Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.7, ed. Kühn, 1822, vol. 3, p. 111-120. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.7

9. Καιρὸς δ’ ἂν εἴη μεταβαίνειν ἐπὶ
10. τὰ τοῦ πήχεώς τε καὶ τῆς κερκίδος ὑπόλοιπα. τὰ μὲν γὰρ
11. πλεῖστα καὶ τούτων εἴρηται· λείπεται δὲ ἄλλα τινὰ παντελῶς
12. ὀλίγα καὶ περὶ τῶν λοξῶν ἐν αὐτοῖς μυῶν τῶν κινούντων
13. τὴν κερκίδα διορίσασθαι. τί δή ποτε δύο μὲν ἐπὶ τὸ
14. πρανὲς αὐτὴν περιάγουσι, δύο δ’ ἐπὶ τὸ ὕπτιον ἀναστρέφουσι,
15. καὶ τί δή ποτε χωρὶς τῶν τενόντων; ὡς οὖν ἐπὶ
16. τῶν ἐκτεινόντων καὶ καμπτόντων τὸν καρπὸν ἐδείκνυτο
17. μυῶν, ἄμεινον εἶναι δύο γενομένους αὐτοὺς εἰς τὰ πέρατα
18. τῶν κινηθησομένων ὀστῶν ἐμφύεσθαι, τὸν αὐτὸν ἔχει τρόπον
1. κᾀπὶ τῶν τὴν κερκίδα κινούντων μυῶν. οὐδὲ γὰρ οὐδ’
2. ἐνταῦθα βέλτιον ἦν ἕνα μῦν εἰς τὸ μέσον αὐτῆς ἐμβαλόντα
3. πεπιστεῦθαι τὴν ὅλην κίνησιν, ἢ δύο γενομένων τὸν μὲν
4. ἐν τοῖς ἄνω μέρεσι τοῖς ἐγγὺς τοῦ βραχίονος, τὸν δ’ ἐν τοῖς
5. κάτω τοῖς πρὸς τῷ καρπῷ καταφύεσθαι. παρήκουσι δ’
6. ἐπὶ πλέον ἑκάτερος, καὶ οὐκ εἰς αὐτὰ μόνον ἐμβάλλουσι τὰ
7. πέρατα, διὰ τὸ τοῖς σαρκώδεσι μέρεσι καταφύεσθαι, πρὶν
8. εἰς τένοντας τελευτῆσαι. ἀσθενεῖς γὰρ αἱ τούτων ἀντιλήψεις
9. ὑπάρχουσαι πλέονας ἐπιλαμβάνειν δέονται τόπους,
10. ἵν’, ὅπερ τοῖς τένουσι διὰ τὴν ἰσχὺν ἐκ μιᾶς ὑπάρχει λαβῆς,
11. τοῦτο τοῖς σαρκώδεσι διὰ τὴν ἀσθένειαν τούτων ἐκ πλεόνων
12. ἀθροίζηται. ὅτι δ’ οὔτ’ ἄμεινον ἦν, οὔτε δυνατὸν ἐκφῦναι
13. τῶν μυῶν τούτων τένοντας, εἰ μέν τις μέμνηται τῶν
14. ἔμπροσθεν εἰρημένων, οἶδεν ἤδη τὴν αἰτίαν, εἰ δὲ
15. μὴ, ἀλλ’ ἐγὼ καὶ ταύτην ἀναμνήσω διὰ βραχέων. οὐ
16. δέχεται κατάφυσιν ὀστοῦν μυὸς, ἢ ὅτι σκληρόν ἐστιν,
17. ἢ ὅτι σμικρὸν, ἢ ὅτι βέλτιον ἦν ἀσάρκῳ φυλάττεσθαι
18. καὶ κούφῳ τῷ μέλει. τούτων δ’ οὐδέν ἐστιν εἰπεῖν ἐπὶ
1. τοῦ τῆς κερκίδος, οὔτε γὰρ σκληρόν ἐστιν, οὔτε σμικρὸν,
2. ἀλλ’ οὐδὲ κοῦφον εἶναι μᾶλλον ἤπερ σαρκῶδες ἐθέλει.
