Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.12, ed. Kühn, 1822, vol. 3, p. 133-139. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.12

16. Ἐπεὶ δ’ ἔξωθεν μὲν ἱκανὸν ἦν ὕψος τῷ
17. τοῦ πήχεως πέρατι, τὰ δ’ ἔνδον ταπεινὰ διὰ τὴν ἀπόφυσιν
18. αὐτοῦ τὴν μικρὰν, ἔξωθέν τε καὶ κάτωθεν τεταγμένην, ἣν
1. περιβαίνειν ἐλέγομεν ἓν τῶν κατὰ τὸν καρπὸν ὀστῶν,
2. ἔθηκέ τι κᾀνταῦθα, καθάπερ τινὰ χάρακα, πρόμηκες ὀστοῦν,
3. ἔσω νεῦον ὀρθὸν, ὑφ’ οὗ τά τ’ ἄλλα τὰ τῇδε φρουρεῖται,
4. καὶ μάλιστα τὸ νεῦρον τὸ ἀπὸ τοῦ νωτιαίου μὲν ἰὸν, εἰς δὲ
5. τὰ ἔνδον τῆς χειρὸς διασπειρόμενον. ὄγδοον τοῦτο κατὰ
6. τὸν καρπὸν ὀστοῦν ἐστι, ὑπὲρ οὗ τῆς εὐλόγου γενέσεως ἐν
7. τοῖς ἔμπροσθεν ἀνεβαλόμην ἐρεῖν. οὔσης δ’ ἀκριβοῦς τῆς
8. ἁρμονίας ἐν τοῖς κατὰ τὸν καρπὸν ὀστοῖς ἅπασιν, ἀποροῦσα
9. χώρας ἡ φύσις, ἐν ᾗ τὸ προειρημένον ὀστοῦν ἀσφαλῶς ἑδράσειε,
10. πολλὰ καὶ θαυμαστὰ σοφίζεται. πρῶτον μὲν γὰρ τὸ
11. κάτω πέρας αὐτοῦ λεπτὸν ἀκριβῶς εἰργάσατο, μόνως ἂν
12. οὕτως ἐλπίσασα χώραν εὑρήσειν ἐπιτήδειον, ἐν ᾗ καταπήξειεν
13. αὐτό· ἔπειτα δὲ εἰς ὕψος ἱκανὸν ἀναγαγοῦσα, χαῦνον
14. ἐνταῦθα καὶ χονδρῶδες ἀπειργάσατο, παρασκευάζουσα
15. χώραν ἐπιτήδειον εἰς κατάφυσιν τῷ κάμπτοντι κατὰ ταῦτα
16. τὸν καρπὸν τένοντι· μείζων γὰρ ἦν οὗτός γε ἢ ὡς συμφῦναί
17. τινι τῶν κατ’ αὐτὸν τὸν καρπὸν ὀστῶν ἀσφαλῶς οὕτως
18. δι’ ὀλίγου χόνδρου. τούτῳ τε οὖν συνέφυσεν αὐτὸ, καὶ τὸ
1. λεπτὸν πέρας τὸ κάτω φέρουσα ἡ φύσις κατέθετο μεταξὺ
2. τοῦ τε περιλαμβάνοντος τὴν μικρὰν τοῦ πήχεως ἀπόφυσιν
3. ὀστοῦ καὶ αὐτῆς τῆς μεγάλης κεφαλῆς, ἣν δὴ καὶ κόνδυλον
4. ὀνομάζουσιν, ἀφ’ ἧς καὶ ὁ μικρὸς αὐχὴν, ἐκ τῶν ἔξωθέν
5. τε καὶ κάτω μερῶν ἀποβλαστάνων, ἔπειτα τελευτῶν εἰς
6. μικρὰν κεφαλὴν, ἑνὶ τῶν κατὰ τὸν καρπὸν ὀστῶν ἐδείχθη
7. διαρθροῦσθαι. καὶ τοίνυν ὡς ἂν ἐπὶ σμικρᾶς πάνυ βεβηκὸς
8. κοιλότητος τὸ χονδρῶδες ὀστοῦν ἐκεῖνο σφαλερὸν ἐξ
9. ἀνάγκης ἐγένετο καὶ ῥᾳδίως πάντη περιτρεπόμενον. ὑμέσι
10. δέ τισιν ἰσχυροῖς ἡ φύσις αὐτὸ τοῖς περικειμένοις ὀστοῖς
11. συνέδησεν, ὑφ’ ὧν ἰσοῤῥόπως ἀνθελκόμενον ἁπάντη μένειν
12. οὕτω· μόγις ὀρθὸν δύναται κατὰ τῆς ἴτυος ὀχούμενον τοῦ
13. περιβεβηκότος ὀστοῦ τὴν μικρὰν τοῦ πήχεως ἀπόφυσιν.
