Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 2.8, ed. Kühn, 1822, vol. 3, p. 120-126. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.8

9. Ἀλλ’ ὥρα μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν
10. ὀστῶν λόγον, ἀπ’ ἄκρας τῆς χειρὸς ἀρξαμένους, ἐπειδὴ καὶ
11. πάμπολλα τὰ κατ’ αὐτήν ἐστιν ὀστᾶ. τῶν μὲν οὖν δακτύλων
12. ἐδείχθη πρόσθεν ὡς ἐχρῆν εἶναι καθ’ ἕκαστον τρία,
13. τοιαύτην ἔχοντα τὴν ἰδέαν τε καὶ τὴν θέσιν καὶ τὸ μέγεθος,
14. οἷα νῦν ἐστι. διὰ τί δ’ ἐξ ὀκτὼ μὲν ὀστῶν τὸν καρπὸν,
15. ἐκ τεττάρων δὲ τὸ μετακάρπιον ἐποίησε πολυειδῶν
16. τοῖς σχήμασι, καὶ διὰ τί μὲν κατὰ δύο στοίχους
17. καρπὸς σύγκειται, καθ’ ἕνα δὲ τὸ μετακάρπιον, ἔτι τε
18. περὶ τοῦ σχήματος αὐτῶν, καὶ τῆς σκληρότητος, καὶ τῆς
1. θέσεως, οὔπω μὲν λέλεκται πρόσθεν· ἀρκτέον δ’ ἤδη τῆς
2. ἐξηγήσεως ἀπὸ τοῦ πλήθους αὐτῶν. ἄτοπος γὰρ ἂν εἶναι
3. δόξειεν ἡμῖν ὁ δημιουργὸς, ἐξ ἑνὸς μὲν ὀστοῦ μηρὸν καὶ
4. βραχίονα, τὰ μέγιστα τῶν κώλων, ἐργασάμενος, ἐξ ὀκτὼ δ’
5. οὕτω βραχὺ μόριον τὸν καρπὸν, ἢ ἐκ τεττάρων τὸ μετακάρπιον.
6. ἐπὶ μὲν γὰρ τῶν δακτύλων ἡ ποικιλία τῶν ἐν
7. ταῖς κινήσεσι σχημάτων ἐνδεικτικὴ τῆς χρείας τοῦ πλήθους
8. αὐτῶν ἐστι, κατὰ δὲ τὸν καρπὸν ἢ τὸ μετακάρπιον οὐδὲν
9. τοιοῦτον φαίνεται. καὶ μὴν, ἀντιτιμωρητέον γάρ τοι ἐναντίῳ
10. λόγῳ, φησί που Ἱπποκράτης, οὕτω σύγκειται τεχνικῶς,
11. ὡς μηδεμίαν ἀπολείπειν ἀκριβείας ὑπερβολήν. αὐτίκα γέ
12. τοι τῶν ὀκτὼ τῶν κατὰ τὸν καρπὸν οὐδὲν οὐδενὶ παραπλήσιον
13. ὑπάρχον τὴν ἰδέαν ἢ τὸ μέγεθος ἴσον, ὅμως εἰς
14. τοσαύτην ἁρμονίαν ἥκει συνθέσεως, ὡς δυσφώρατον αὐτῶν
15. εἶναι τὸν ἀριθμόν· εἰ μὴ γὰρ ἀκριβῶς ἀποξέσῃς μὲν τοὺς
16. συνδέσμους, γυμνώσῃς δὲ τοὺς σκέποντας ὑμένας, εἶναί σοι
17. ἓν τὰ πάντα δόξει. τὸ δ’ ἐξ οὕτω πολλῶν τε καὶ πολυειδῶν
18. συγκείμενον τὸν καρπὸν ἔσωθεν μὲν κοῖλον, εἰς ὅσον
1. τῇ χειρὶ πρέπει, γίνεσθαι, κυρτὸν δ’ ἔξωθεν, εἰς ὅσον καὶ
2. τοῦτο συμφέρει, πῶς οὐχ ἅμα μὲν τέχνην θαυμαστὴν, ἅμα
3. δὲ πρόνοιαν ἐνδείκνυται; τὸ δὲ καὶ κυρτότητα σχεῖν ἐν τοῖς
4. ἄνω μέρεσι τοῖς πρὸς τὸν πῆχυν τοιαύτην τε καὶ τηλικαύτην,
5. οἵα καὶ ὅση μάλιστα ἔμελλεν ἐπιτήδειος εἰς διάρθρωσιν
6. ἔσεσθαι τῶν προτεταγμένων ὀστῶν, ἆρ’ οὐ καὶ
7. αὐτὸ τῆς τε τοῦ βελτίστου προνοίας ἔχεται καὶ τέχνης
8. ἀκρίβειαν ἐνδείκνυται; μὴ τοίνυν ταύτην μόνον θαυμάσῃς
9. αὐτοῦ τὴν κατασκευὴν, ἀλλὰ καὶ τὸ κάτω πέρας ἐπίσκεψαι.
