3. Ἀλλ’ ὅθεν γε ὁ λόγος ἀπετράπετο,
4. περὶ τοῦ κατὰ τὸ δέρμα τῆς χειρὸς ἐντὸς ἐπιπολῆς φαινομένου
5. μυὸς ἀναλαβόντες εἴπωμεν, ὃν οὐδεὶς ἔγνω
6. τῶν ἀνατομικῶν, παντὶ τῷ ψιλῷ καὶ ἀτρίχῳ κατὰ τὸ ἔνδον
7. ὑποπεφυκότα χρειῶν οὐ φαύλων ἕνεκεν, ἃς ὀλίγον ὕστερον
8. ἐρῶ, τὸν περὶ τῶν τοὺς δακτύλους κινούντων ἁπάντων μυῶν
9. συμπερανάμενος λόγον. ἔσωθεν μὲν γὰρ, ὡς εἴρηται, δύο
10. εἰσὶ μόνοι, τέτταρες δ’ ἔξωθεν, ὁ μὲν ἐκτείνων τοὺς τέτταρας
11. δακτύλους, ἁπάντων μέσος εὐλόγως γενόμενος, ὡς
12. ἀπεδείξαμεν· ἄλλοι δ’ ἑκατέρωθεν αὐτοῦ δύο μύες· ὑποκείμενος
13. μὲν αὐτοῖς κάτωθεν ὁ τῶν δύο τῶν μικροτάτων
14. τῆς εἰς τὸ πλάγιον ἐξηγούμενος κινήσεως, ἁπτόμενοι δὲ
15. τούτου δύο ἕτεροι συμφυεῖς ἀλλήλοις κατά τι καὶ διὰ
16. τοῦτο τοῖς ἀνατομικοῖς εἷς εἶναι νομισθέντες. ἐκφύονται δ’
17. ἐκ μὲν θατέρου δύο τένοντες, ἐπὶ δύο δακτύλους ἰόντες,
1. εἷς ἐφ’ ἑκάτερον, ὁ μὲν ἐπὶ τὸν μακρότατόν τε τῷ μήκει
2. καὶ τῇ τάξει μέσον, ὁ δ’ ἐπὶ τὸν λιχανόν· ἐκ δὲ θατέρου
3. πρὸς τὸν μέγιστον δάκτυλον, ὃν δὴ καὶ ἀντίχειρα προσαγορεύουσιν,
4. εἷς ἐκφυόμενος ἐμβάλλει τένων. οὗτοι πάντες
5. οἱ μύες εἰς τὸ πλάγιον ἀπάγουσι τοὺς δακτύλους, εὐλογώτατα
6. ταχθέντες ἐπὶ τοῦ πήχεως. ὥσπερ γὰρ ὁ τῆς εὐθείας
7. ἡγούμενος τοῖς τέτταρσιν ἐκτάσεως ἐν τῷ μέσῳ χωρίῳ
8. τέτακται, κατὰ τὸν αὐτὸν λόγον οἱ τὴν λοξὴν κίνησιν
9. κινοῦντες ἐν ἐκείνοις τοῖς μέρεσίν εἰσιν, εἰς ἃ μέλλουσιν
10. ἄξειν αὐτούς· ὅπερ, οἶμαι, καὶ μέγιστόν ἐστι τεκμήριον ἀκριβοῦς
11. τέχνης. οὐ γὰρ ἐκ τῶν πλησίων, ἀργοῦ δίκην δημιουργοῦ,
12. τὴν ἀρχὴν τῆς κινήσεως ἡ φύσις ἐποιήσατο
13. ταῖς εἰς τὸ πλάγιον ἐπιστροφαῖς τῶν δακτύλων, ἀλλ’ ἐκ
14. τῶν ποῤῥωτέρω μὲν, ἐπιτηδειοτέρων δ’ εἰς τὴν ἐνέργειαν.
15. ἡ γοῦν ἀρχὴ τοῦ μεγάλου δακτύλου πλησίον ἐστὶ τῆς κερκίδος,
16. ὡς ἅπτεσθαι σχεδὸν, ἀλλ’ ὅμως ὁ κινῶν αὐτὸν μῦς
17. ἐκ τοῦ πήχεως ἐκπέφυκεν. ὡσαύτως δὲ καὶ ὁ τοὺς ἐφεξῆς
18. αὐτῶν δύο δακτύλους ἐπιστρέφων εἰς τὸ πλάγιον, τοὔμπαλιν
1. τῷ τὸν καρπὸν ὅλον ἀναστρέφοντι· τὴν ἀρχὴν γὰρ
2. ἐκεῖνος ἀπὸ τοῦ τῆς κερκίδος ὀστοῦ ποιησάμενος, εἰς τὴν
3. πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου χώραν ἐμβέβληκε μικρῷ τένοντι.
