8. Διὰ τί δὲ ἓν μὲν ὀστοῦν ἐν τῷ βραχίονι,
9. δύο δ’ ἐν τῷ πήχει κατεσκευάσατο, λέγειν ἑπόμενον ἂν εἴη.
10. προηγεῖται δὲ τούτου κοινός τις λόγος ὑπὲρ ἁπασῶν διαρθρώσεων.
11. εἴρηται μὲν οὖν καὶ πρόσθεν, ὡς οὐ μόνον, ἧς
12. ἕνεκα γέγονεν ἐνεργείας ἕκαστον τῶν ὀργάνων, ἐπιτηδείους
13. ἐκείνῃ τὰς ἰδέας ἀπεργάζεται τῶν ἐν αὐτοῖς μορίων ἡ φύσις,
14. ἀλλὰ καὶ τῆς δυσπαθείας οὐδὲν ἧττον προνοεῖται· δειχθήσεται
15. δὲ καὶ νῦν ταὐτὸ τοῦτο ἐπὶ τῶν διαρθρώσεων. ἔνθα
16. μὲν γὰρ ἡ κίνησις αὐτῶν ἰσχυραῖς καὶ πολλαῖς ἐνεργείαις
17. ὑπηρετήσειν ἔμελλε, καὶ δέος ἦν ὑπὸ βίας αὐτῶν ἐξάρθρωσίν
18. τινα γενέσθαι, πανταχόθεν ἡ τοιαύτη διάρθρωσις
1. ἔσφιγκταί τε καὶ συνέχεται, πολλοῖς μὲν ἔξωθεν συνδέσμοις
2. παχέσιν, οὐχ ὑμενώδεσι μόνον, ἀλλὰ καὶ στρογγύλοις, καὶ
3. χονδρώδεσιν ἐστεφανωμένη, τὰς δ’ ἐξοχὰς τὰς ἐμβαινούσας
4. ταῖς κοιλότησιν ἅμα μὲν ἴσας αὐταῖς, ὡς μηδαμόθεν χαλαρὸν
5. εἶναι μηδὲν, ἅμα δ’ ἔξωθεν ἄμβωσί τισι καὶ οἷον
6. ὀφρύσιν ἀκριβῶς ἔχουσα κρατουμένας. ἔνθα δ’ ὀλίγων μὲν
7. καὶ ἀβιάστων ἐνεργειῶν ἕνεκα γέγονεν ἡ διάρθρωσις, ἐνταῦθ’
8. ἡ φύσις, ὡς ἂν μηδὲν ἔτι δεδοικυῖα, λεπτοὺς μὲν
9. καὶ ὑμενώδεις τοὺς συνδέσμους, χαλαρὰν δὲ πάντη τὴν ὅλην
10. τῶν ὀστῶν ἀπεργάζεται σύνταξιν. ὅτι μὲν οὖν ἔχουσι τοιοῦτον
11. τὸν τρόπον ἅπασαι αἱ καθ’ ὅλον τὸ σῶμα διαρθρώσεις,
12. ὑπομνήσει προϊὼν ὁ λόγος ἐφ’ ἑκάστου τῶν μελῶν·
13. ὅτι δ’ αἱ κατὰ τὰς χεῖρας, ὑπὲρ ὧν πρόκειται λέγειν, ἤδη
14. πάρεστι σκοπεῖν. ἰσχυροτάτας μὲν γὰρ καὶ πλείστας ἐνεργείας
15. ἐνεργοῦμεν, τήν τε κατὰ τὸν καρπὸν καὶ τὴν κατὰ
16. τὸν ἀγκῶνα κινοῦντες διάρθρωσιν· ὅθεν ἀσφαλεῖς ἐγένοντο
17. κατά τε τὰς συντάξεις αὐτὰς τῶν ὀστῶν καὶ κατὰ τοὺς
1. ἔξωθεν αὐτὰς συνάπτοντας συνδέσμους, οὐ παχεῖς μόνον,
2. ἀλλὰ καὶ σκληροὺς πανταχόθεν γενομένους. ἡ δὲ κατὰ τὸν
3. ὦμον διάρθρωσις, ὡς ἂν ὀλιγάκις μὲν εἰς ἰσχυρὰς ἐνεργείας
4. ἀγομένη, τὰ πολλὰ δ’ ἤτοι τελέως ἀργοῦσα, ἢ ἀβιάστως
5. κινουμένη, χαλαρὰν μὲν καὶ αὐτῶν τῶν ὀστῶν ἔχει τὴν σύνθεσιν,ὔ
6. ἔτι δὲ μᾶλλον τῶν ἀμφ’ αὐτὰ ὑμένων· οὔτε γὰρ χονδρώδεις
7. αὐτοὺς, οὔτε παχεῖς, οὔθ’ ὅλως σκληροὺς, ἀλλ’
8. ἱκανῶς λεπτούς τε καὶ μαλακοὺς καὶ ῥᾳδίως ἐπὶ πλεῖστον
9. ἐκτείνεσθαι δυναμένους ἡ φύσις ἀπειργάσατο. ἐν δὲ ταῖς
10. κατὰ τὸν ἀγκῶνα καὶ τὸν καρπὸν διαρθρώσεσιν οὐ παχεῖς
11. μόνον, ἀλλὰ καὶ σκληροί τινες ἐγένοντο σύνδεσμοι, πανταχόθεν
12. ἀντισπῶντές τε καὶ κωλύοντες ἐπὶ πλεῖστον ἀλλήλων
13. ἀπάγεσθαι καὶ διΐστασθαι τὰ κατὰ τὰς διαρθρώσεις ὀστᾶ.