10. τέτταρας γὰρ ἐν ἐκείνῳ τῷ μέρει θεάσῃ κοιλότητας ἑξῆς
11. ἀλλήλων μικρὰς, αἳ συναρθροῦνται τοῖς ὀστοῖς τοῦ μετακαρπίου.
12. χόνδρος δ’ οὐ ταύτας μόνον, ἀλλὰ καὶ τὰς ἐν
13. αὐτῷ τῷ καρπῷ συντάξεις τῶν ὀστῶν ἁπάσας ἐπαλείφει,
14. καὶ σφίγγουσιν ὑμένες ἔξωθεν αὐτὰς ἰσχυροὶ, σύνδεσμοί τε
15. ἅμα τοῖς ἄρθροις καὶ σκέπασμα τοῖς ὅλοις ὀστοῖς περιβεβλημένοι.
16. τὰ δὲ τοῦ μετακαρπίου τέτταρα παράλληλα μὲν
17. ἄχρι τῶν δακτύλων φέρεται, διέστηκε δ’ ἀπ’ ἀλλήλων, καὶ
1. οὐχ, ὥσπερ τὰ τοῦ καρποῦ, πάντη συνῆπται. ταυτὶ μὲν ἐπὶ
2. πλεῖστον ἀλλήλων διεστῶσιν ὀργάνοις τοῖς δακτύλοις ἔμελλε
3. διαρθρώσασθαι, τὰ δ’ ἄνω τοῦ καρποῦ τοῖς πήχεώς τε
4. καὶ κερκίδος πέρασι συνημμένοις. ἀλλὰ καὶ τὸ σχῆμα κυρτὰ
5. μὲν ἔξωθεν ἀτρέμας, ἔνδοθεν δὲ σιμότερα γέγονεν· ἔδει
6. γὰρ αὐτὰ, ἑξῆς τῶν τοῦ καρποῦ τεταγμένα, τὴν ἐκείνων ἰδέαν
7. μιμεῖσθαι. καὶ τοίνυν εἰς τοσοῦτον αὐτοῖς ὡμοίωται, ὥστε
8. τὴν ἐξ ἁπάντων σύνταξιν διττὰς ἐπιφανείας ὁμαλὰς ἐργάζεσθαι,
9. σιμὴν μὲν τὴν ἐντὸς, κυρτὴν δὲ τὴν ἐκτός. ὅταν
10. οὖν ἐκτεῖναι δεηθῶμεν ἀκριβῶς ἄκραν τὴν χεῖρα, τείνουσι
11. μὲν οἱ ἔξωθεν τένοντες ἅπαντας τοὺς δακτύλους, ὥσπερ
12. ἀνακλῶντες, ἐκτείνεται δὲ ὁμοίως καὶ τὸ κατὰ τὸν καρπὸν
13. ἄρθρον. ὐπ’ ἀμφοτέρων δ’ αὐτῶν ὅ τε καρπὸς καὶ τὸ μετακάρπιον,
14. στενοχωρούμενά τε καὶ οἷον μοχλευόμενα βιαίως,
15. ἐξίστασθαι μὲν τῆς ἀρχαίας ἕδρας ἀναγκάζεται, φέρεσθαι
16. δ’ ἔξωθεν μὴ δυνάμενα διὰ τὴν τῶν ἐνταῦθα τενόντων
17. τάσιν λοιπὴν ἔτι τὴν ἔσω μετάστασιν ἕξει, κᾂν ἐπὶ πλεῖστον
18. ἐχώρησεν ἔσω πανταχόθεν ὠθούμενα, χαλαροὺς εἴπερ
1. ἐκέκτητο καὶ λεπτοὺς τοὺς συνδέσμους· νυνὶ δ’ ἡ τούτων
2. ῥώμη βοηθὸς αὐτοῖς ὑπῆρξεν, ὡς μὴ παντάπασιν ἐξάρθροις
3. γενέσθαι. ὅμως δ’ οὖν, ἑκάστου τῶν ἄρθρων βραχύ τι μετακινουμένου,
4. μέγα καὶ ἀξιόλογον ἐξ ἁπάντων ἀθροίζεται.