4. καί σοι πάρεστι θεάσασθαι τῷ Χ γράμματι παραπλησίαν
5. ἀποτελουμένην τὴν θέσιν αὐτῶν. οἵαν γὰρ ἔμελλεν
6. ἐργάζεσθαι κίνησιν ἑκάτερος, τοιαύτην ἐξ ἀρχῆς ἔσχε
7. τὴν θέσιν. ἔτι δ’ ἀκριβέστερον ὑπὲρ τοῦ λεγομένου πεισθήσῃ
8. τοὺς τὸν καρπὸν κινοῦντας ἅπαντας θεασάμενος
9. μῦς, ὑπὲρ ὧν ἑξῆς δίειμι, τὸν ὑπόλοιπον ἔτι τένοντα τοῦ
10. μεγάλου δακτύλου προσθεὶς, ὡς μηδὲν ὑπολείπεσθαι τῶν
11. κατ’ αὐτούς. ὅτι μὲν οὖν ἄμεινον ἦν τῷ μεγάλῳ, τὴν
12. ἀκριβῶς μέσην ἔκτασιν ὑφ’ ἑνὸς ἀποτελουμένην τένοντος μὴ
13. λαβεῖν, ἀλλ’ ἐκ δυοῖν λοξῶν γενομένην, ἔμπροσθεν εἴρηται.
14. λέλεκται δ’ ἄρτι καὶ ὁ πρὸς τὸν λιχανὸν ἐπιστρέφων αὐτὸν
15. ὁποῖός ἐστι τένων τε καὶ μῦς. ὁ δ’ ὑπόλοιπος, ὁ ἀπάγων
16. αὐτὸν ἀπὸ τοῦ λιχανοῦ, κοινὴν μὲν ἔχει τὴν κεφαλὴν
17. τῷ τὸν καρπὸν ὅλον ἐπὶ τὸ ὕπτιον ἀναστρέφοντι τένοντι·
18. στρογγύλος δ’ ἐπιπέφυκεν, ὥσπερ τις τόνος ἅπαντι τῷ
1. δακτύλῳ μέχρι τῆς ἐσχάτης φάλαγγος ἐκτεταμένος. ὁ δὲ τῆς
2. μὲν αὐτῆς αὐτῷ κεφαλῆς ἐκπεφυκὼς, εἰς δὲ τὸ πρὸ τοῦ
3. μεγάλου δακτύλου μέρος τοῦ καρποῦ πλατὺς ἐμφυόμενος,
4. ἀναστρέφει πρὸς τὸ ὕπτιον ἄκραν τὴν χεῖρα. τῶν
5. γὰρ τοῦ καρποῦ κινήσεων τεττάρων οὐσῶν, ἐκτάσεώς τε καὶ
6. κάμψεως, τῆς ἐπὶ τὸ πρηνὲς περιαγωγῆς, τῆς ἐπὶ τὸ
7. ὕπτιον, δύο μὲν ἐξηγοῦνται τένοντές τε καὶ μύες τῆς κάμψεως,
8. δύο δ’ ἄλλοι τῆς ἐκτάσεως· οἱ δ’ αὐτοὶ οὗτοι καὶ
9. τὰς εἰς τὸ πλάγιον ἐπιστροφὰς ῥυθμίζουσι, συνεπιλαμβάνοντός
10. τι τῷ πρανεῖ σχήματι πέμπτου μυὸς, ἔξωθεν μὲν
11. τοῦ πήχεως τεταγμένου, τελευτῶντος δ’ εἰς μέσον μάλιστα
12. τὸ μετακάρπιον διπλῷ τένοντι. τῶν μὲν οὖν καμπτόντων
13. τὸν καρπὸν τενόντων, ἔνδοθεν δηλονότι τοῦ πήχεως τεταγμένων,
14. ὁ μὲν ἕτερος εἰς τὴν ὑπὲρ τὸν μικρὸν δάκτυλον, ὁ δ’
15. ἕτερος εἰς τὴν ὑπὲρ τὸν μέγαν χώραν ἐμβάλλει. καὶ τῶν
16. ἐκτεινόντων δ’ ἑκάτερος ὡσαύτως, ἔξωθεν δηλονότι τοῦ
17. πήχεως τεταγμένος, ὁ μὲν ὑπὲρ τὸν μικρὸν, ὁ δὲ ὑπὲρ τὸν
18. μέγαν δάκτυλον ἐμφύεται. εἰ μὲν δὴ ἀμφότεροι ταθεῖεν,
1. κάμπτουσι μὲν οἱ ἐντὸς, ἐκτείνουσι δὲ οἱ ἐκτὸς ἄκραν τὴν
2. χεῖρα. θατέρου δ’ αὐτῶν τεινομένου, τοῦ μὲν κατὰ τὸν
3. μέγαν δάκτυλον ἐντὸς, ἢ τοῦ κατὰ τὸν μικρὸν ἐκτὸς, ἐπὶ
4. πρανὲς ἀτρέμα πως ἡ χεὶρ περιάγεται· τοῦ δὲ κατὰ τὸν
5. μικρὸν ἐντὸς, ἢ τοῦ κατὰ τὸν μέγαν ἐκτὸς, ἐπὶ τὸ ὕπτιον.
