13. Τὸ δὲ τοῦ βραχίονος ᾧδε κατὰ τὰ πλάγια
14. μέρη τῆς κεφαλῆς ἐπίφυσιν ἔχει, τὴν μὲν ἔξω, τὴν δ’ ἔνδον·
15. ὧν μεταξὺ κοιλότης τίς ἐστι λεία τε καὶ περιφερὴς,
16. ταῖς κατὰ τὰς τροχιλίας καλουμέναις ἐοικυῖα, περὶ ἣν αἱ
17. τοῦ πήχεως κινοῦνται κορῶναι. οἷ δ’ αὐτὴ τελευτᾷ, καθ’
1. ἑκάτερα βαθμίδες εἰσὶν, (οὕτω γὰρ Ἱπποκράτης ὀνομάζει τὰς
2. τοῦ βραχίονος κοιλότητας,) εἰς ἃς, ἐκτεινόντων τε καὶ καμπτόντων
3. ὅλας τὰς χεῖρας, ἐγκαταβαίνουσιν αἱ τοῦ πήχεως
4. κορῶναι. καὶ ὅρος γέ εἰσιν αὗται τῆς τελευταίας ἐκτάσεώς
5. τε καὶ κάμψεως. καὶ διὰ τοῦτο πρὸς τῆς φύσεως ἐγένοντο
6. τοιαῦταί τε καὶ τηλικαῦται, καὶ κατὰ τοῦτο μάλιστα τοῦ
7. βραχίονος τὴν θέσιν ἔχουσαι. ὅταν μὲν γὰρ τὸ πρόσθιον
8. κορωνὸν ἐξηγῆται τῆς κινήσεως, ἐπὶ ταῦτα καὶ ὁ πῆχυς
9. ὅλος περιάγεται καὶ κάμπτεται ἡ χείρ· ἡ γὰρ ἐπὶ τὰ ἔσω
10. τοῦ πήχεως κίνησις τὴν κάμψιν αὐτῆς ἐργάζεται· εἰ δὲ
11. ἐπὶ τὰ θάτερα περιάγεται ὁ πῆχυς, (γίγνεται δὲ τοῦτο, ὅταν
12. ἡ ὀπίσθιος κορώνη τῆς τοῦ πήχεως κινήσεως ἐξηγῆται,) ἐκτείνεται
13. τηνικαῦτα ἡ χείρ. εἰς ὅσον μὲν οὖν ἀκωλύτως
14. περὶ τὰ κυρτὰ τοῦ βραχίονος αἱ κορῶναι τοῦ πήχεως περιφέρονται,
15. κάμπτει μὲν ἡ ἐμπρόσθιος ὅλην τὴν διάρθρωσιν,
16. ἐκτείνει δ’ ἡ ὄπισθεν. ὅταν δ’ ἐπὶ τὰς βαθμίδας ἐξικόμεναι
17. κατ’ αὐτῶν ἑδρασθῶσιν, ἴσχονταί τε τοῦ πρόσω καὶ
18. τῆς κινήσεως αὐτῶν ἑκατέρου οὗτός ἐστιν ὅρος. εἰ δέ γε
1. μηδ’ ὅλως ἐγεγόνεισαν αἱ βαθμίδες, ἢ εἰ μείζους ἢ ἐλάσσους
2. τῶν νῦν οὐσῶν, εἰς πολλὰς ἐνεργείας αἱ χεῖρες ἐβλάπτοντο.
