Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.16, ed. Kühn, 1822, vol. 3, p. 150-159. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.16

15. Ὑπόλοιπα δ’ ἐστὶ τὰ κατὰ τὸν βραχίονα,
16. τέτταρες μὲν μύες, ὀστοῦ δὲ ἕν· ὑπὲρ γὰρ τῶν νεύρων τῶν
17. τῇδε καὶ τῶν ἀρτηριῶν καὶ τῶν φλεβῶν ὡσαύτως, ὅταν
18. ὑπὲρ πάντων τῶν ἀγγείων τῶν καθ’ ὅλον τὸ σῶμα ποιῶμαι
1. τὸν λόγον, τηνικαῦτα γεγράψεται. τὸ τοίνυν ὀστοῦν τοῦ
2. βραχίονος εὐλόγως ἐν μὲν τοῖς ἔξω μέρεσι κυρτότερόν ἐστιν,
3. ἐν δὲ τῷ ἔσω σιμότερον. ἄμεινον γὰρ ἦν, ὡς καὶ κατ’
4. ἀρχὰς εὐθὺς ἐλέχθη, πρὸς ἀλλήλας ἐστράφθαι τὰς χεῖρας·
5. εἰ δὲ τοῦτο, τὰ μὲν κοῖλα τῶν ὀστῶν εἰς ἄλληλα βλέπειν
6. βέλτιον ἦν, ἀπεστράφθαι δ’ αὐτῶν πρὸς τοὐκτὸς τὰς κυρτότητας.
7. εὐθὺς δ’ ἡ τοιαύτη κατασκευὴ καὶ περιλαμβάνειν
8. τὰ κυρτὰ σώματα τοὺς βραχίονας ἐπιτηδειοτέρους ἐποίησε,
9. μετὰ τοῦ καὶ χώρας τοῖς εἰς ὅλας τὰς χεῖρας φερομένοις ἀγγείοις
10. παρεσκευάσθαι. ὅτι δὲ καὶ τοῖς τὸν πῆχυν κινοῦσι
11. μυσὶν ἄμεινον ἦν ἐσκεπάσθαι τὸ τοῦ βραχίονος ὀστοῦν,
12. δεόμενόν γε προβλήματός τινος καὶ στεγάσματος, οὐ πρὸς
13. κρύος καὶ θάλπος μόνον, ἀλλ’ οὐδὲν ἧττον κᾀν ταῖς πρὸς
14. τὰ σκληρὰ τῶν σωμάτων ὁμιλίαις, εὔδηλον οἶμαι καὶ τοῦτο
15. ὑπάρχειν. οὐ γὰρ ἱκανὸν ἦν τὸ δέρμα μόνον ἄνευ τῶν
16. σαρκῶν πρὸς οὐδὲν τούτων ἀντέχειν. ὅτι δ’ αἱ σάρκες μόρια
17. τῶν μυῶν εἰσιν, ἅπασι μὲν εἴρηται σχεδὸν τοῖς ἀνατομικοῖς,
18. ὥσπερ οὖν καὶ ἡμῖν ἐν τοῖς περὶ κινήσεως αὐτῶν·
1. οὐ μὴν οὔτε τὸν τρόπον ἀκριβῶς τῆς πρὸς τὰ νεῦρά τε
2. καὶ τοὺς συνδέσμους αὐτῶν πλοκῆς ἐμνημόνευσαν,
3. οὔτε τὴν χρείαν ἐξηγήσαντο. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ
4. προήκοντι τῷ λόγῳ σκεψόμεθα, τὸ δ’ ὁμολογούμενόν τε
5. ἅμα καὶ φαινόμενον ἐν ταῖς διαιρέσεσιν ἀρκεῖ πρός γε τὰ
6. παρόντα, τὸ τὰς σάρκας ἐν τῇ τῶν μυῶν οὐσίᾳ περιέχεσθαι.
7. δεόμενος οὖν ἐσκεπάσθαι πανταχόθεν ὁ βραχίων ταῖς σαρξὶν,
8. ἀλλὰ καὶ τοὺς τὸν πῆχυν κινήσοντας μῦς ἐφ’ ἑαυτοῦ
9. τεταγμένους ἐξ ἀνάγκης ἔχειν, οὐκ ἰδίᾳ μὲν σάρκας ἀργὰς,
10. ἰδίᾳ δὲ τοὺς μῦς, ἀλλ’ ἐν τούτοις καὶ τὰς σάρκας ἐκτήσατο.