3. πρὸς δὲ καὶ ἀδύνατον τῶν οὕτω πλησίον ἀλλήλοις κειμένων
4. ὀστῶν τὸν ἀρχόμενον ἀπὸ τοῦ πήχεως μῦν ἀπονευρούμενον
5. ἐμφύεσθαι τῇ κερκίδι. κατὰ βραχὺ γὰρ εἰς ταὐτὸν
6. ἀθροιζομένων τῶν εἰς τὰς σάρκας τοῦ μυὸς διεσπαρμένων
7. νεύρων τε καὶ συνδέσμων ἡ γένεσις τοῖς τένουσι. τὸ δὲ
8. κατὰ βραχὺ τοῦτο μακροτέρας ὁδοῦ δεῖται, καὶ μάλισθ’
9. ὅταν ἐκ μεγάλου μυὸς ἀθροίζηται. ὅτι δ’ ἀληθές ἐστι τὸ
10. λεγόμενον, ὁ κατὰ τῆς κερκίδος ἄνωθεν ἐπιβεβλημένος ἐνδείκνυται
11. μῦς, ᾧ μόνῳ τῶν τεττάρων τούτων μυῶν, ὑπὲρ
12. ὧν ὁ λόγος οὗτος ἐνέστηκεν, ὑμενώδης κατὰ τὸ πέρας ἐκπέφυκε
13. τένων, ἐκφυόμενος ἐκ τῶν ἔνδον μερῶν τῇ κερκίδι
14. πλησίον τοῦ καρποῦ. καὶ γὰρ καὶ μόνος ἐλαχίσταις τε λαβαῖς
15. ἔμελλεν κινήσειν αὐτὴν, μακρότατός τέ ἐστιν, οὐ μόνον
16. τῶν τὴν κερκίδα κινούντων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων
17. κατὰ τὸν πῆχυν. διὰ ταῦτα μὲν δὴ τέτταρες γεγόνασιν
1. οἱ μύες οἵδε, καὶ λοξοὶ τὴν θέσιν ὅλοι τε σαρκοειδεῖς εἰσι,
2. πλὴν ὅσα γε τοῦ νῦν εἰρημένου, τοῦ τετάρτου· βραχύτατος
3. γάρ τις, ὡς εἴπομεν, ἐκπέφυκεν ὑμενώδης τένων. ἔθηκε δ’
4. ἕκαστον αὐτῶν ἡ φύσις ἐν ἐπιτηδειοτάτῃ χώρᾳ, τοὺς μὲν
5. ἐπὶ τὸ πρανὲς σχῆμα περιάγοντας τὸ κῶλον ἐκ τῶν ἔνδοθεν
6. μερῶν ἁπάντων πρώτους κατὰ βάθος ἀσφαλείας ἕνεκα.
7. δέδεικται γὰρ ἐν τῷ πρόσθεν λόγῳ τὰς πλείστας τε καὶ
8. ἀναγκαιοτάτας καὶ σφοδροτάτας ἐνεργείας ἡ χεὶρ ἐν τούτῳ
9. τῷ σχήματι διαπονουμένη. τοὺς δ’ ἐπὶ τὸ ὕπτιον ἀπάγοντας
10. ἐκτὸς μὲν δή που πάντως ἐχρῆν καταθεῖναι. τὴν
11. θέσιν δ’ ἀμφοτέρων ἀνάλογον τοῖς ἔνδον οὐχ οἷόν τ’ ἦν
12. ποιήσασθαι καθ’ ἑκάτερα τῆς κερκίδος τὰ πέρατα· τὸ γὰρ
13. πρὸς τῷ καρπῷ, κοῦφόν θ’ ἅμα καὶ ὀλιγόσαρκον εἶναι
14. δεόμενον, ἔτι τε ταῖς κεφαλαῖς ἀνακείμενον τῶν τενόντων
15. ἁπάντων, ὅσοι κινοῦσιν ἄκραν τὴν χεῖρα, δύο λοξοὺς μῦς
16. οὐχ οἷόν τ’ ἦν ὑποδέξασθαι. ταῦτ’ ἄρα τὸν μὲν ἕτερον αὐτῶν,
17. ὅλον σαρκώδη ποιήσασα, κατέκρυψεν ἐν τῇ μεταξὺ
18. χώρᾳ πήχεώς τε καὶ κερκίδος, ἐκ μὲν τοῦ πήχεως ἐκφύσασα,
1. καταφύσασα δ’ εἰς τὴν κερκίδα· τὸν δ’ ἕτερον, ἐπειδὴ μήτ’
2. ἐν ταύτῃ τῇ χώρᾳ δυνατὸν ἦν καταθεῖναι, ἀγαπητῶς ὑποδεξαμένη