14. διὸ, καίτοι πολλάκις ἀναγκαζόμενα βιαίως ἐνεργεῖν,
15. ὅμως ἧττον ἐξαρθρώσεσιν ἁλίσκεται τοῦ κατὰ τὸν ὦμον
16. ἄρθρου. οὔτε γὰρ οἷόν τε παραλλάξαι τι τῶν ὀστῶν ἄνευ
17. τοῦ διαστῆναι μέχρι πλείστου, τὸ διΐστασθαι δ’ ἐπὶ πλεῖστον
18. ἔκ τε τῆς τῶν συνδέσμων ἀσθενείας καὶ χαλαρότητος
1. γίνεται, καὶ ἐξ αὐτῆς τῶν ὀστῶν τῆς συνθέσεως, ὅταν αἱ
2. τῶν κοτυλῶν ἴτυες ὕπτιαι κατασκευασθῶσι, μηδεμίαν ὀφρὺν
3. λαβοῦσαι μηδαμόθεν. καὶ μὲν δὴ καὶ τῶν ἐχουσῶν ἄμβωνάς
4. τινας κοτυλῶν ἐν βιαίαις κινήσεσι περιθραυσθεῖσαι
5. πολλάκις αἱ τῶν ὀφρύων ἴτυες οὐκ ἐν τῷ παραυτίκα μόνον
6. ἐκπεσεῖν τοῖς ἄρθροις, ἀλλὰ καὶ τοῦ λοιποῦ χρόνου παντὸς
7. συνεχῶς τοῦτο πάσχειν ἐπιτρέπουσιν. ᾧ δῆλον, ὡς εἰς τὸ μὴ
8. ῥᾳδίως ἐξαρθρεῖν οὐ μικρὰν ἔχει μοῖραν ἡ τῆς διαρθρώσεως
9. ἀκρίβεια. τί ποτ’ οὖν οὐ πάσας τὰς διαρθρώσεις ἡ φύσις
10. ἀσφαλεῖς κατεσκεύασεν; ὅτι μάχην εἶχεν ἀναγκαίαν ἡ ποικιλία
11. τῶν κινήσεων τῇ τῆς κατασκευῆς ἀσφαλείᾳ, καὶ οὐχ οἷόν
12. τ’ ἦν εἰς ταὐτὸν ἀμφοτέρας ἅμα συνελθεῖν· ἕπεται γὰρ ἡ
13. μὲν τῷ χαλαρῷ τῆς διαρθρώσεως, ἡ δὲ τῷ συντόνῳ τε καὶ
14. πανταχόθεν ἐσφιγμένῳ. ἔνθα μὲν οὖν ἀκίνδυνός ἐστιν ἡ
15. ποικιλία, περιττὸν ἐνταῦθα καὶ μάταιον ἦν ἐπιτεχνάσασθαί
16. τι πρὸς ἀσφάλειαν· ἔνθα δ’ ἐπικίνδυνός τε καὶ σφαλερὰ,
17. τὴν δυσπάθειαν ταύτης προείλετο. καὶ τοίνυν ἐν τοῖς κατὰ
1. τὸν ἀγκῶνά τε καὶ τὸν καρπὸν ἄρθροις τῆς δυσπαθείας
2. πλέον ἢ τῆς ποικιλίας προνοησαμένη, καὶ κινδυνεύσασα
3. διὰ τὸ μονοειδὲς τῆς κινήσεως κυλλῷ παραπλήσιον ἀποφῇναι
4. τὸ κῶλον, ἑκατέρῳ τῶν ἄρθρων προσπαρέθηκε
5. διάρθρωσιν ὑπηρετήσουσαν ταῖς εἰς τὰ πλάγια κινήσεσιν.