11. δυοῖν δ’ οὐσῶν τῷ πήχει κινήσεων, ἐκτάσεώς τε καὶ
12. κάμψεως, ἀναγκαῖον ἦν, ἔνδοθεν μὲν τὸν τῆς κάμψεως
13. ἡγεμόνα μῦν, ἔξωθεν δὲ τὸν τῆς ἐκτάσεως τετάχθαι.
14. ἀλλ’ εἰ τοῦτο, τὰ μεταξὺ μέρη τοῦ βραχίονος ἅπαντα, τὰ
15. ἄνω δηλονότι καὶ τὰ κάτω, γυμνὰ τελέως κατελείπετο,
16. μηδενὸς αὐτοῖς ἐπιβληθέντος μυός. ἢ τοίνυν ἐχρῆν αὐτὰ
17. περιϊδεῖν εὐπαθῆ τελέως ὑπὸ γυμνότητος, ἢ σάρκας ἀργὰς
1. ἐπιφῦσαι τοῖς κώλοις, οὐδὲν μόριον ἐσομένας τῶν μυῶν.
2. ἀλλ’ ἑκάτερον ὀλίγωρόν τε καὶ οὐ δι’ ἔθους τῇ φύσει. ταῦτ’
3. ἄρα πρὸς τὸ μήτ’ ἀργήν τινα γεννῆσαι σάρκα, μήτ’ ἀφρούρητόν
4. τι καὶ γυμνὸν ἀπολείπειν τοῦ κώλου μόριον, ἰσχυροτέρας
5. ἅμα καὶ ἀσφαλεστέρας τὰς κινήσεις ἀπειργάσατο,
6. διπλασιάσασα τὸ πλῆθος τῶν μυῶν. ὅτι μὲν οὖν ἰσχυρότερον
7. οἱ τέτταρες τῶν δύο τείνουσιν, ἄντικρυς δῆλον· ὅτι δὲ
8. καὶ ἀσφαλέστερον, οὐδ’ αὐτὸ μακροῦ δεῖται λόγου. δύο
9. γὰρ ἀνθ’ ἑνὸς ἑκάτερος αὐτῶν γενόμενος, κᾂν ὁ ἕτερός
10. ποτε πάθῃ, κινεῖν ὁ λοιπὸς ἱκανός ἐστι τὸ κῶλον. ἀλλ’ εἰ
11. μὲν διττοὺς μόνον εἰργάσατο τοὺς μῦς, ἀλλήλοις δ’ ἔθηκεν
12. ἐπικειμένους, ἰσχὺν μὲν ἂν οὕτω καὶ ἀσφάλειαν ἐξεπορίσατο
13. ταῖς κινήσεσιν, οὐ μὴν ἐσκέπασεν ἂν ἔτι τὰς μεταξὺ
14. χώρας τοῦ βραχίονος· ἐπεὶ δ’ ἕκαστον αὐτῶν λοξὸν ἐπὶ τοῦ
15. κώλου κατέθετο, τῷ Χ γράμματι παραπλησίως ἀλλήλους
16. τέμνοντας πρὸς ταῖς εἰρημέναις χώραις, ἔτι καὶ τὸ ἐσκεπάσθαι
17. πανταχόθεν ὑπῆρξε τῷ βραχίονι. καὶ μὴν εἴ γε
18. τὰς κατ’ εὐθὺ κινήσεις ἔμελλον κινήσειν τὸ κῶλον, ἐκτείνοντές
1. τε καὶ κάμπτοντες τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, οὐ
2. μόνον οὐδὲν ἦν ἂν ὄφελος ἡ λοξὴ θέσις αὐτοῖς, ἀλλὰ καὶ
3. πᾶν τοὐναντίον ἔπραττεν ἄν. ἢ αὐτὸ δὴ τοῦτο μέγιστον
4. θαῦμα τῆς κατασκευῆς αὐτῶν ἐστιν, ὅτι διτταῖς κινήσεσι
5. λοξαῖς μίαν εὐθεῖαν ἀπεργάζονται, καθάπερ οἱ τὸν καρπὸν
6. κινοῦντες τένοντες; ἀρχομένου γὰρ τοῦ μὲν ἑτέρου τῶν τὸν
7. πῆχυν καμπτόντων μυῶν ἀπὸ τῶν ἔνδον μερῶν τοῦ κατὰ
