7. κατάλοιπον οὖν ἐστι τὸν ὑποπεφυκότα
8. τῷ δέρματι τῆς χειρὸς ἔσωθεν ἐξηγήσασθαι τένοντα, τὴν μὲν
9. ἔκφυσιν ἐκ τοῦ μέσου μυὸς ἔχοντα τοῦ εὐθέος, ὃς ἐλάττων
10. μέν ἐστι τῶν ἄλλων μυῶν τῶν τεττάρων, ὅτι μηδέ τινα
11. κινεῖ διάρθρωσιν, ἐπιπολῆς δ’ ὑπὸ τῷ δέρματι τέτακται,
12. τὴν μέσην τοῦ κώλου χώραν κατειληφώς. ἀποφύεται μὲν
13. οὖν ὁ τένων αὐτοῦ, πρὶν ἐπὶ τὴν τοῦ καρποῦ διάρθρωσιν
14. ἀφικέσθαι, πλατύνεσθαι δ’ ἄρχεται κατ’ ἐκείνην πρῶτον,
15. ἐντεῦθέν τε φαίνεται καθάπερ τι δεύτερον δέρμα λευκὸν
16. καὶ ἄναιμον ὑποτεταμένος ἅπαντι τῷ δέρματι κατὰ τὴν
17. ἄκραν χεῖρα καὶ τοὺς δακτύλους. τὸ μὲν οὖν ἄλλο δέρμα
18. τὸ περὶ τῷ παντὶ σώματι δέρεσθαι δύναται· διόπερ, οἶμαι,
1. καὶ ὠνομάσθαι φασὶν οὕτως αὐτό· τὸ δ’ ἐν ἄκραις ταῖς
2. χερσὶν ἔνδον, ὑπὲρ ὧν νῦν ὁ λόγος, ὡσαύτως δὲ καὶ τὸ
3. κάτω τῶν ποδῶν, ἔτι δὲ καὶ τὸ κατὰ μέτωπόν τε καὶ ὀλίγου
4. δεῖν ἅπαν τὸ πρόσωπον, ἄλλα τέ τινα τῶν κατὰ τὸ
5. ζῶον οὐκ ἔστιν ἀποδεῖραι διὰ τὴν τῶν τενόντων καὶ μυῶν
6. εἰς αὐτὰ κατάφυσιν. ὅπως μὲν οὖν εἰς ἕκαστον αὐτῶν καταφύονται
7. καὶ ἧστινος ἕνεκα χρείας, ἐν τοῖς ἰδίοις ὑπὲρ
8. ἑκάστου μορίου λόγοις εἰρήσεται. ἐν δ’ οὖν τῷ καθόλου
9. χρὴ τοῦτο γινώσκειν, ὡς ἤτοι τοῦ μεταδοῦναι χάριν αἰσθήσεως
10. ἀκριβεστέρας ἢ κινήσεως τῆς καθ’ ὁρμὴν, ἢ δυσπερίτρεπτον
11. ἢ σκληρὸν ἢ ἄτριχον ἐργάσασθαι τὸ δέρμα
12. καταφύονταί τινες εἰς αὐτὸ τένοντες. ἔπρεπε δὲ, οἶμαι, ταῖς
13. χερσὶν, ἀντιληπτικοῖς ὑπαρχούσαις ὀργάνοις, καὶ δυσπερίτρεπτον
14. ἔχειν αὐτὸ πρὸς ἄλλα τινὰ, καὶ μάλιστα πρὸς τὴν
15. τῶν μικρῶν σωμάτων ἀκριβῆ θ’ ἅμα καὶ ἀσφαλῆ λαβὴν,
16. καὶ μέντοι καὶ αἰσθητικώτερον παντὸς τοῦ ἄλλου δέρματος.
17. οὐ γὰρ ἕτερον μὲν ἐχρῆν εἶναι τὸ ἀντιληπτικὸν, ἕτερον δὲ
1. τὸ ἁπτικὸν ὄργανον, οὐδ’ ἄλλο μὲν λαμβάνειν ἕκαστον τῶν
2. ἐκτὸς, αἴροντά τε καὶ μεταφέροντα καὶ ὅλως μεταχειριζόμενον,
3. ἄλλο δὲ μετὰ ταῦτα κρίνειν τῶν ληφθέντων θερμότητα
4. καὶ ψυχρότητα καὶ σκληρότητα καὶ ἁπαλότητα
5. καὶ τὰς ἄλλας τὰς ἁπτὰς διαφορὰς, ἀλλ’ εὐθέως ἅμα τῷ
6. λαμβάνειν ἕκαστον ἄμεινόν ἐστι συνδιαγιγνώσκειν, ὁποῖόν
7. τι τὴν φύσιν ἐστίν· οὐ μὴν οὐδ’ ἑτοιμότερον οὐδ’ εὐσχημονέστερον
8. ἑτέρῳ διαγιγνώσκειν ὀργάνῳ τοῦ σώματος, ὅτι
9. μὴ χειρὶ, καὶ χειρὸς αὐτῆς οὐ πᾶσιν, ἀλλὰ τοῖς ἐντὸς μέρεσιν,
10. οἷσπερ καὶ ἀντιληπτικὸν ὄργανον ὑπάρχει. εἴπερ οὖν
11. διὰ τοῦθ’ ἁπτικὸν ἐχρῆν ὑπάρχειν αὐτὴν, ὅτι καὶ ἀντιληπτικὸν,
12. εὔλογον, οἷς ἀντιληπτικόν ἐστι μέρεσι, τοῖς αὐτοῖς
13. τούτοις αὐτὴν καὶ ἁπτικὸν ἀπειργάσθαι. συντελεῖ δὲ
14. οὐ σμικρὸν πρὸς ἀκριβῆ διάγνωσιν ἀπάντων τῶν ἁπτῶν
15. ποιοτήτων καὶ τὸ ἄτριχον τοῦ ταύτῃ δέρματος, ἐκ τῆς
16. ὑποφύσεως τοῦ ὑπὸ τοῦ δέρματος πλατυνθέντος τένοντος
17. ἀπεργασθέν. ὥσπερ γὰρ, εἰ δασὺ καὶ λάσιον ἰσχυρῶς ὑπῆρχεν,
18. οὐδ’ ὅλως ἂν ἔψαυε τῶν πλησιαζόντων ἑαυτῷ, φθανουσῶν
1. προσεμπίπτειν ἑαυταῖς τῶν τριχῶν, οὕτω νῦν, ἀκριβῶς
2. ψιλὸν γενόμενον, οὐδὲν ἄψαυστον ἐκφεύγειν ἐᾷ μόριον
3. οὐδενὸς τῶν ὁμιλούντων, ἀλλὰ πᾶσιν αὐτοῖς προσπίπτον
4. ὅλου τοῦ πλησιάζοντος αἰσθάνεται σώματος. ὅτι δὲ καὶ
5. τὴν σκληρότητα τοῦ ταύτῃ δέρματος ἡ τοῦ τένοντος ὑπόφυσις
6. ἐργάζεται, πρόδηλον παντὶ, χρήσιμόν τι καὶ τοῦτο
7. εἰς πολλὰ τῶν ἔργων ἡμῖν γενησόμενον. διὰ ταῦτα μὲν δὴ
8. τένοντες εἰς τὰ τῶν χειρῶν ἔνδον ἐνέφυσαν δέρματα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 2.6, ed. Kühn, 1822, vol. 3, p. 108-111. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