14. ἐπεὶ δ’ εἰς τὴν κεφαλὴν αὐτῆς καθάπτων ὁ μέγας τένων
15. ὁ τὸν καρπὸν κάμπτων ἐφ’ ἑαυτὸν ἔμελλε περιτρέψειν αὐτὸ
16. καὶ καταβαλεῖν ἑτέραν ἀντέταξεν αὐτῷ τάσιν ἰσόῤῥοπον,
17. ἐκ τῶν ἀντικειμένων μερῶν ἐκφύσασα σύνδεσμον εἰς τὸ
18. μετακάρπιον τελευτῶντα. καὶ οὕτως ἤδη δικαίως εἰς πᾶν
1. μέρος ἑλκόμενον τὸ χονδρῶδες ὀστοῦν οὐδαμόσε καταπίπτει.
2. τὰ μὲν δὴ κατὰ τὸν μικρὸν δάκτυλον μόρια τοῦ καρποῦ
3. τόνδε τὸν τρόπον κεκόσμηται. τὰ δὲ κατὰ τὸν μέγαν,
4. ἐπειδὴ κᾀνταῦθα φυλακήν τινα ἐχρῆν γενέσθαι θατέρῳ τῶν
5. ἄνωθεν ἰόντων νεύρων, τῷ διεκπίπτοντι κατά τι πρὸς τὰ
6. ἐκτὸς τῆς χειρὸς, καὶ καταφῦναι τὸν λοιπὸν τῶν καμπτόντων
7. ἄκραν τὴν χεῖρα τενόντων, καὶ ἦν οὐδεμία χώρα, καθ’
8. ἧς ἂν ἐστήρικτο τοιοῦτον ἕτερον ὀστοῦν, οἷόν ἐστι τὸ κατὰ
9. τὸν μικρὸν δάκτυλον, διὰ ταῦτα τοῦ πρώτου κατὰ
10. τὸν καρπὸν ὀστοῦ προμήκη τινὰ ἀπόφυσιν εἰς τοὐντὸς τῆς
11. χειρὸς ἐποιήσατο χονδρώδη τε καὶ μανὴν, εἰς ἣν ἐνέφυσε
12. τὸν κάμπτοντα τένοντα τὴν χεῖρα. οὐ μὴν ἐπέτρεψέ γε τῇ
13. συμφύσει ταύτῃ τὸ σύμπαν μόνῃ, ἀλλ’ ἕως τοῦ μετακαρπίου
14. προσήγαγεν ἀσφαλείας ἕνεκα δίκρουν ἐργασαμένη τὸν
15. τένοντα, κᾀνταῦθα κατέφυσεν εἰς τὴν ἀρχὴν τῶν προτεταγμένων
16. ὀστῶν τοῦ μέσου τε καὶ τοῦ λιχανοῦ δακτύλου.