6. ἐν μὲν γὰρ τῇ κατὰ τὸν ὦμον οὐ μόνον ἐκτείνειν καὶ
7. κάμπτειν, ἀλλὰ καὶ πανταχόσε κυκλοτερῶς περιάγειν ἐγχωρεῖ
8. τὸν βραχίονα· καὶ γὰρ καὶ ἡ κεφαλὴ περιφερὴς αὐτοῦ,
9. καὶ οἱ σύνδεσμοι χαλαροὶ, καὶ ἡ τοῦ τῆς ὠμοπλάτης αὐχένος
10. κοιλότης ὑπτία τε καὶ πανταχόθεν ὁμοία παραπλησίως
11. τῇ κεφαλῇ· τὰ δὲ κατὰ τὸν ἀγκῶνα καὶ τὸν καρπὸν ἄρθρα,
12. πανταχόθεν ἐσφιγμένα, ποικίλως κινεῖν καὶ πάντη περιφέρειν
13. ἀδύνατον ἦν. ὅθεν, ἐπειδὴ τοῦτο μὲν ἀδύνατον, οὐκ ἐχρῆν
14. δὲ οὐδὲ τῆς ποικιλίας τῶν κινήσεων ἀμελῆσαι παντάπασιν,
15. διττὴν εἰργάσατο κατ’ ἀμφότερα τὴν διάρθρωσιν, ἵν’ ὅπερ
16. ἑκατέρᾳ κατὰ μόνας ἐνδεῖ, τοῦθ’ ὑπὸ τῆς ἑτέρας προϊούσης
17. ἀναπληρῶται. τὰς γὰρ εἰς τὰ πλάγια περιφορὰς τῶν μελῶν
18. ἄνω μὲν ἡ τῆς κερκίδος πρὸς τὸν βραχίονα διάρθρωσις
19. ἐργάζεται, κάτω δ’ ἡ τοῦ καρποῦ πρὸς τὴν λεπτὴν
1. ἀπόφυσιν τοῦ πήχεως. ἡ μέντοι καθ’ ἕκαστον τῶν ἐν τοῖς
2. δακτύλοις ὀστῶν διάρθρωσις ἔχει μὲν καὶ αὐτὴ τὰς εἰς τὸ
3. πλάγιον κινήσεις, ὥσπερ ἡ κατ’ ὦμον, οὐ μὴν ὁμοίως γε
4. ἐπὶ πολὺ περιαγούσας, καίτοι τῶν περικειμένων αὐτοῖς
5. συνδέσμων ὑμενωδῶν τε καὶ λεπτῶν ὑπαρχόντων· ἀλλ’ ἡ τῶν
6. ὀστῶν διάπλασις ἑτεροία τῆς κατ’ ὦμον. οὔτε γὰρ ὅμοιαι
7. πανταχόθεν αἱ κεφαλαὶ, διότι μηδ’ ἀκριβῶς στρογγύλαι,
8. καὶ αἱ τῶν ὑποδεχομένων αὐτὰς κοιλοτήτων ὀφρύες, εἰς
9. λεπτοὺς ἄμβωνας τελευτῶσαι, σφίγγουσιν ἔξωθεν ἀσφαλῶς
10. πανταχόθεν, καὶ τῶν καλουμένων σησαμοειδῶν ὀστῶν ἐπιφύσεις
11. λαμβάνουσαι, ὥστε μέσως πως ἔχειν κατασκευῆς
12. ἑκάστην τῶν κατὰ τοὺς δακτύλους διαρθρώσεων· ὅσον γὰρ
13. ἀπολείπονται τῆς κατὰ τὸν καρπόν τε καὶ τὸν ἀγκῶνα πρὸς
14. ἀσφάλειαν, τοσοῦτον πλεονεκτοῦσι τῆς κατὰ τὸν ὦμον,
15. εὐλόγως τῆς φύσεως τοῦτο ἐργασαμένης. εἰ γὰρ καὶ ὅτι
16. μάλιστα μικρὰ σώματα περιλαμβάνουσι, ὅταν ἐνεργῶσι μόναι,
17. ἀλλά τοι κᾀν ταῖς τῶν μειζόνων λαβαῖς ταῖς κατὰ
18. τὸν ἀγκῶνα καὶ τὸν καρπὸν οὐ μικρὰ συνεργάζονται. καὶ
1. μέντοι καὶ πολὺ πλείοσιν ἐνεργείαις ὑπηρετοῦσαι τῶν ἄλλων
2. διαρθρώσεων, γυμναὶ πανταχόθεν εἰσίν· οὐχ ὥσπερ αἱ
3. κατὰ τὸν ὦμον ἐν κύκλῳ μεγίστους περιβέβληνται μῦς,
4. οὐδὲν μὲν εἰς τὰς κινήσεις ἐμποδίζοντας, ἀσφάλειαν δὲ οὐκ
5. ὀλίγην αὐτῷ παρεχομένους. ὥστε, διττῆς αἰτίας ἀσφάλειαν
6. ἐν ἄρθροις ἐργαζομένης, ἰσχύος συνδέσμων, ἀκριβείας συνθέσεως,
7. ἀμφοτέρας μὲν ἐπ’ ἀγκῶνός τε καὶ καρπῶν, τὴν δ’
8. ἑτέραν ἐπὶ τῶν δακτύλων, ἐπ’ ὤμου δὲ μηδ’ ἑτέραν ἀκριβῶς
9. ὑπάρχειν, καὶ διὰ τοῦτ’ εὐλόγως τὴν φύσιν, ἐπειδὴ
10. ταῖς ἀσφαλείαις τε καὶ πανταχόθεν ἐσφιγμέναις κατασκευαῖς
11. οὐχ οἷόν τέ ἐστι κινεῖσθαι πολυειδῶς, προσθεῖναι
12. τῷ πήχει τὴν κερκίδα διττῆς διαρθρώσεως ἕνεκα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 2.17, ed. Kühn, 1822, vol. 3, p. 159-165. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