Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.13, ed. Kühn, 1822, vol. 3, p. 139-141. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.13

4. Περὶ δὲ θέσεως καὶ διαπλάσεως τῆς κερκίδος
5. ἑξῆς ἂν εἴη ῥητέον· ἐν ταὐτῷ δὲ καὶ περὶ πήχεως
6. εἰρήσεται. ἡ μὲν δὴ θέσις αὐτῆς εὐλόγως λοξὴ γέγονε,
7. καθότι καὶ ἡ τοῦ πήχεως εὐθεῖα. κατὰ γὰρ τὴν φύσιν
8. ἑκατέρας τῶν κινήσεων ἐχρῆν εἶναι καὶ τὴν θέσιν
9. ἑκατέρου τῶν ὀστῶν. ἀλλ’ ἡ μὲν κατ’ ἔκτασίν τε καὶ
10. κάμψιν κίνησις τοῦ κώλου κατὰ τὸ μῆκος αὐτοῦ γίγνεται,
11. ἡ δ’ ἐπὶ τὸ πρανὲς καὶ τὸ ὕπτιον ἐπὶ τὰ πλάγια. ταῦτ’
12. ἄρα λοξὴ μὲν ἡ κερκὶς, εὐθὺς δ’ ὁ πῆχύς ἐστι· ὁ μὲν
13. γὰρ ταῖς ἐκτάσεσί τε καὶ κάμψεσιν, ἡ δὲ ταῖς εἰς τὰ
14. πλάγια περιστροφαῖς ὑπηρετεῖ. διὰ τοῦτο δὲ καὶ ἡ πρὸς
15. τὸν βραχίονα διάρθρωσις ἑκατέρων τῶν ὀστῶν ἀνόμοιος
16. ἐγένετο. ἀλλὰ περὶ μὲν ἐκείνης ὀλίγον ὕστερον εἰρήσεται.
17. ἡ δὲ θέσις ἡ τῆς κερκίδος ὅτι μὲν λοξὴ, καὶ δὴ λέλεκται.
18. διότι δὲ, διττῆς οὔσης ἐν ἅπασι τῆς λοξῆς θέσεως, ἤτοι
1. γὰρ ἔσωθεν ἀρχομένη τελευτᾷ πρὸς τοὐκτὸς, ἢ ἔμπαλιν
2. ἔξωθεν μὲν ἄρχεται, τελευτᾷ δ’ ἔσωθεν, τὴν ἑτέραν αὐτῶν
3. τὴν δευτέραν εἰρημένην ἐπὶ τῆς κερκίδος ἡ φύσις προείλετο,
4. νῦν εἰρήσεται. τῶν ὅλης τῆς χειρὸς εἰς τὰ πλάγια κινήσεων
5. εἴρηται καὶ πρόσθεν ὡς αἱ μὲν ἐπὶ τὸ ὕπτιον εἰς
6. ἐλάττους ἐνεργείας, αἱ δ’ ἐπὶ τὸ πρανὲς εἰς πολὺ πλείους
7. τε καὶ ἀναγκαιοτέρας εἰσὶ χρησταί. διὰ τοῦτ’ οὖν καὶ τὴν
8. τῆς κερκίδος θέσιν ἑτοιμοτέραν ὑπακούειν ταῖς ἐπὶ τὸ πρανὲς
9. κινήσεσιν ἡ φύσις ἀπειργάσατο, τὸ μὲν ἄνω πέρας
10. αὐτῆς ἐπὶ τὴν ἔξω κεφαλὴν τοῦ βραχίονος ἄγουσα, τὸ
11. κάτω δ’ ἐπὶ τὸν μέγαν ἐκτείνουσα δάκτυλον. ἐναντίως δ’
12. εἴπερ ἔσχε, ῥᾷον ἂν ἐπὶ τὸ ὕπτιον ἢ ἐπὶ τὸ πρανὲς ἐκινεῖτο·
13. τῇ μὲν γὰρ νῦν θέσει τὸ πρανὲς σχῆμα πλησιαίτερον,
14. τῇ δ’ ἐναντίᾳ τὸ ὕπτιον· ἐπὶ δὲ τὸ πλησίον ἑτοιμοτέρα
15. τε καὶ ῥᾴων ἅπασι τοῖς κινουμένοις ἡ φορὰ, ὥσπερ ἡ
16. ἐπὶ τὰ πόῤῥω χαλεπωτέρα. διὰ ταῦτα μὲν δὴ λοξή τε καὶ
17. ὡδί πως λοξή. διὰ τί δ’ ἐπίκειται τῷ πήχει; ὅτι μακρότερος
18. αὐτῆς ἐκεῖνος, καὶ τὸ πλεῖστον τῆς πρὸς τὸν βραχίονα
1. διαρθρώσεως αὐτὸς ἐπέχει· εὔλογον δ’ ἦν ὀχεῖσθαι
2. τὸ βραχύτατον ὀστοῦν ἐπὶ τοῦ μακροτέρου. διὰ τί δ’ ἀμφοτέρων
3. τὰ μὲν ἐν τῷ μέσῳ λεπτότερα, τὰ δὲ κατ’ ἀγκῶνά
4. τε καὶ καρπὸν παχύτερα; διότι τὰ μὲν ἐχρῆν τοῖς
5. μυσὶ χώραν παρέχειν, τὰ δ’ ὀγκωθῆναι ταῖς ἐπιφύσεσιν·
6. αὗται δὲ ὅτι πρὸς τὰς διαρθρώσεις εἰσὶ χρήσιμοι, πρόσθεν
7. εἴρηται. διὰ τί δ’ αὐτῶν τῶν περάτων, πήχεως μὲν τὸ
8. κατ’ ἀγκῶνα παχύτερον, κερκίδος δὲ τὸ πρὸς καρπῷ; ἢ
9. ὅτι κοινὴ μὲν ἀμφοῖν ἐστιν ἡ πρὸς τὸν καρπὸν διάρθρωσις,
10. ἐν δὲ τῇ πρὸς τὸν βραχίονα πλεονεκτεῖν ἀναγκαῖον
11. ἦν τὸν πῆχυν εἰς τοσοῦτον τῆς κερκίδος, εἰς ὅσον περ ἡ
12. διάρθρωσις αὐτοῦ χρησιμωτέρα ταῖς ὅλαις τῆς χειρὸς ἐνεργείαις
13. ὑπάρχει;

Cliquer un n° de page pour en afficher l’image