8. τὸν ὦμον χωρίου, φερομένου δ’ ἐντεῦθεν ἐπὶ τὰ πρόσω τοῦ
9. βραχίονος, τοῦ δ’ ἑτέρου τοῦ μικροτέρου τὴν μὲν ἔκφυσιν
10. ἐκ τῶν ἔξω μορίων τοῦ βραχίονος ἴσχοντος, εἴσω δ’ ἐντεῦθεν
11. ἀτρέμα ἐπιστρεφομένου, πρόδηλος μὲν καὶ ἡ θέσις
12. αὐτῷ, ὡς τῷ Χ γράμματι παραπλησίως καθίσταται, πρόδηλος
13. δὲ καὶ ἡ τῆς κινήσεως λοξότης. τοῦ μὲν γὰρ μείζονος
14. μυὸς ἐνεργήσαντος, ἡ ἄκρα χεὶρ ψαύει τῶν ἔνδον χωρίων
15. τοῦ κατὰ τὸν ὦμον ἄρθρου, τοῦ δ’ ἐλάττονος, τῶν ἀντικειμένων
16. τῶν ἔξωθεν. ἔξεστι δέ σοι καὶ ταῦτα πρῶτον
17. μὲν ἐπὶ πιθήκων ἐξετάζειν, γυμνοῦντί τε τὸν βραχίονα καὶ
18. τείνοντι τὰς καταφύσεις, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν
19. ἐλέγομεν, ἔπειτα δὲ καὶ ἐφ’ ἡμῶν αὐτῶν πρὸ τῆς
1. ἀνατομῆς. ἀκινήτως γὰρ τὰς ἄλλας ἁπάσας διαρθρώσεις
2. τῆς ὅλης χειρὸς φυλάττων, μόνην δὲ τὴν τοῦ πήχεως πρὸς
3. τὸν βραχίονα κινῶν, οὐκ ἄν ποτ’ ἐξωτέρω τῶν εἰρημένων
4. χωρίων ἐνεγκεῖν ἄκραν τὴν χεῖρα. κατὰ δὲ τὸν αὐτὸν τρόπον
5. καὶ τοὺς ὀπίσω τοῦ βραχίονος μῦς εὑρήσεις πεφυκότας,
6. ἀντιτεταγμένον ἑκάτερον ἑκατέρῳ τῶν ἐντός· ἄμφω μὲν γὰρ
7. εἰς τὸν ἀγκῶνα καταφύονται, ἀλλὰ τοῦ μὲν τὸ πλεῖστον
8. μέρος εἰς τἀντὸς χωρία αὐτοῦ, τοῦ δὲ εἰς τἀκτός· καὶ
9. τοῦ μὲν προτέρου τῶν εἰρημένων αἱ ἄνωθεν ἐκφύσεις ἐν
10. τοῖς ἐντὸς μᾶλλον τοῦ βραχίονος, θατέρου δ’ ἐν τοῖς ὄπισθεν.
11. ἀλλ’, ὅπερ ἐδείχθη κατ’ ἀρχὰς εὐθὺς ἁπάσης τῆς
12. πραγματείας, οὐκ ἔστιν ὀρθῶς ἐξευρεῖν χρείαν οὐδενὸς μορίου
13. πρὸ τῆς ἐνεργείας. ἀγνοοῦντες οὖν οἱ πολλοὶ τῶν ἰατρῶν
14. τὰς ἐνεργείας τῶν πλείστων μορίων, ἔνιοι δ’ αὐτῶν
15. καὶ τὰς κατασκευὰς αὐτὰς, εὐλόγως οὐδὲ περὶ τῆς χρείας
16. οὐδὲν ὑγιὲς ἐπίστανται. ἀρκεῖν γὰρ δὴ αὐτοῖς δοκεῖ τό γε
17. τοσοῦτον γινώσκειν, ὡς δύο μέν εἰσιν οἱ κάμπτοντες τὸν
18. πῆχυν μύες, δύο δ’ οἱ ἐκτείνοντες· ὅθεν δ’ ἑκάτερος αὐτῶν
1. ἄρχεται, καὶ ὅποι τελευτᾷ, περίεργον εἶναί φασι πολυπραγμονεῖν.
