1. Τῶν μὲν δὴ κατὰ τὴν ἄκραν χεῖρα μυῶν
2. εὐσύνοπτος ὁ ἀριθμός. ἑκάστου μὲν γὰρ τῶν δακτύλων εἷς
3. ἐστιν ἴδιος μικρὸς, ὥσπερ καὶ πρόσθεν εἴρηται, δύο δ’ οἱ
4. τὰ θέναρα καλούμενα γεννῶντες ἐξ ἐπιμέτρου προσέρχονται
5. μέγιστοι τῶν ταύτῃ μυῶν, δι’ οὓς τό τε σαρκῶδες τῆς χειρὸς
6. ὑψηλὸν καὶ τὸ μέσον κοῖλον γίγνεται, καὶ τῶν δακτύλων
7. ἑκάτερος, ὅ τε μέγιστος καὶ ὁ σμικρότατος, ἐπὶ πλεῖστον
8. τῶν ἄλλων ἀπάγονται. συνεχρήσατο γὰρ οὖν καὶ τούτοις
9. εἰς δέον ἡ φύσις, ἕνεκα μὲν τοῦ σαρκώδη τε καὶ ὑψηλότερα
10. γενέσθαι τοῦ μέσου τὰ θέναρα τῶν χειρῶν ἐργασαμένη
11. τοὺς μῦς τούτους, ἐπεὶ δὲ ἅπαξ ἐγένοντο, μὴ ἀνασχομένη
12. σάρκας αὐτὰς μόνον ἀργὰς καὶ ἀκινήτους ὑπάρχειν,
13. ἀλλὰ τοῖς παρακειμένοις δακτύλοις κινήσεις τινὰς δι’
14. αὐτῶν ἐκπορισαμένη. καὶ μὴν καὶ ὁ μεταξὺ τοῦ μεγάλου
15. καὶ τοῦ λιχανοῦ μῦς ἕνεκα μὲν τοῦ σαρκῶδες ἐργάσασθαι
16. τὸ ταύτῃ μέρος τῆς χειρὸς ἐγένετο· συνεχρήσατο δ’ ἡ φύσις
17. καὶ τούτῳ πρὸς τὴν τοῦ μεγάλου δακτύλου κίνησιν,
18. ἣν ἐν τῷ προσάγεσθαι τῷ λιχανῷ ποιεῖται γνοῦσα μέντοι,
1. σφοδροτέρων δεῖσθαι τῶν εἰς τὰ πλάγια κινήσεων τὸν μέγαν
2. δάκτυλον, οὐκ ἐπέτρεψεν αὐτὰς μόνοις τοῖς εἰρημένοις
3. μυσὶν, ἀλλ’ ἰσχυροτέρους τένοντας ἀπὸ τῶν κατὰ τὸν πῆχυν
4. μυῶν ἀγαγοῦσα καθῆψεν εἰς αὐτόν. οὕτω δὲ καὶ τοῦ μικροῦ
5. δακτύλου τῶν λοξῶν κινήσεων τὴν ἀπάγουσαν αὐτὸν
6. ἀπὸ τῶν ἄλλων οὐκ ἐπέτρεψε τῷ προειρημένῳ μυῒ μόνῳ,
7. τὴν μέντοι προσάγουσαν τῷ μετ’ αὐτὸν τεταγμένῳ. καὶ
8. τῶν ἄλλων δὲ τῶν τριῶν τὰς ἀνάλογον αὐτοῖς μόνοις τοῖς
9. κατὰ τὴν χεῖρα μυσὶν ἀνέθηκεν, οὐδέν γε σφοδρὸν ἔχειν
10. δεομένας, ὡς ὃ πρόσθεν ἐδήλωσεν λόγος. ὥστ’, ἐπεὶ τέτταρες
11. μὲν οὗτοι, δύο δὲ οἱ περὶ τὸν μέγαν, ἄλλος δ’ εἷς
12. ὁ κατὰ τὸν μικρὸν δάκτυλον, εὐλόγως οἱ πάντες ἐν ἄκρᾳ
13. τῇ χειρὶ γεγόνασι μύες ἑπτὰ, εὐλόγως δὲ καθ’ ἕκαστον αὐτῶν
14. εἷς τένων. οὔτε γὰρ εἰς πλείους ἠδύναντο μερίζεσθαι
15. μικροὶ παντάπασιν ὄντες, οὔτ’, εἰ καὶ μείζους ἦσαν, οὕτως
