Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.11, ed. Kühn, 1822, vol. 3, p. 132-133. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.11

1. Ἀλλὰ καὶ ἔνθα χρὴ διάρθρωσιν ὀστῶν γενέσθαι,
2. καὶ μάλιστα μεγάλων, ἐπειδὴ τὸ μὲν ὑποδέχεσθαι
3. χρὴ, τὸ δ’ ἐμβαίνειν, καὶ δεῖται τὸ μὲν ὑποδεχόμενον κοιλότητος,
4. τὸ δ’ ἐμβησόμενον κυρτότητος, ἐνταῦθ’ ἑκατέροις
5. ἡ φύσις ἢ ἀποφύσεις τινὰς ἢ ἐπιφύσεις ἐργάζεται, τοῖς
6. μὲν ἐμβησομένοις κυρτὰς καὶ περιφερεῖς πανταχόθεν, τοῖς
7. δ’ ὑποδεξομένοις κοίλας μὲν ἔνδοθεν, ἔξωθεν δὲ κυρτάς.
8. ὥστ’, ἐπεὶ καὶ τὸν καρπὸν ἔδει διαρθροῦσθαι τοῖς πήχεώς
9. τε καὶ κερκίδος πέρασι, δεόντως ἑκάτερον τῶν ὀστῶν ἐπίφυσιν
10. ἔσχε, κυρτὴν μὲν καὶ περιφερῆ τἀκτὸς, κοίλην δ’ ἔνδοθεν.
11. ἀλλ’ ἡ μὲν τῆς κερκίδος πανταχόθεν ὀφρὺν ἔχει
12. περιθέουσαν, ὑφ’ ἧς ἀκριβῶς σφίγγεται τὸ ταύτῃ πέρας τοῦ
13. καρποῦ, ἡ δὲ τοῦ πήχεως οὐκ ἔθ’ ὁμοίως· ἀλλὰ τὸ μὲν
14. ἔσωθεν καὶ πρὸς τὴν κερκίδα φέρον αὐτῆς τοιοῦτον, τὸ
15. δ’ ἄλλο τὸ κατὰ μῆκός τε καὶ τὴν εὐθυωρίαν ὅλου
16. τοῦ κώλου πέρας εἰς περιφερῆ τελευτᾷ κεφαλὴν, ᾗ περιβέβληται
17. τὸ ταύτῃ τεταγμένον ὀστοῦν τοῦ καρποῦ γληνοειδεῖ
1. κοιλότητι, ὥστε διττὴν εἶναι τὴν διάρθρωσιν κατὰ τὸν
2. καρπὸν, ἑτέραν μὲν τῶν ἐμβαινόντων αὐτοῦ τοῦ καρποῦ
3. περάτων εἰς τὴν μεταξὺ τῶν κερκίδος τε καὶ πήχεως ἐπιφύσεων
4. κοιλότητα, τὴν δ’ ἄλλην τὴν μικρὰν τοῦ περιλαμβάνοντος
5. ὀστοῦ τὴν μικρὰν ἀπόφυσιν τοῦ πήχεως. αὕτη μὲν
6. οὖν ἕνεκα τῶν ἐπὶ τὸ πρανές τε καὶ ὕπτιον ἐπιστροφῶν τῆς
7. χειρὸς ἐγένετο· διὰ δὲ τῆς μεγάλης ἄλλης ἐκτείνεταί τε
8. καὶ κάμπτεται τὸ κατὰ τὸν καρπὸν ἄρθρον. ἕνεκα
9. μὲν τούτων αἱ κυρτότητες ἐγένοντο τῶν πήχεώς τε καὶ κερκίδος
10. περάτων. χρῆται δ’ αὐταῖς καὶ πρὸς ἄλλο τι χρηστὸν
11. ἡ φύσις, ὥσπερ εἴωθεν πολλάκις τῷ δι’ ἕτερόν τι γεγονότι
12. χρῆσθαι πρὸς τἄλλα· τὰς γὰρ τῶν κινούντων τοὺς
13. δακτύλους τενόντων κεφαλὰς εἰς τὰς μεταξὺ τῶν ἐξοχῶν
14. τούτων κοιλότητας κατέθετο, φρουρὰν ἀσφαλῆ, καθάπερ
15. τινὸς τείχους ἢ πύργου, ταύτην αὐτοῖς ποιησαμένη.

Cliquer un n° de page pour en afficher l’image