3. κᾂν τὸν ἕνα, μήτε ἄλλην τινὰ εἶχε σχολάζουσαν,
4. ἐπέθηκεν ἄνωθεν αὐτῇ τῇ κερκίδι, μακρότερον ἐργασαμένη
5. τῶν περὶ τὸ κῶλον τοῦτο συμπάντων μυῶν. ἀνήκει γοῦν
6. αὐτοῦ τὸ ἄνω πέρας ἐπὶ τὸ τοῦ βραχίονος ἐκτὸς, αἰωρούμενον
7. μὲν ἄχρι τινὸς ἐπὶ τῶν ταύτῃ μυῶν, ἐγκαταβαῖνον
8. δ’ αὐτοῖς, ἵνα λεπτότατον ἑαυτοῦ γίγνεται. τοῦτο μὲν οὖν
9. αὐτοῦ τὸ πέρας οἷον κεφαλή τίς ἐστι. τὸ δ’ ἕτερον τὸ
10. κάτω, δι’ οὗ κινεῖ τὴν κερκίδα, τελευτῆσαν εἰς ὑμενώδη
11. τένοντα, καταφύεται τοῖς ἔνδον αὐτῆς μέρεσι πλησίον τῆς
12. κατὰ τὸν καρπὸν διαρθρώσεως. ἐσφαλμένοι δέ εἰσι μεγάλως
13. καὶ περὶ τὴν τοῦδε τοῦ μυὸς ἐξήγησιν οἱ πρὸ ἡμῶν
14. ἀνατομικοὶ διὰ πολλὰς αἰτίας, ἃς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
15. λέγομεν. ἀλλ’ ὅ γε νῦν λόγος αὐτάρκως ἐπιδεδειχέναι
16. μοι δοκεῖ καὶ τὴν περὶ τοῦδε τοῦ μυὸς ἀκριβῆ
17. τέχνην τῆς φύσεως, κατακρυψάσης μὲν ἐν βάθει τοὺς ἔνδον
1. ἀσφαλείας ἕνεκα, τῶν δ’ ἐκτὸς τὸν ἕτερον μόνον,
2. ὅτι μήτε δυνατὸν ἦν ἀμφοτέρους, μήτε μέγα τι βλάπτεται
3. πρὸς τὰς ἐνεργείας ἡ χεὶρ, παθόντος τοῦ κατὰ τὴν κερκίδα
4. ἄνωθεν ἐπιβεβλημένου μυός. εἰ δέ γε ὁ ἔνδον τι πάθῃ,
5. τὰς κυριωτάτας ἐνεργείας ὅλης τῆς χειρὸς ἀπολέσθαι συμβήσεται.
6. οὐ μὴν οὐδὲ πάθοι ποτ’ ἂν ὑπό γε τῶν ἔξωθεν
7. οὐδὲν, εἰ μὴ πρότερόν τι διακοπῇ τελέως, ἢ συντριβῇ
8. τὰ κατὰ τήνδε τὴν χώραν ὀστᾶ. τοσαύτην ἡ φύσις ἀσφαλείας
9. πρόνοιαν ἀεὶ ποιεῖται τῶν κυριωτέρων μορίων. οὕτω
10. χοῦν καὶ τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων τενόντων ὅσοι
11. τούς τε δακτύλους κινοῦσι καὶ τὸν καρπὸν, ἐπιπολῆς μὲν
12. οἱ ἀκυρώτεροι, διὰ βάθους δ’ εἰσὶν οἱ κυριώτεροι. ἐπεὶ δ’,
13. ὡς ἐλέγομεν, ἡ φύσις ἠναγκάσθη κατὰ τῆς κερκίδος ἄνωθεν
14. ἐπιθεῖναι τὸν ἀκυρώτερον μῦν, εὐλόγως αὐτὸν ἐπὶ τὰ
15. τοῦ βραχίονος ἐκτὸς ἀνήγαγε· μόνως γὰρ οὕτως ἐγένετο ἂν
16. λοξὸς, ὅπερ ἀναγκαῖον ἦν αὐτῷ λοξῆς κινήσεως ἡγήσασθαι
17. μέλλοντι. δῆλον οὖν ἤδη τῷ μὴ παντάπασιν ἀργῶς ἀκηκοότι
18. τῶν εἰρημένων, ὡς οὐ μόνον ἡ φύσις ἐποίησε τοὺς
1. μῦς τοσούτους εὐλόγως, ἀλλὰ καὶ τηλικοῦτον ἕκαστον, οἷον