2. εἶτά πού τις αὐτῶν συνεπισκοπούμενος ἡμῖν
3. νεανίσκον, ἐν τῷ κάμπτειν τὸν πῆχυν τοῖς μὲν ἐντὸς μέρεσι
4. τοῦ κατὰ τὸν ὦμον τόπου τὴν χεῖρα προσάγειν δυνάμενον,
5. ἀδυνατοῦντα δὲ τοῖς ἐκτὸς, οὔθ’, ὅτου μυὸς εἴη τὸ
6. πάθημα, διαγινώσκειν οἷός τ’ ἦν, οὔθ’ ὅλως ἐγίνωσκε τῷ
7. μὲν τῆς κερκίδος ὀστῷ τὸν μείζονα, τῷ δὲ τοῦ πήχεως τὸν
8. ἐλάττονα καταφυόμενον, ἀλλ’ εἰς τὸ μέσον αὐτῶν ἀμφοτέρους
9. τοὺς μῦς ᾤετο καθήκειν. πῶς ἂν οὖν ὁ τοιοῦτος
10. ἐξεῦρε τὴν χρείαν τῆς θέσεως αὐτῶν, ὅς γε μηδ’ αὐτὴν ἐγίνωσκε
11. τὴν θέσιν; ὅπου δὲ τὴν θέσιν οὐκ ἠπίστατο, δῆλον
12. ὡς οὐδὲ τὴν ἐνέργειαν. ἀλλ’ οἵ γε δύο μύες οὗτοι κατ’
13. εὐθὺ μὲν ἀκριβῶς κάμπτουσι τὸν πῆχυν ἀμφότεροι τείνοντες·
14. εἰ δ’ ὁ μὲν αὐτῶν ἐνεργήσειεν, ὁ δ’ ἀργήσειε, βραχὺ
15. τῆς εὐθύτητος ἐφ’ ἑκάτερα παρατρέπουσιν, ὡς εἴρηται. οὐ
16. χρὴ δὲ θαυμάζειν, εἰ θάτερον τῶν ὀστῶν ἑκάτερος αὐτῶν
17. ἐπισπώμενος, ὁ μὲν τὸ τοῦ πήχεως, ὁ δὲ τὸ τῆς κερκίδος,
1. οὐδὲν ἧττον καὶ τὸ λοιπὸν συνεπισπᾶται, συνημμένων γε δὴ
2. πανταχόθεν αὐτῶν ἰσχυροῖς καὶ πολλοῖς συνδέσμοις. εἰς
3. μὲν γὰρ τὸ πλάγιον ἐπιστρέφειν τὴν κερκίδα μόνην δυνατὸν
4. τοῖς ἐπὶ τοῦ πήχεως τεταγμένοις μυσὶν, ὅτι τε βραχεῖα
5. παντελῶς ἡ κίνησις, καὶ ὅτι κατὰ πολλὰς λαβὰς ἕλκουσι.
