Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.2, ed. Kühn, 1822, vol. 3, p. 90-92. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.2

8. Οἱ μὲν οὖν ἐν ἄκρᾳ τῇ χειρὶ μύες οἱ σμικροὶ
9. τῶν λοξῶν κινήσεων τῆς ἑτέρας ἐξηγοῦνται. τῶν δ’
10. ἔνδον τοῦ πήχεως οἱ δύο μὲν οἱ μέγιστοι κάμπτουσι τοὺς
11. δακτύλους· οἱ δὲ τούτων δεύτεροι κατὰ τὸ μέγεθος, δύο
12. καὶ αὐτοὶ τὸν ἀριθμὸν ὄντες, ὅλον τὸν καρπόν· οἱ λοξοὶ
13. δὲ δύο πρώτην μὲν τὴν κερκίδα, σὺν αὐτῇ δὲ καὶ ὅλην
14. τὴν χεῖρα πρὸς τὸ πρηνὲς σχῆμα περιάγουσι. ὑπόλοιπος δ’
15. ἐξ αὐτῶν ὁ ἕβδομος, ὅσπερ καὶ σμικρότατός ἐστι τῶν κατὰ
16. τὸ μῆκος ἐκτεταμένων, ὡς μὲν οἱ πρὸ ἡμῶν ἀνατομικοὶ νομίζουσι,
17. κάμπτει καὶ αὐτὸς τοὺς πέντε δακτύλους, ὡς δὲ
18. τἀληθὲς ἔχει, κίνησιν μὲν οὐδεμίαν οὐδενὸς τῶν δακτύλων
1. πεπίστευται, θαυμαστῆς δέ τινος ἑτέρας ἕνεκα χρείας γέγονεν,
2. ἣν ἐξηγησόμεθα προϊόντος τοῦ λόγου. τῶν δ’ ἐκτὸς
3. τοῦ πήχεως ἐννέα μυῶν εἷς μὲν ἐκτείνει τοὺς δακτύλους
4. ἅπαντας πλὴν τοῦ μεγάλου, δύο δ’ ἄλλοι τοὺς αὐτοὺς τέτταρας
5. δακτύλους ἐπὶ τὸ πλάγιον ἀπάγουσι, καὶ τέταρτός
6. τις ἄλλος μῦς μόνον τὸν μέγαν δάκτυλον κινεῖ τὴν ἑτέραν
7. κίνησιν τῶν ἐκτὸς δυοῖν τὴν λοξοτέραν, ἄλλος δ’ εἷς τὴν
8. ὑπόλοιπον τοῦ μεγάλου δακτύλου, καὶ τὸν καρπὸν ὅλον
9. ἐκτείνει μετρίως. ἰσχυρῶς δὲ τοῦτ’ ἐργάζονται περὶ τὸν
10. καρπὸν δύο μύες ἕτεροι. οἱ δ’ ὑπόλοιποι δύο μύες, ἀναστρέφοντες
11. ἐπὶ τὸ ὕπτιον σχῆμα τὴν κερκίδα, σὺν αὐτῇ καὶ
12. πᾶσαν τὴν χεῖρα πρὸς αὐτὸ ἀπάγουσι. τὰ μὲν ἐκ τῆς ἀνατομῆς
13. φαινόμενα ταῦτα. διὰ τί δ’ ἕκαστον αὐτῶν ἐγένετο,
14. λέγειν ἑπόμενον ἂν εἴη, βραχύ τι πρότερον ἕνεκα σαφηνείας
15. διαστειλαμένους ὑπὲρ τῶν ὀνομάτων, οἷς χρησόμεθα κατὰ
16. τὸν λόγον. τῆς ὅλης χειρὸς εἰς τρία τὰ μεγάλα μέρη
17. τεμνομένης, τὸ μὲν βραχίων, τὸ δὲ πῆχυς, τὸ δ’ ἀκρόχειρον
1. ὀνομάζεται. βραχίονος μὲν οὖν οὐδὲν εἰς τὸν παρόντα
2. λόγον δεόμεθα. πῆχυς δὲ καλεῖται μὲν καὶ τὸ σύμπαν μέλος,
3. ὅσον ἐστὶ μεταξὺ τῆς τε κατὰ καρπὸν καὶ τῆς κατ’
4. ἀγκῶνα διαρθρώσεως· ἀγκὼν δ’ ἐστὶν, ᾧ ποτε στηριζόμεθα,
5. φησὶν Ἱπποκράτης· ἤδη δὲ καὶ τῶν ὀστῶν αὐτοῦ
6. θάτερον τὸ μεῖζον, οὗ μέρος μέν ἐστι τὸ πρὸς Ἱπποκράτους
7. μὲν ἀγκὼν, ὑπὸ δὲ τῶν Ἀττικῶν ὠλέκρανον ὀνομαζόμενον·
8. ἰδικώτερον γὰρ δήπου τοῦτο τὸ ὀστοῦν πῆχυς
9. καλεῖται. καί σοι τὴν χεῖρα μέσην ὑπτίαν τε καὶ πρανῆ
10. καταστήσαντι τοῦτο μὲν ὑποκείσεται, θάτερον δ’ ὀστοῦν
11. τὸ τῆς κερκίδος ἐπικείσεται. καὶ πρὸς τοῦτο τὸ σχῆμα βλέπων
12. τὸ μὲν εἴσω τῆς χειρὸς κάλει, τὸ δὲ ἔξω, καὶ
13. τὸ μὲν ἄνω, τὸ δὲ κάτω. αἱ κυρταὶ δ’ ἀποφύσεις τῶν
14. κατὰ τὴν κερκίδα τε καὶ τὸν πῆχυν ὀστῶν, αἵπερ ἐν τῷ
15. καρπῷ διαρθροῦνται, καλοῦνται μὲν καὶ αὐτὸ τοῦτ’ ἀποφύσεις,
16. ὥσπερ καί εἰσι, καλοῦνται δ’ ὁτὲ καὶ κεφαλαὶ καὶ
17. κόνδυλοι. ἐπὶ ταύτῃ τῇ τῶν ὀνομάτων συνθήκῃ μανθάνοις
18. ἂν ἤδη τὰ προτεθέντα.

Cliquer un n° de page pour en afficher l’image