3. μηδ’ ὅλως μὲν γὰρ γινομένων, ἔκτασίς τ’ ἂν ἅπασα
4. καὶ κάμψις ἀπολώλει τελέως, προσπιπτόντων ταῖς κορώναις
5. τοῦ πήχεως τῶν κυρτῶν τοῦ βραχίονος· ἐλαττόνων
6. δ’, ἢ νῦν εἰσι, γενομένων, εἰς τοσοῦτον ἐκωλύετ’ ἂν ἡ τελεία
7. τῆς χειρὸς ἔκτασίς τε καὶ κάμψις, εἰς ὅσον θᾶσσον τοῦ
8. δέοντος ἔφθανον ἀπαντᾷν ταῖς κορώναις αἱ βαθμίδες. ὅτι δ’,
9. εἰ καὶ μείζους, ἢ νῦν εἰσιν, ἐγεγόνεισαν, ἢ καὶ τελέως διετέτρητο
10. τὸ τοῦ βραχίονος ὀστοῦν, ἀνεκλᾶτ’ ἂν οὕτως ὁ πῆχυς
11. εἰς τοὐπίσω τῆς τελείας ἐκτάσεως ἐπέκεινα, παντί που δῆλον.
12. ἀλλ’ εἰ τοῦτο, τῶν βιαίων τε καὶ σφοδρῶν ἔργων, ἐν
13. οἷς τῆς χειρὸς ἐκτεταμένης ἀκριβῶς χρῄζομεν, οὐδὲν ἂν οἷοί
14. τε ἦμεν ἐπιτελεῖν ἰσχυρῶς· ἀστήρικτός τε γὰρ οὕτω καὶ
15. χαλαρὰ παντελῶς ἡ τοῦ πήχεως ὀπίσθιος κορώνη μένουσα
16. ῥᾳδίως ἂν ἀπὸ τῆς τοῦ βραχίονος κυρτότητος ὠλίσθαινεν,
17. ἔβλαπτέ τε ἂν εἰς τοσοῦτον τὴν ῥώμην τῆς ἐνεργείας, εἰς
18. ὅσον καὶ αὐτὴ μετέπιπτεν. ἀλλ’ ὡς νῦν ἔχουσιν αἱ βαθμίδες
1. μεγέθους, ἀκριβοῦται μὲν ἡ ἔκτασις ὅλης τῆς χειρὸς, ἀκριβοῦται
2. δὲ καὶ ἡ κάμψις, ὡς μηδὲν μήθ’ ὑπερβάλλειν, μήτ’
3. ἐλλείπειν. ὅτι δὲ τὸ σχῆμα τῶν βαθμίδων ἐξωμοίωται ταῖς
4. ἐμβησομέναις κορώναις τοῦ βελτίονος ἕνεκα, πάρεστι καὶ
5. τοῦτο τῷ βουλομένῳ σκοπεῖν. ἄμεινον γὰρ ἦν δήπου σφίγγεσθαι
6. τὰς ἐξοχὰς ὑπὸ τῶν κοιλοτήτων ἀκριβῶς πανταχόθεν,
7. ὡς μηδεμίαν ἀπολείπεσθαι μεταξὺ χώραν κενήν. τοῦτο
8. δ’ οὐχ οἷόν τ’ ἦν ἄλλως γενέσθαι κάλλιον, ἢ ὡς νῦν ἔχει,
9. τῶν βαθμίδων ἑκατέρας ἀρχομένης μὲν ἀπὸ τοῦ πλατυτέρου
10. τοῦ ἄνω χείλους, τελευτώσης δ’ εἰς βραχὺ κομιδῇ τὸ κάτω
11. πέρας. ἀλλὰ καὶ τὸ κατ’ ὀλίγον αὐτὰς στενοχωρεῖσθαι ταῖς
12. ἐμβησομέναις κορώναις ἀνάλογον, ὡς μήτε τι στενοχωρεῖσθαι
13. μόριον αὐτῶν, μήτε χαλαρὸν εἶναι καὶ ἀστήρικτον,
14. οὐδ’ αὐτὸ δήπου μικρᾶς ἔχεται προνοίας. ὅτι δὲ
