Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.5, ed. Kühn, 1822, vol. 3, p. 106-108. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.5

16. Ὁ μὲν δὴ μέγιστος ἁπάντων. ὁ τὸ πρῶτον
17. καὶ τὸ τρίτον ἄρθρον ἑκάστου τῶν δακτύλων κάμπτων,
18. εὐθὺς κατὰ τὸ μῆκος τῆς ὅλης χειρὸς ἐκτέταται, τὴν μέσην
1. χώραν τὴν ἐντὸς τοῦ πήχεως ἅπασαν καταλαμβάνων. ὁ δ’
2. ἐπικείμενός τε καὶ συμφυὴς αὐτῷ τοῖς τέτταρσι δακτύλοις
3. ἀποστέλλει τένοντας, οὓς εἰς τὸ δεύτερον ἄρθρον ἐλέγομεν
4. ἐμφύεσθαι. τρίτος ἐπὶ τούτοις κατὰ τὸ μῆκος τῆς ὅλης
5. χειρὸς ὁμοίως τοῖς προειρημένοις πεφυκὼς, ὑπ’ αὐτῷ τῷ
6. δέρματι κείμενος, εἰς πᾶν διασπείρεται τὸ τῆς ἄκρας χειρὸς
7. ἔνδοθεν δέρμα. οὗτοι μὲν οὖν οἱ τρεῖς τὴν μέσην χώραν
8. ἐπέχουσιν· οἱ λοιποὶ δὲ δύο τούτων ἑκατέρωθεν, οἱ μικροὶ
9. μύες. οἱ δ’ αὐτοὶ κάμπτουσι τὸν καρπὸν, ὁ μὲν κατὰ τὸν
10. μικρὸν, ὁ δὲ κατὰ τὸν μέγαν ἐμφυόμενος δάκτυλον. τῶν
11. δ’ ἔξωθεν τοῦ πήχεως ὁ μὲν ἐκτείνων τοὺς τέτταρας
12. δακτύλους ἐπιπολῆς ὑπ’ αὐτῷ τῷ δέρματι τέτακται, τὴν
13. δὲ μέσην μάλιστα παντὸς τοῦ κώλου χώραν κατειληφώς·
14. ἕτεροι δ’ ἐπ’ αὐτῷ τῆς μέσης χώρας ἀποχωροῦντές τε καὶ λοξούμενοι,
15. τοῖς τρισὶ μὲν τοῖς μείζοσι δακτύλοις οἱ δύο, τοῖς δ’
16. ὑπολοίποις δύο τοῖς ἐλάττοσιν ὁ λοιπὸς ἀποφύσεις πέμπει. τῶν
17. δὲ καταλοίπων τριῶν ὁ μὲν ἐπὶ τοῦ πήχεως ἐκτείνειν ἐλέχθη
18. τὸν καρπὸν ἁπλῷ τένοντι· οἱ δ’ ἐπὶ τῆς κερκίδος, ὁ μὲν
1. τὸν κόνδυλον αὐτῆς ὑπερβαίνων λοξὸς δίκρους γενόμενος ἐκτείνει
2. θ’ ἅμα τὸν καρπὸν καὶ τὸν μέγαν δάκτυλον ἀπάγει
3. τῶν ἄλλων· ὁ δ’ ἔξωθεν ἐπιβεβλημένος, ὃν εἰς τὸ πρὸ
4. τοῦ λιχανοῦ τε καὶ μέσου δακτύλου καθήκειν ἔφην μετακάρπιον,
5. ἐπὶ τὸ πρανὲς ἄκραν τὴν χεῖρα περιάγει ἐκτείνει τε
6. τὸν καρπόν.

Cliquer un n° de page pour en afficher l’image