6. τῷ δὲ ἐκ τοῦ βραχίονος ὀρθῶς φερομένῳ, καὶ δι’
7. ἑνὸς τένοντος ἐπισπωμένῳ, καὶ μεγάλην οὕτως ἐργαζομένῳ
8. τὴν ὅλην τοῦ μέλους κίνησιν, ὡς τοὺς δακτύλους ἐπὶ ὦμον
9. ἀνιέναι, θαυμαστὸν οὐδὲν οὐδ’ ἀδύνατον τῷ κινουμένῳ
10. τῶν ὀστῶν συγκινῆσαι καὶ τὸ λοιπὸν, καὶ μάλισθ’ ὅτι
11. τῆς ἀπονευρώσεως αὐτοῦ καταφύεταί τις μοῖρα τοῖς κοινοῖς
12. ἀμφοτέρων τῶν ὀστῶν συνδέσμοις. ταῦτ’ οὖν οὕτω τεχνικῶς
13. μεμηχάνηται τῇ φύσει, καὶ τῶν μυῶν ἑκάτερος, ὁ μὲν ἕτερος
14. μείζων, ὁ δ’ ἕτερος ἐλάττων εὐλόγως ἐγένετο. πολλάκις
15. γὰρ ἤδη καὶ πρόσθεν εἴρηται, τῶν ἐν ταῖς χερσὶ κινήσεων
16. πλεονεκτεῖν τὰς ἔνδον. ἐπεὶ τοίνυν ἐφ’ ἑκάτερα τῆς
17. ἀκριβοῦς εὐθύτητος ἑκάτερος αὐτῶν ἔκαμπτε τὸν πῆχυν,
18. εὔλογον ἦν ἰσχυρότερον γενέσθαι τὸν ἔσω μᾶλλον ἢ τὸν
1. ἔξω κινοῦντα, εὔλογον δὲ καὶ τῶν ἀντιτεταγμένων αὐτοῖς
2. ἑκάτερον ἑκατέρῳ γενέσθαι παραπλήσιον, ὡς, εἴ γε τῷ μὲν
3. μείζονι τῶν ἐντὸς τὸν ἐλάττονα τῶν ἔξωθεν ἀντέταξε, τῷ
4. δ’ ἐλάττονι τὸν μείζονα, δεόντως ἂν ἀτεχνίας ἐνεκαλεῖτο.
5. ἀλλ’ οὔτ’ ἐνταῦθα τοιοῦτον οὐδὲν, οὔτ’ ἐν ἄλλῳ τινὶ μορίῳ
6. φαίνεται γεγονός· ἀλλ’ εἴ περ τις καὶ ἄλλος ποτὲ δημιουργὸς
7. ἰσότητός τε καὶ ἀναλογίας πολλὴν ἐποιήσατο πρόνοιαν,
8. καὶ ἡ τὰ σώματα τῶν ζώων διαπλάττουσα φύσις· ὅθεν ὁ
9. Ἱπποκράτης ὀρθότατα δικαίαν ὀνομάζει. πῶς γὰρ οὐ ταῦτα
10. δίκαια, καὶ τὸ μείζονας εἶναι τοὺς ἐπὶ τοῦ βραχίονος μῦς
11. τῶν ἐπὶ τοῦ πήχεως; οἱ μὲν γὰρ τὸν πῆχυν, οἱ δὲ τὸν
12. καρπὸν καὶ τοὺς δακτύλους κινοῦσιν· ὥσθ’, ὅσῳ τὰ
13. κινηθησόμενα μόρια διαφέρει μεγέθει, τοσούτῳ καὶ οἱ κινοῦντες
14. αὐτὰ μύες. ἀνάλογον δὲ τοῖς μυσὶν ἀναγκαῖον ἔχειν
15. καὶ τοὺς ὄγκους τῶν ὑποκειμένων αὐτοῖς ὀστῶν, ὥστε καὶ
16. βραχίων τοῦ πήχεως διὰ ταῦτα μείζων ἐγένετο, διὰ ταὐτὰ
17. δὲ ταῦτα καὶ ὁ μηρὸς τῆς κνήμης. ἀλλ’ εἰ πρὸς τοῖς μεγέθεσιν
18. ἀκοίλιά τε καὶ ἀμύελα καὶ σκληρὰ καὶ πυκνὰ
1. τελέως ἐγεγόνει, βάρος ἂν ἦν τοῖς κώλοις μέγιστον. ταῦτ’
2. ἄρα χαυνότερά τε καὶ σηραγγωδέστερα καὶ κοιλότερα γέγονεν
3. ἁπάντων τῶν μικροτέρων ὀστῶν τὰ μείζω. καταχρῆται
4. δὲ κᾀνταῦθα τῇ κοιλότητι καλῶς ἡ φύσις· ἐναποτίθεται
5. γὰρ αὐτῇ τὴν οἰκείαν ὀστοῦ τροφὴν, ἥνπερ δὴ μυελὸν
6. ὀνομάζομεν. ἀλλὰ περὶ μὲν δὴ τούτου καὶ αὖθις
7. εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image