15. καὶ τὸ ταύτῃ ταχθῆναι τὰς κοιλότητας, ᾗ τοῦ πήχεως
16. ἔμελλεν ἀφίξεσθαι τὰ κορωνὰ κατὰ τὰς τελέας τε ἐκτάσεις
17. καὶ κάμψεις, τὸ τεχνικὸν τῆς θέσεως αὐτῶν ἐνδείκνυται,
18. παντί που καὶ τοῦτο πρόδηλον. ὅταν γὰρ μήτ’ ἐν ἄλλῳ τινὶ
1. μέρει τοῦ πήχεως εὑρεῖν ᾖ κοιλότητα μηδεμίαν, ἑκατέρα τε
2. τῶν εὑρισκομένων μὴ μάτην, μήθ’ ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐν
3. ἐπικαίρῳ φαίνηται τεταγμένη, πῶς οὐκ ἄν τις ἕνεκα τοῦ
4. βελτίονος αὐτὰς φαίη γεγονέναι; πρὸς γὰρ αὖ τῇ
5. θέσει καὶ τὸ μέγεθος αὐτῶν καὶ τὸ σχῆμα ἡ σύμπασα
6. φύσις οὕτως ἔχει χρηστῶς θ’ ἅμα καὶ ἀκριβῶς εἰς τὰς
7. ἐνεργείας τῆς χειρὸς, ὡς, εἰ καὶ βραχύ τις ὑπαλλάξειε, πηρὸν
8. ταύτῃ γενέσθαι τὸ κῶλον. ὅτι δὲ καὶ τὰ κορωνὰ τοῦ
9. πήχεως παγκάλως ἔχει κατασκευῆς, ἐνθένδ’ ἂν μάλιστα
10. μάθοις, εἰ λογίσαιο, βραχυτέρων αὐτῶν ἢ καὶ μακροτέρων
11. γενομένων, ἢ λοξοτέρων, ἢ εὐθυτέρων, ἢ κυρτοτέρων, ἢ
12. στρογγυλωτέρων, ἢ στενωτέρων, ἢ πλατυτέρων, ἢ ὅπως ἂν
13. ἄλλως μετακοσμηθέντων, εἰς ὅσον ἀναγκαῖόν ἐστι βλάπτεσθαι
14. τὰς ἐνεργείας τῆς ὅλης χειρός. εἰ γοῦν καθ’ ὑπόθεσιν
15. μακρότερα τῶν ὄντων γένοιτο, παντί που δῆλον, ὡς
16. πρωϊαίτερον ἐμπίπτοντα τῷ βραχίονι κωλύσουσί τι τῆς τελέας
17. ἐκτάσεώς τε καὶ κάμψεως. εἰ δ’ αὖ μικρότερα, τὸ μέν
1. πού τι καὶ ὁ πῆχυς ἀνακλάσεταί τε καὶ καμφθήσεται πρὸς
2. τοὐπίσω, τὸ δέ τι καὶ τῆς ἀσφαλείας ἀφαιρήσεται τῆς
3. καθ’ ὅλην διάρθρωσιν, ὥστε καὶ ῥᾳδίως ἐκπίπτειν τὸν
4. βραχίονα τοῦ πήχεως, ἐν μὲν ταῖς κάμψεσιν ὑπερβαίνοντα
5. τὴν ὀπίσθιον ἀπόφυσιν, ἐν δὲ ταῖς ἐκτάσεσι τὴν πρόσθιον.
6. ἀλλ’ εἰ καὶ στρογγυλώτερα τῶν νῦν ὄντων ἢ εὐθύτερα γένοιτο,
7. τὴν μεταξὺ τῶν τοῦ βραχίονος κονδύλων κοιλότητα τὴν
8. περιφερῆ χαλαρὰν ἀναγκαῖον ἀποδειχθῆναι πολλαχόθεν, καὶ
9. μηκέθ’ ὁμοίως, ὡς νῦν, ὁμιλεῖν ἐν χρωτὶ παντὶ ταῖς κορώναις.