16. εἶχον ἢ θέσεως ἢ χρείας, ὡς εἰς μίαν ἀνάγεσθαι κορυφὴν
17. πλειόνων κινήσεων ἀρχάς. ἐπὶ μέντοι τῶν ἐκτεινόντων τε
18. καὶ καμπτόντων τοὺς δακτύλους μυῶν, καὶ προσέτι τῶν
1. ἀπαγόντων τοῦ μεγάλου δυνατόν τε ἅμα καὶ χρήσιμον
2. εἶναι τὸ τοιοῦτον ἔδειξεν ὁ ἔμπροσθεν λόγος. ἐπεὶ δ’, ὡς
3. καὶ τοῦτο δέδεικται, πρὸς μὲν τὴν ἔκτασιν εἷς ἑκάστῳ
4. δακτύλῳ τένων ἐξαρκεῖ, πρὸς δὲ τὴν κάμψιν ἑτέρου μὲν
5. ἐδεήθησαν τοῦ τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον κινοῦντος,
6. ἑτέρου δὲ τοῦ τὸ δεύτερον, εἷς μὲν ὁ ἔξωθεν ἐκτείνων
7. ἅπαντας ἐδημιουργήθη μῦς, οὐχ εἷς δὲ ὁ κάμπτων ἅπαντας,
8. ἀλλ’, ὥσπερ οἱ τένοντες ἐγένοντο διττοὶ, οὕτω κα οἱ προτεταγμένοι
9. μύες αὐτῶν εἰσι δύο, μέγιστοι μὲν οὗτοι, διότι
10. καὶ οἱ τένοντες μέγιστοι, πολὺ δ’ ἥττων ὁ ἐκτὸς, ὅτι καὶ
11. οἱ τούτου τένοντες ἐλάττους πολλῷ. δέδεικται δ’ ἐν τῷ
12. πρόσθεν λόγῳ περὶ τῆς κατὰ τοὺς τένοντας χρείας. εὐλόγως
13. ἄρα καὶ αὐτῶν τῶν ἔνδον ὁ μὲν τῶν τὸ πρῶτόν τε καὶ
14. τρίτον ἄρθρον κινούντων τενόντων μῦς μείζων ἐστὶ, ὁ δὲ
15. τῶν τὸ δεύτερον ἐλάττων πολλῷ· καὶ γὰρ κᾀνταῦθα τοῖς
16. ὄγκοις τῶν τενόντων ἀνάλογόν ἐστι τὸ μέγεθος τῶν μυῶν.
17. ἀλλὰ καὶ ὑπόκειται μὲν ὁ τοὺς μείζους τε καὶ τὴν διττὴν
18. κίνησιν ἐργαζομένους ἀποφύων τένοντας, ἐπίκειται δ’.
1. ὁ ἕτερος, ἀεὶ ταῖς πλείοσιν ἐνεργείαις ἢ χρησιμωτέραις τὰ
2. ὑπηρετήσοντα μόρια φρουρούσης ἀσφαλέστερον τῆς φύσεως.
3. οὗτοι μὲν οὖν οἱ δύο μύες ἀκριβῶς τὴν μέσην κατειλήφασι
4. χώραν, ἐπειδὴ καὶ τὰς κεφαλὰς τῶν καμπτόντων τοὺς δακτύλους
5. τενόντων, ὡς ἐδείκνυμεν ἔμπροσθεν, εἰς τὴν μέσην
6. χώραν ἀνήκειν ἦν ἄμεινον. ἑκατέρωθεν δ’ εἷς ἐστι, κάμπτων
7. τὸν καρπόν· ὑπὲρ ὧν τῆς χρείας ἐροῦμεν, ἐπειδὰν ἐξηγώμεθα
8. τὰς κινήσεις τοῦ καρποῦ. λοιπὸς δ’ εἷς ὁ πέμπτος
9. ἐστὶ τῶν κατὰ τὸ μῆκος ἐκτεταμένων μυῶν ἔνδον τοῦ πήχεως,
10. ἐπιπολῆς θ’ ἅμα καὶ ἰσχνότατος ἁπάντων τῶν προειρημένων
11. μυῶν, ὑπὲρ οὗ πάντες ἥμαρτον οἱ πρὸ ἡμῶν ἀνατομικοὶ,
12. νομίζοντες ὑπ’ αὐτοῦ κάμπτεσθαι τοὺς δακτύλους.