6. εἰ δ’ ἅμα ταθεῖεν, ὅ τε κατὰ τὸν μέγαν ἐντὸς καὶ ὁ κατὰ
7. τὸν μικρὸν ἐκτὸς, οὐκέτ’ ἀτρέμα, ἀλλ’ ἐπὶ πλεῖστον οὕτως
8. ἐπὶ τὸ πρανὲς ἡ χεὶρ περιάγεται· κατὰ ταὐτὰ δὲ καὶ τοῦ
9. κατὰ τὸν μικρὸν δάκτυλον ἐντὸς ἅμα τῷ κατὰ τὸν μέγαν
10. ἔξωθεν ταθέντος, ἱκανῶς ἡ χεὶρ ὑπτία γίνεται. ἐπεὶ δ’
11. εἰς τὰς κατὰ τὸν βίον ἐνεργείας χρησιμώτατόν ἐστι μακρῷ
12. τὸ πρανὲς σχῆμα μιχθὲν τῇ κατὰ τὸν καρπὸν ἐκτάσει, καὶ
13. διὰ τοῦτο δεῖ πλεονεκτεῖν αὐτὸ τοῦ ὑπτίου, τὸν πέμπτον
14. τένοντα τὸν διπλοῦν, τῆς εἰς τοῦτο περιστροφῆς ἡγησόμενον,
15. ἡ φύσις προσέθηκεν, ἀρχόμενον μὲν ἀπὸ τοῦ κατὰ τὴν
16. κερκίδα μυὸς, ἐμφυόμενον δὲ εἰς τὴν ὑπὲρ τὸν μέσον τε
1. καὶ τὸν λιχανὸν δάκτυλον χώραν τοῦ μετακαρπίου. τί δή
2. ποτ’ οὖν οὐχ ἑνὶ τένοντί τε καὶ μυὶ τὴν ἔκτασιν ἢ τὴν
3. κάμψιν ἐπέτρεψε τῆς χειρός; ἔτι γὰρ τοῦτ’ ἐνδεῖν οἶμαι τῷ
4. παρόντι λόγῳ. ὅτι πρῶτον μὲν οὔτ’ ἂν ἀκριβῆ τῆς διαρθρώσεως
5. ὅλης, οὐθ’ ἑδραίαν εἰς ὢν ἐποιεῖτο τὴν κάμψιν,
6. ἀλλ’ εὐπερίτρεπτόν τε καὶ χαλαράν· ὡς δὲ νῦν ἔχει τῇ
7. χειρὶ, τελέως ἑδραία τε καὶ ἀσφαλής ἐστι. ἔπειτα δὲ οὐδὲ
8. σχολάζουσαν ἂν ἔτι εἶχε τὴν μέσην χώραν, ἐν ᾗ πάντως ἕνα γε
9. αὐτὸν ὄντα τετάχθαι ἐχρῆν· ἔφθανε γὰρ ἔνδοθεν μὲν ὑπὸ
10. τῶν καμπτόντων τοὺς δακτύλους, ἔξωθεν δὲ ὑπὸ τῶν ἐκτεινόντων
11. αὐτὴν κατειλῆφθαι. καὶ τρίτον ἐπὶ τοῖς εἰρημένοις
12. ἑτέρων ἂν ἐδέησεν αὐτῇ τενόντων, τῶν τὰς εἰς τὰ
13. πλάγια περιστροφὰς ἐργασομένων. ἀλλὰ νῦν γε, διττῶν γενομένων
14. τῶν ἐκτεινόντων καὶ καμπτόντων, εὐθὺς μὲν καὶ
15. τὰς ἄλλας κινήσεις δι’ αὐτῶν τῆς χειρὸς ἔχομεν, οὐκ ἀποροῦμεν
16. δ’ οὐδὲ τῆς θέσεως τῶν ἐργαζομένων αὐτὰς μυῶν,
17. ἐνεργοῦμέν τε πολλῷ μᾶλλον οὕτως, ἰσχυρότερόν θ’ ἅμα
18. καὶ ἀσφαλέστερον, ἢ εἰ ἐκείνως ἐγεγόνεισαν· ὧν ἁπάντων
1. ἔδει. χρὴ δὲ προσέχειν ἐνταῦθα τὸν νοῦν τῷ λόγῳ καὶ
2. διορίζειν τὰς τοῦ καρποῦ κινήσεις τῶν ὅλου τοῦ πήχεως.