10. ὥσπερ, εἰ καὶ στενώτερα γένοιτο, κατὰ πλατυτέρας ὀχούμενα
11. τῆς μέσης ἐν τῷ βραχίονι χώρας αὐτὰ πάλιν ἔσται χαλαρὰ,
12. καὶ οἷον ἐννηχόμενα περιφέροιτο ἂν εἰς τὰ πλάγια πολλάκις,
13. ὡς διαστρέφεσθαί τε τοῦ παντὸς πήχεως τὴν κατ’
14. εὐθὺ κίνησιν, ἀνερματίστους τε καὶ ἀστηρίκτους καὶ διὰ
15. τοῦτ’ ἀσθενεῖς τὰς τῆς ὅλης χειρὸς ἐνεργείας ἀποτελεῖσθαι.
16. ὥσπερ, εἰ καὶ πλατύτερα τῆς μέσης τοῦ βραχίονος ἐγεγένητο
17. χώρας, οὐκ ἂν ἐμβαίνειν εἰς αὐτὴν οἷά τ’ ἦν, ἀλλ’ ἐπὶ ταῖς
18. ἴτυσιν ἂν οὕτω τῶν κεφαλῶν ὠχεῖτο μετέωρα· νυνὶ δ’, ἴσου
1. τοῦ πλάτους αὐτῶν ἀκριβῶς ὑπάρχοντος τῇ τροχιλώδει χώρᾳ
2. τοῦ βραχίονος, σφίγγεται μὲν ἑκατέρωθεν ὑπὸ τῶν κονδύλων
3. ἑκάτερον αὐτῶν ἀσφαλῶς, παρεγκλῖναί τε εἰς τὸ πλάγιον
4. οὐδαμόσε δύναται, καὶ διὰ τοῦτ’ ἀσφαλῶς ἅμα καὶ
5. χρηστὴ ταῖς ἐνεργείαις ἡ διάρθρωσις ἐγένετο. τῶν δὲ τοῦ
6. βραχίονος κεφαλῶν ἡ μὲν ἔξωθεν ἡ μικροτέρα τῆς πρὸς
7. τὴν κερκίδα διαρθρώσεως ἕνεκα γέγονεν, ἡ δ’ ἔσωθεν ἡ
8. μείζων οὐδὲν ὀστοῦν ἔχει συνταττόμενον ἑαυτῇ. διὸ καὶ
9. προπετής ἐστιν ἐντὸς τῆς χειρὸς, καὶ γυμνὴ καὶ ἄσαρκος
10. φαίνεται βλέπουσί τε ἅμα καὶ ἁπτομένοις. ἀλλὰ περὶ μὲν
11. ταύτης οἰκειότερος ὁ λόγος τῇ τῶν ἀγγείων ἐξηγήσει τῶν
12. καθ’ ὅλον τὸ σῶμα πεφυκότων, οὐκ ἀρτηριῶν μόνον ἢ φλεβῶν,
13. ἀλλὰ καὶ νεύρων ἐπ’ αὐταῖς. ἔγνωκα γὰρ ἰδίᾳ περὶ
14. πάντων διελθεῖν ἅμα ἐπὶ προήκοντι τῷ λόγῳ, ὥστε καὶ
15. περὶ τῆς ἔνδον κεφαλῆς τοῦ βραχίονος ἐν ἐκείνοις εἰρήσεται.