5. πλείστην δ’ εἰς τὴν τοιαύτην μετάστασιν οἱ ἐκτὸς
6. τένοντες εἰσφέρονται δύναμιν· ἐμπίπτοντες γὰρ τοῖς κυρτοῖς
7. τῶν ὀστῶν εἴσω σύμπαντα πιλοῦσι. διττὸν δὲ ἐντεῦθεν
8. τὸ πρὸς τὴν αἴσθησιν ἐπίδηλον γίνεται τῆς ἐκτάσεως, τῆς
9. μὲν τέως κενῆς χώρας τῆς ἐντὸς καταλαμβανομένης ὑπὸ
10. τῶν μεθισταμένων εἰς αὐτὴν ὀστῶν, τῆς δ’ ἔμπροσθεν
11. κυρτότητος τῆς ἐκτὸς καταλειπομένης. οὐ μόνον τοίνυν τῷ
12. τὸ κοῖλον ἀναπληροῦσθαι τῆς χειρὸς, ἀλλὰ καὶ τῷ τὸ κυρτὸν
13. εὐθύνεσθαι τοῖς κατὰ τὸν καρπόν τε καὶ τὸ μετακάρπιον
14. ὀργάνοις ἐκτείνεσθαι συμβαίνει. κοίλην δ’ ὅταν ἀκριβῶς
15. βουληθῶμεν ἐργάσασθαι τὴν χεῖρα, πάντα τἀναντία δρῶμεν,
16. ἐκλύοντες μὲν τῆς τάσεως τοὺς ἐκτὸς τένοντας, τείνοντες δὲ
17. τοὺς ἐντὸς, κάμπτοντες δὲ τοὺς δακτύλους· ἐξ ὧν ἁπάντων
18. πάλιν ἑτοίμως εἰς τὸν ἐκτὸς τόπον ἐπανέρχεται τῶν ὀστῶν
19. ἕκαστον. ἀλλ’ οὐκ ἂν οὐδέτερον τούτων ἐγένετο, μηδαμῆ
1. δυναμένων εἴκειν αὐτῶν· οὐκ ἂν δ’ εἶξαν, εἴπερ ἦν ἓν
2. ἀσύνθετον ἅπαντα. ὥστ’ ἐκ τοῦ πολλὰ γενέσθαι τὸ μεθίστασθαι
3. κτησάμενα καὶ κοίλην ἐπὶ πλεῖστον, καὶ πάλιν
4. εὐθεῖαν ἐργάζεται τὴν χεῖρα διὰ τὴν ἀμφοῖν ἡμῖν ἐν μέρει
5. χρείαν· καὶ πάντως ἂν ἡ ἑτέρα κατάστασις ἀπώλετο, μὴ
6. γενομένων αὐτῶν πλειόνων. οὐ μόνον δὲ τὴν ἐνέργειαν τῆς
7. χειρὸς, ἀλλὰ καὶ τὴν ἀσφάλειαν ὠφέλησεν ἡ τοιαύτη κατασκευή.
8. μεταξὺ γὰρ τῶν δακτύλων τε καὶ τοῦ πήχεως εἴπερ
9. ἓν ἁπλοῦν ὀστοῦν ἐτέτακτο, κοῖλον μὲν τἄνδον, κυρτὸν δὲ
10. τἀκτὸς, οὕτω γυμνὸν, ὡς τούτοις πρέπει εἶναι γυμνοῖς, (τοῦτο
11. γὰρ ὁ πρόσθεν λόγος ἔδειξεν,) ὑπὸ παντὸς ἂν αὐτὸ πλήξαντος
12. σκληροῦ ῥᾳδίως ἐῤῥήγνυτο, ῥαγὲν δ’ εὐθὺς ὅλον ἂν
13. παρὰ φύσιν εἶχεν ἓν ὄν· νυνὶ δ’, ἐπειδὴ δυοκαίδεκα γέγονε,
14. τὸ δωδέκατον τῆς ὅλης κατασκευῆς διαφθείρεται, παθόντος
15. ἑνός. ἀλλὰ καὶ πρὸς τὸ μηδ’ ὅλως παθεῖν ἄμεινον ἐκ
16. πολλῶν συγκεῖσθαι, καὶ μᾶλλον οὕτω σκληρῶν· εἴκοντα γὰρ
17. τοῖς ἐμπίπτουσι κατὰ τὰς διαρθρώσεις ἐκλύει τὴν βίαν αὐτῶν.
1. οὕτω τοι καὶ βέλος καὶ δόρυ καὶ πᾶν ὁτιοῦν ἄλλο
2. τοιοῦτον ῥᾷον διεξέρχεται τῶν τεταμένων δερμάτων,
3. ἤπερ τῶν χαλαρῶν, τῷ τὰ μὲν ἀνθίστασθαι, τὰ δ’ εἴκοντα
4. κατὰ βραχὺ τὴν βίαν ἐκλύειν τῶν ἐμπιπτόντων. ἄμφω τοίνυν
5. ἐκτήσατο τῶν ὀστῶν τούτων σύνθεσις, καὶ τὴν ἐν κοινῷ
6. πάντων δυσπάθειαν, καὶ τὴν ἑκάστου κατὰ μόνας, τὴν
7. μὲν ἐκ τοῦ πλήθους αὐτῶν, τὴν δ’ ἐκ τῆς σκληρότητος
8. λαβοῦσα. καὶ μὲν δὴ καὶ τὸ πολυειδὲς τῶν σχημάτων εἰς
9. τὴν τοῦ κοινοῦ δυσπάθειαν ἀμηχάνως συντελεῖ, πολυειδῶς
10. γὰρ εἴκει καὶ τοῖς ἐκ πάντων τόπων προσπίπτουσιν· εἰ δέ
11. γε μονοειδὴς ἡ σύνθεσις αὐτῶν ἐγεγόνει, δυσπαθὴς οὐκ ἂν
12. εἴη, ὅτι μηδ’ εἴκειν παντοίως ἠδύνατο. διὰ τοῦτο μὲν δὴ
13. πολλὰ καὶ ᾧδέ πως συγκείμενα.

Cliquer un n° de page pour en afficher l’image