσεως, ὁ μὲν πρὸς τῷ πήχει πρῶτος ἐκ τριῶν ὀστῶν,
5. ὁ δ’ ἐφεξῆς ἐκ τεσσάρων, ὁ δὲ τούτῳ διαρθρούμενος ἐκ
6. πέντε γέγονε, ὧν ἓν μέν ἐστι τὸ τοῦ μεγάλου δακτύλου, τὰ
7. δ’ ἄλλα τέτταρα τοῦ μετακαρπίου. ἀλλὰ γὰρ καὶ οὕτω μὲν
8. ἂν δόξειεν ὁ καρπὸς ἐξ ἑπτὰ τῶν πάντων ὀστῶν συγκεῖσθαι.
9. εἰ δὲ καὶ περὶ τοῦ κατὰ τὰ ἔνδον αὐτοῦ μέρη, καθ’ ἃ καὶ
10. διαρθροῦται πρὸς τὴν λεπτὴν τοῦ πήχεως ἀπόφυσιν, ἐποχουμένου
11. προμήκους ὀστοῦ τὸν οἰκεῖον ἀναμείνας λόγον
12. ἐπακούσειας, ὧν ἕνεκα καὶ τοῦτο τῶν χρειῶν ὑπὸ τῆς φύσεως
13. ἐγένετο, τελέως ἂν οὕτω γε πεισθείης, ὡς οὔτε πλείω
14. τῶν ὀκτὼ κατὰ τὸν καρπὸν, οὔτ’ ἐλάττω βέλτιον ἦν ὀστᾶ
15. γεγονέναι. ὑπέρ τε οὖν τούτων ἦν ἱκανὰ ταῦτα, καὶ περὶ
16. τῶν ἀποφύσεών τε καὶ ἐπιφύσεων ἁπασῶν τῶν ἐν ἅπασι τοῖς
17. κώλοις, οὐ μόνον τῶν κατὰ τὸν καρπὸν, ὁ εἰρησόμενος λόγος
18. κοινός.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 2.10, ed. Kühn, 1822, vol. 3, p. 128-131. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