16. καὶ γὰρ οὖν καὶ γέγονε τῆς ἐκείνων ἀσφαλείας ἕνεκα· χρῆται
17. δ’ ἐξ ἐπιμέτρου καὶ ταύτῃ πρὸς ἕτερόν τι χρηστὸν ἡ
18. φύσις, ἀνάπτουσα τῶν κατ’ εὐθὺ κειμένων αὐτῇ μυῶν
1. τῶν ἐντὸς τοῦ πήχεως ἐνταυθοῖ τὰς κεφαλάς. περὶ
2. δὲ τῆς ἐκτὸς ἐν τῷδε τῷ λόγῳ ῥητέον, ὡς ἡ κερκὶς αὐτῇ
3. περιβέβηκε γληνοειδεῖ κοιλότητι, τὰς ἐπιστροφὰς τῆς ὅλης
4. χειρὸς οἰακίζουσα· καὶ μὲν δὴ καὶ ὡς σύνδεσμοί τινες ὑμενώδεις
5. ἰσχυροὶ, κατὰ τὰς τῶν ἐπιφύσεων χώρας ἀνίσχοντες,
6. συνάπτουσί τε καὶ σφίγγουσι κυκλοτερῶς περικείμενοι τὴν
7. διάρθρωσιν ὅλην, ὡς μήτ’ ἐκπίπτειν ῥᾳδίως τὴν κεφαλὴν
8. τοῦ βραχίονος ἐκ τῆς ὑποκειμένης κοιλότητος, καίτοι γε
9. ἐπιπολαίου τε καὶ ἀβαθοῦς ὑπαρχούσης, μήτ’ ἐμποδίζεσθαι
10. πρὸς τὰς ἐνεργείας· ἡ γὰρ δὴ τῶν συνδέσμων οὐσία τοῖς
11. ἕλκουσι συνεκτείνεσθαι μέχρι πλείστου πεφυκυῖα πρὸς οὐδεμίαν
12. ἀντιλέγει κίνησιν. ἡ δ’ αὐτὴ φύσις τε καὶ χρεία
13. τῶν συνδέσμων ἐστὶ καὶ περὶ τὰς ἄλλας ἁπάσας διαρθρώσεις·
14. οὐδεμία γὰρ αὐτῶν ἄμοιρός ἐστι τὸ πάμπαν συνδέσμων,
15. ἀλλ’ ἤτοι πλεόνων τε καὶ ἰσχυροτέρων, ἢ ἐλαττόνων
16. τε καὶ ἀσθενεστέρων ἅπασαι δ’ οὖν μετειλήφασιν,
17. οὐδ’ αὐτὸ τοῦτο τῆς φύσεως ὡς ἔτυχεν ἐργαζομένης, ἀλλ’
18. εἰς ὅσον χρὴ φρουρεῖσθαί τε βεβαίως ἡ διάρθρωσις κινεῖσθαί
1. τε ἀκωλύτως, εἰς τοσοῦτον καὶ τὴν ἰσχὺν αὐτῶν
2. καὶ τὸ πλῆθος προαγούσης· οὔτε γὰρ ἐνδεὲς οὐδὲν, οὔτε
3. περιττὸν καὶ μάταιον ἐργάζεσθαι φιλεῖ. ταῦτ’ ἄρα καὶ τοῖς
4. ἄλλοις ἅπασιν ἄρθροις καὶ τῷ κατὰ τὴν κερκίδα, περὶ οὗ
5. νῦν ὁ λόγος, οὐχ ἥκιστα τῶν ἄλλων ἱκανοὺς συνδέσμους
6. περιέφυσε, τῇ χρείᾳ μετρήσασα τό τε πάχος αὐτῶν καὶ τὸ
7. πλῆθος. οὕτω δὲ καὶ τῇ τοῦ πήχεως πρὸς τὸν βραχίονα
8. διαρθρώσει συνδέσμους ἰσχυροὺς περιέφυσε, καίτοι γε
9. ἀσφαλῶς ἐχούσῃ τῇ διαρθρώσει, τὴν σφοδρότητα τῶν κατ’
10. αὐτὸν κινήσεων εὐλαβηθεῖσα, καὶ αὐτὴν τὴν κερκίδα τῷ πήχει
11. συνῆψε καθ’ ἑκάτερον τῶν περάτων εὐρώστοις συνδέσμοις.
12. ἀλλὰ περὶ μὲν τῆς κατὰ τὸν ἀγκῶνα διαρθρώσεως
13. ἀρκεῖ καὶ ταῦτα. περὶ δὲ τῶν ὑπολοίπων τῆς ὅλης χειρὸς
14. μορίων ἑξῆς ῥητέον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 2.15, ed. Kühn, 1822, vol. 3, p. 142-150. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