17. ὅπερ γὰρ ἐπὶ τῶν τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον δακτύλων
18. αὐτῶν ἔνδοθεν κινούντων εἰργάσατο, τοῦτο κᾀνταῦθα
1. διὰ τὴν αὐτὴν αἰτίαν ἐποίησεν. ἐκείνους τε γὰρ, ὡς ἂν οὐκ
2. αὐτόθι μόνον ἐν τῷ πρώτῳ τελευτήσειν μέλλοντας, ἀλλὰ καὶ
3. μέχρι τοῦ τρίτου προβήσεσθαι, διὰ τῶν συνδέσμων συνῆψε
4. τοῖς ὀστοῖς· τοῦτον δὲ τὸν τένοντα, περὶ οὗ νῦν ὁ λόγος,
5. ὡσαύτως οὐκ εἰς αὐτὴν τὴν ἀπόφυσιν, ἀλλ’ εἰς τὸν περικείμενον
6. αὐτῇ σύνδεσμον ἐνέφυσεν, ἵν’ ἐξῇ προβαίνειν ἐπὶ
7. πλεῖον αὐτῷ· οἱ γὰρ εἰς ὀστοῦν ἐμφυόμενοι τένοντες ἐξ
8. ἀνάγκης αὐτόθι τελευτῶσι. καὶ γὰρ δὴ καὶ ἄλλην τινὰ
9. ἐπίφυσιν ὀστοῦ μικροῦ χονδρώδους ἡ φύσις ἐδημιούργησε,
10. διὰ συνδέσμων ἰσχυρῶν συνημμένου τούτῳ τε τῷ νῦν εἰρημένῳ
11. κατὰ τὸν καρπὸν ὀστῷ καὶ τῷ μετ’ αὐτὸ τῷ διαρθρουμένῳ
12. πρὸς τὴν πρώτην φάλαγγα τοῦ μεγάλου δακτύλου,
13. χάριν τοῦ κᾀνταῦθα καθάψαι θατέρῳ μέρει τοῦ τένοντος,
14. ὑφ’ οὗ τόν τε μέγαν δάκτυλον ἔφαμεν κινεῖσθαι καὶ τὸν
15. καρπόν. ἔννατόν τις τοῦτο δύναται κατὰ τὸν καρπὸν
16. ἀριθμεῖν ὀστοῦν, ἀλλ’ οὐκ ἠρίθμηται πρὸς τῶν ἀνατομικῶν,
17. ὥσπερ οὐδ’ ἄλλων τῶν σησαμοειδῶν καλουμένων οὐδὲν, ἃ
18. πολλοῖς τῶν κατὰ τὰς χεῖράς τε καὶ πόδας ἄρθρων ἡ φύσις
19. ἐξ ἐπιμέτρου περιτίθησιν ἀσφαλείας ἕνεκα. οἱ δὲ λοιποὶ
1. δύο τῶν τὸν καρπὸν κινούντων τενόντων πλατυνόμενοι καθάπτουσιν,
2. ὁ μὲν εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ τοῦ μέσου
3. μετακάρπιον, ὁ δ’ εἰς τὸ πρὸ τοῦ μικροῦ, καθότι καὶ
4. πρόσθεν εἴρηται. ἀλλὰ τούτων γε οὐδέτερος οὔτ’ ἀποφύσεως,
5. οὔτ’ ἐπιφύσεως, οὔτ’ ἄλλου τινὸς ἔξωθεν ὀστοῦ γενέσεως
6. ἐδεήθη περιττῆς, ἀλλ’ ἤρκεσεν αὐτοῖς διὰ τοῦ χόνδρου
7. μόνου ξυμφῦναι τοῖς ὀστοῖς, ὡς ἂν αὐτοῖς τε μικροτέροις
8. οὖσι καὶ κινήσεις ἀσθενεστέρας πεπιστευμένοις. σχεδὸν εἴρηταί
9. μοι πάντα τὰ ἐπικαιρότατα περὶ τῆς ἄκρας χειρός·
10. εἰ γάρ τι καὶ παραλέλειπται σμικρὸν, ἑτοίμως ἄν τις, ὡς
11. ἔφην, ἐξευρίσκοι τοῦτο θεασάμενος μόνον αὐτοῦ τοῦ μορίου
12. τὴν κατασκευήν. οἷον καὶ ὅτι τῶν τεττάρων τενόντων ἐκτεινόντων
13. τε καὶ καμπτόντων τὸν καρπὸν οἱ μὲν ἔξωθεν σαφῶς
14. ὁρῶνται λοξοὶ, καὶ καθήκουσιν ὁ μὲν εἰς τἀκτὸς μᾶλλον
15. μέρη τῆς πρὸ τοῦ μικροῦ δακτύλου φάλαγγος, ὁ δὲ εἰς τἀντὸς
16. τῆς πρὸ τοῦ μεγάλου· ἤδη δὲ καὶ οἱ ἔνδον αὐτοῦ
17. λοξότεροί πώς εἰσιν, ἂν ἀκριβῶς ἐπισκοποῖτό τις, καὶ ὡς
1. τοῦτ’ ἐγένετο χρησίμως, ἵνα μὴ μόνον ἐκτείνωσί τε καὶ
2. κάμπτωσιν, ἀλλὰ καὶ περιάγωσιν εἰς τὸ πλάγιον τὴν χεῖρα.
3. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα.

Cliquer un n° de page pour en afficher l’image