2. νῦν ἐστι, καὶ ὡδί πως κείμενον, καὶ εἰς τοσούτους δὴ μεριζόμενον
3. τοὺς τένοντας. εἰ γάρ τι καὶ παραλέλειπται κατὰ
4. τὸν λόγον ἀνεξήγητον, τὸ μέν τι τοῖς ἤδη λεγομένοις ἀνάλογον
5. ἔχον, τὸ δὲ καὶ τοῖς εἰρησομένοις ὁμοίως διακείμενον,
6. οὐ χαλεπὸν ἀνευρίσκειν, εἰληφότας ἤδη τοσαύτας ἀφορμὰς
7. τῆς εὑρέσεως, ἓν μόνον ἐν ἅπασι διαφυλάττοντας, ὥσπερ τι
8. φῶς λαμπρὸν, ἄγον τε ὑμᾶς ᾗ χρὴ καὶ ποδηγοῦν ἑτοίμως
9. ἐπὶ τὴν τῶν ζητουμένων εὕρεσιν, ὅ καὶ κατ’ ἀρχὰς εὐθέως
10. ἐλέχθη τοῦδε τοῦ λόγου. τί δὲ τοῦτ’ ἔστι; τὴν ἐνέργειαν·
11. ἑκάστου τῶν μορίων, καὶ πρὸ ταύτης δηλονότι τὴν κατασκευὴν
12. ἅπασαν ἀκριβῶς δεῖν ἐπίστασθαι τῶν ἐν ταῖς διαιρέσεσι
13. φαινομένων αὐτόπτην γενόμενον ἐπιμελῶς. ὡς νῦν γε
14. μεστὰ τὰ βιβλία τῶν ἀνατομικοὺς ἑαυτοὺς καλεσάντων
15. μυρίων ἁμαρτημάτων, ὑπὲρ ὧν ἐν ἑτέρᾳ πραγματείᾳ
16. λόγον ποιούμεθα, δεικνύντες οὐχ ἁπλῶς μόνον αὐτὰ
17. τὰ σφάλματα καθ’ ἕκαστον, ἀλλὰ καὶ τὰς αἰτίας αὐτῶν
1. ἐξηγούμενοι. καὶ τοίνυν καὶ τὰς χρείας τῶν μορίων οὐ χαλεπῶς
2. ἂν ἐξευρίσκοις, ὑπ’ αὐτῆς διδασκόμενος τῆς φύσεως,
3. εἰ μόνον εἰδῇς ἀκριβῶς τὴν κατασκευήν. αὐτίκα τῶν ἐπικειμένων
4. τενόντων τοῖς κατὰ τὸν καρπὸν πέρασι πήχεώς
5. τε καὶ κερκίδος, ἀσάρκοις τε καὶ γυμνοῖς οὖσι καὶ σφαλεροῖς
6. διὰ τὴν κυρτότητα, τίνα τρόπον τῆς ἀσφαλείας ἡ φύσις
7. προὐνοήσατο, θεάσασθαι χρὴ μόνον ἐν ταῖς ἀνατομαῖς·
8. ὡς οὐδείς γε οὕτως ἀναίσθητός ἐστιν, ὃς θεασάμενος ἐγγεγλυμμένον
9. ὀστοῦν χώραν ἴσην τῷ μέλλοντι διεξέρχεσθαι
10. τένοντι ζητεῖ ἔτι καὶ ἀμφιβάλλει καὶ ἀπορεῖ, εἰ τῆς
11. ἀσφαλείας τῶν μορίων ἡ φύσις προνοεῖται· ἀλλ’ εἰ καὶ
12. βραδὺς εἴη καὶ τελέως ἀμβλὺς τὴν διάνοιαν, ἐπὶ μὲν ἑνὸς
13. ἢ δυοῖν ἢ τριῶν ἴσως ὀστῶν αὐτὸ θεασάμενος ἔτι ἂν
14. ἀποροίη, πανταχοῦ δ’ ὁρῶν, ὅταν ὑπερβῆναι δέῃ κυρτότητα
15. μεγάλην ὀστοῦ νεῦρον ἤ τινα τένοντα, τῶν τριῶν
16. τούτων ἕν τι γιγνόμενον, ἢ κοιλαινόμενον τὸ μόριον, ἢ διατετρημένον,
17. ἢ πάντως γε περὶ τὴν βάσιν αὐτοῦ τὸ νεῦρον
18. ἑλιττόμενον, οὐδαμοῦ δὲ γυμνὸν οὐδ’ ἀφρούρητον ἐποχούμενον
1. τῇ κυρτότητι, συνήσει πάντως τότε, πόσην η φύσις
2. ἀσφαλείας ἐν ἑκάστῳ τῶν μορίων ἐνδείκνυται τὴν τέχνην.