13. οὐ μόνον δ’ ἐν τούτοις ἡμαρτήκασιν, ἀλλὰ καὶ τοὺς μικροὺς
14. μῦς, ὑφ’ ὧν καὶ αὐτῶν ἡ πρώτη διάρθρωσις ἑκάστου δακτύλου
15. κάμπτεται, τελέως ἠγνόησαν, ὥσπερ καὶ ἡμεῖς αὐτοὶ μέχρι
16. πολλοῦ. γεγραμμένοι δ’ εἰσὶ σαφῶς ἔν τε τῇ μυῶν ἀνατομῇ
17. καὶ ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ἐβουλόμην μὲν οὖν
18. μοι τὸν ἐνεστῶτα λόγον ἰδίᾳ περαίνεσθαι χωρὶς τοῦ μεμνῆσθαι
1. τῶν σφαλέντων, καὶ οὕτως ἐξ ἀρχῆς προὐθέμην, ἀλλ’ ἐν
2. αὐτῷ τῷ διεξέρχεσθαι ταῦτα παρέστη μοι τῶν ἀναγνωσομένων
3. ὑποψία τις ἐσομένη περὶ ὧν τοῖς ἔμπροσθεν ἀνατομικοῖς
4. διαφέρομεν, ὡς ἡμῶν ἐσφαλμένων, οὐκ ἐκείνων· εὔλογον γὰρ
5. οἶμαι, τὸν ἕνα νομίζειν ἀγνοῆσαι μᾶλλον, ἢ πάντας τοὺς
6. ἄλλους. ἔτι δὲ μᾶλλον ἀνάγκη συμβῆναι τὴν ὑπόνοιαν
7. ταύτην ἐκείνοις τοῖς ἀνδράσιν, ὅσοι ταῖς ἄλλαις ἡμῶν ἀνατομικαῖς
8. ἐγχειρήσεσιν οὐχ ὡμίλησαν, ἐν αἷς οὐ μόνον ἐπεδείξαμεν,
9. ὅσα κατὰ τὰς ἀνατομὰς ἐσφάλησαν οἱ πρόσθεν,
10. ἀλλὰ καὶ τὰς αἰτίας τῶν σφαλμάτων ἐγράψαμεν, ἃς εἰ μή
11. τις φυλάξαιτο καὶ νῦν ἀνατέμνειν βουληθεὶς, ὁμοίως ἐκείνοις
12. σφαλήσεται. καὶ ὅσοι γε θεωροῦσιν ἀνατεμνόντων
13. ἡμῶν τὰ φαινόμενα, μὴ ὅτι τένοντας ἢ κινήσεις τινὰς
14. ἠγνοημένας αὐτοῖς, ἀλλὰ καὶ μῦς ὅλους παραλελειμμένους,
15. ἐκπλήττονταί τε καὶ τυφλοὺς ἀποκαλοῦσι τοὺς ἐσφαλμένους
16. τὰ τηλικαῦτα. φέρε γὰρ, ἵνα τἄλλα παραλείπω τὰ κατὰ
17. τὴν τῆς χειρὸς ἀνατομὴν αὐτοῖς ἀγνοηθέντα, τίς οὐχ
18. ὁρᾷ τῶν ὀφθαλμοὺς ἐχόντων οὐ μόνον ἐκτεινόμενον καὶ
1. καμπτόμενον ἕκαστον τῶν δακτύλων, ἀλλὰ καὶ πρὸς τὰ
2. πλάγια παραγιγνόμενον; ἀλλ’ ὅμως ἐκεῖνοι τῶν κινούντων
3. αὐτοὺς μνημονεύοντες τενόντων τοὺς ὑφ’ ὧν ἐκτείνονται
4. καὶ κάμπτονται λέγουσιν, οὐκ ἐννοήσαντες, ὅτι καὶ τῆς εἰς
5. τὰ πλάγια παραγωγῆς ἀναγκαῖον εἶναί τινας ἀρχὰς κινήσεως.
6. ἆρ’ ἔτι θαυμάζεις ἢ ἀπιστεῖς, ἠγνοῆσθαί τι τῶν
7. ἀδηλοτέρων ἐν ταῖς ἀνατομαῖς, οἷς μηδὲ τὰ πρὸ τῆς ἀνατομῆς
8. φαινόμενα γινώσκεται; οὗτος μὲν δή μοι λόγος κοινὸς
9. ἅπαξ εἰρήσθω νῦν ὑπὲρ ὅλης τῆς πραγματείας, ἵνα
10. μὴ πολλάκις ἀναγκάζωμαι λέγειν τὰ αὐτά. τὴν γὰρ τῶν
11. ὄντως φαινομένων ἐν ταῖς ἀνατομαῖς ἐξήγησιν ἡμεῖς ποιούμεθα
12. νῦν, οὐδενὸς τῶν ἔμπροσθεν ἀκριβώσαντος αὐτήν.
13. ὅστις οὖν βούλεται τῶν τῆς φύσεως ἔργων γενέσθαι θεατὴς,
14. οὐ χρὴ τοῦτον ἀνατομικαῖς βίβλοις πιστεύειν, ἀλλὰ
15. τοῖς ἰδίοις ὄμμασιν, ἤτοι πρὸς ἡμᾶς ἀφικόμενον, ἤ τινι
16. τῶν ἡμῖν ὁμιλησάντων συγγινόμενον, ἢ αὐτὸν ἐφ’ ἑαυτοῦ
17. φιλοπόνως γυμναζόμενον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν·
1. ἔστ’ ἂν δ’ ἀναγινώσκῃ μόνον, ἅπασι τοῖς ἔμπροσθεν ἀνατομικοῖς
2. ἡμῶν πιστεύσει μᾶλλον, ὅσῳ καὶ πλείους εἰσίν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 2.3, ed. Kühn, 1822, vol. 3, p. 93-99. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