3. εἰσὶ γὰρ δὴ κᾀκείνῳ τέσσαρες κινήσεις, ἀνάλογον ἔχουσαι
4. ταῖς κατὰ τὸν καρπὸν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἑξῆς
5. εἰρήσεται. τὸ δὲ νῦν εἶναι, τοσοῦτον χρὴ γινώσκειν ὑπὲρ
6. αὐτῶν, ὡς, εἰ καὶ τελέως ἀκίνητον φυλάττοι τις ἄκραν τὴν
7. χεῖρα, σαφῶς ὄψεται τὰς τέσσαρας τοῦ πήχεως κινήσεις
8. ὑπὸ τῶν πρὸς τὸν βραχίονα διαρθρώσεων ἐπιτελουμένας.
9. καὶ γὰρ ἐκτεινόμενον καὶ καμπτόμενον καὶ περιαγόμενον
10. ἐπί τε τὸ πρανὲς καὶ τὸ ὕπτιον ἴδοις ἂν αὐτὸν
11. ὅλον, ἀτρεμούσης ἄκρας τῆς χειρός. ἀλλὰ τὴν μὲν ἔκτασίν
12. τε καὶ κάμψιν ἡ τοῦ πήχεως πρὸς τὰ μέσα τοῦ βραχίονος
13. ἐργάζεται διάρθρωσις, τὴν δ’ εἰς τὰ πλάγια περιαγωγὴν
14. ἡ τῆς κερκίδος πρὸς τὴν ἐκτὸς αὐτοῦ κεφαλήν. οἱ δ’ ἐπιτεταμένοι
15. ταῖς διαρθρώσεσιν ἑκατέραις μύες οἷοι μὲν καὶ
16. ὅσοι εἰσὶ καὶ πηλίκοι, προϊὼν ὁ λόγος ἐξηγήσεται κατὰ τὸν
17. οἰκεῖον καιρόν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ
18. γινώσκειν, ὡς οἱ μὲν ἐκτείνοντές τε καὶ κάμπτοντες
1. τὸν πῆχυν ἐπὶ τοῦ βραχίονός εἰσιν, οἱ δὲ περιστρέφοντες
2. ἐπ’ αὐτοῦ τοῦ πήχεως, λοξοὶ μὲν, ὅτι καὶ ἡ κίνησις, ἣν
3. δημιουργοῦσι, λοξὴ, καθήκοντες δ’ εἰς τὸ τῆς κερκίδος
4. ὀστοῦν, ὅτι τῆς τούτου πρὸς τὸν βραχίονα διαρθρώσεως
5. ἡ τοιαύτη κίνησις ἔργον ἐστί. εἰρήσεται μὲν καὶ περὶ τούτων
6. ἑξῆς· ἐμνημονεύσαμεν δὲ αὐτῶν καὶ νῦν, ὅτι μοι
7. προὔκειτο τοὺς κατὰ τὸν πῆχυν ἅπαντας ἐξαριθμήσασθαι
8. μῦς. καὶ δὴ φαίνονται προσηκόντως ἐννέα μὲν ἔξωθεν,
9. ἑπτὰ δ’ ἔνδοθεν γεγονότες, ἑκατέροις αὐτῶν προσιόντων
10. διττῶν τούτων μυῶν, ὑπὲρ ὧν νῦν δὴ πέπαυμαι λέγων.
11. ὥσθ’ οἱ λοιποὶ μύες οἱ κατὰ τὸν πῆχυν, οἱ τῆς ἄκρας χειρὸς
12. ἕνεκα γεγονότες, ἑπτὰ μὲν ἔξωθέν εἰσι, πέντε δ’ ἔνδοθεν·
13. οὓς καὶ διὰ βραχέων αὖθις ἐν κεφαλαίῳ ἐπελθεῖν
14. ἄμεινον, ἵν’ εὐμνημόνευτος ὁ περὶ τῆς χρείας αὐτῶν γένηται
15. λόγος.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 2.4, ed. Kühn, 1822, vol. 3, p. 99-106. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