3. εἰ δ’, ὅτι καὶ τοῖς στηριζομένοις ταῖς κοιλότησι τῶν ὀστῶν
4. ἀγγείοις ἅπασιν, οὐ μόνον νεύροις τε καὶ τένουσιν, ὑμένες
5. ἰσχυροὶ περιβάλλονται ἄνωθεν καὶ κάτωθεν ὑποστρώννυνται,
6. θεάσαιτό τις, ἔτι καὶ μᾶλλον οἶμαι συνήσειν αὐτὸν;
7. ἕνεκα δυσπαθείας ἅπαντα τὰ τοιαῦτα μεμηχανῆσθαι τὴν
8. φύσιν. ἐν ἅπαντι οὖν τῷ σώματι ταῦθ’ οὕτως ἔχει,
9. κᾀν ταῖς κατὰ τὸν καρπὸν ἐξοχαῖς τῶν ὀστῶν οὐχ ἥκιστα.
10. τῶν γὰρ τριῶν μυῶν τῶν ἔξωθεν τῆς χειρὸς τῶν τὸν
11. καρπὸν κινούντων τοὺς τένοντας αἱ τῆς κερκίδος τε καὶ
12. τοῦ πήχεως ἐπιφύσεις ὑποδέχονται κοιλαινόμεναι. εὐθὺς
13. δὲ καὶ πλατέσι συνδέσμοις, ἰσχυροῖς τε καὶ σκληροῖς,
14. ἐξ αὐτῶν τῶν ὑποδεχομένων ὀστῶν ἐκφυομένοις, ἀμφιέννυνται
15. πανταχόθεν οἱ τῇδε τένοντες ἅπαντες, ὡς μήτε
16. ὑπὸ τῆς ἔξωθεν προσπιπτόντων ἑτοίμως τι πάσχειν, μήθ’
17. ὑπὸ τῆς σκληρότητος τῶν ὀστῶν πονεῖν. ὥσπερ οὖν, ὅτι
18. τῆς ἀσφαλείας τῶν μορίων ἡ φύσις προενοήσατο, θεάσασθαι
19. χρὴ μόνον ἀκριβῶς τὰ διὰ τῆς ἀνατομῆς φαινόμενα,
1. κατὰ τὸν αὐτὸν τρόπον, ὅτι μέγεθος ἑκάστω μυῒ καὶ τένοντι
2. ταῖς ἐνεργείαις ἀνάλογον ἔδωκεν, ὡς καὶ ἐν τῷ πρώτῳ
3. δέδεικται γράμματι, τὰς μὲν ἀσθενεστέρας μικροῖς ἐπιτρέψασα
4. τένουσι καὶ μυσὶ, πρὸς δὲ τὰς σφοδροτέρας οὐ
5. μείζους μόνον, ἀλλὰ καὶ διττοὺς ποιήσασα. καὶ μὴν ὅτι
6. καὶ τὸν ἀριθμὸν αὐτῶν ἅπαντα καὶ τὴν θέσιν ἄκρᾳ τῇ
7. τέχνῃ παρεσκεύασεν, ἤδη μοι δέδεικται, καὶ οὐδὲν ἔτι λείπεται
8. τῶν κατ’ αὐτούς.

Cliquer un n° de page pour en afficher l’image