14. Διὰ τί δ’ ὀκτὼ μὲν τὰ τοῦ καρποῦ, τέτταρα
15. δὲ τὰ τοῦ μετακαρπίου, καὶ ὡς οὔτε πλείω βέλτιον
16. ἦν οὔτ’ ἐλάττω γενέσθαι, τοῦθ’ ἑξῆς δίειμι, πρότερόν γε
17. τὸ μὲν ὑπομνήσας τῶν ἐπὶ τῇ τελευτῇ τοῦ πρώτου γράμματος
1. εἰρημένων, τὸ δ’ ἀποδείξας νῦν. ὅτι μὲν γὰρ οὔτε
2. πλείους τῶν πέντε δακτύλων οὔτ’ ἐλάττους ἄμεινον ἦν γεγονέναι,
3. τὸ πρότερον ἐξηγεῖται γράμμα· διὰ τί δ’ οὐχ, ὡς
4. τῶν ποδῶν, ἐφ’ ἑνὸς στοίχου πάντες, ἀλλ’ ὁ μέγας
5. ἀντιτέτακται τοῖς ἄλλοις, εἴρηται μὲν δὴ καὶ περὶ τούτου,
6. ἀλλ’ ὅσον ἐνδεῖ, νῦν προσκείσεται. ποῦς μὲν ὄργανον βαδιστικὸν,
7. χεὶρ δὲ ἀντιληπτικόν· ἔπρεπεν οὖν τῷ μὲν τὸ
8. τῆς ἕδρας ἀσφαλὲς, τῇ δὲ τὸ τῆς ἀντιλήψεως πολυειδές.
9. ἀλλ’ ἡ μὲν ἀσφάλεια τῆς ἕδρας ἐφ’ ἑνὸς στοίχου τεταγμένων
10. ἁπάντων ἐδεῖτο τῶν δακτύλων, ἡ δ’ εἰς τὸ ποικίλον
11. τῶν ἀντιλήψεων ἑτοιμότης τοῦ μεγάλου τοῖς ἄλλοις ἀντιτεταγμένου.
12. ἀλλ’ εἰ μὲν κατ’ ἀντικρὺ πάντων ἐτάχθη τὸ
13. μέσον τῆς ἔσω χώρας καταλαβὼν τοῦ καρποῦ, πολλοῖς ἂν
14. τῶν ἔργων τῆς χειρὸς ἐλυμῄνατο, καὶ μάλισθ’ ὅσα τοῖς
15. θέναρσιν ἢ κατὰ μόνας ἑκατέρᾳ δρῶμεν, ἢ ἀμφοτέραις
16. ἅμα. διὰ τοῦτ’ οὖν ἐκ πλαγίων μὲν ἐχρῆν αὐτὸν τετάχθαι,
17. πλεῖστον δ’ ἀφεστηκέναι τῶν ἄλλων. διττῆς δ’
18. οὔσης τῆς ἐκ τῶν πλαγίων θέσεως, ἢ κατὰ τὸν μικρὸν
1. δάκτυλον, ἢ κατὰ τὸν λιχανὸν, εὔλογον ἦν αὐτὸν κατὰ
2. τὸν λιχανὸν τετάχθαι· ἐστράφθαι γὰρ εἰς ἀλλήλας οὕτως
3. ἔμελλον αἱ χεῖρες, ἀπεστράφθαι δ’ ἐκείνως· καὶ προσέτι
4. κατὰ τὰς ἐσχάτας καμπὰς τῶν δακτύλων ὁ μὲν μικρὸς
5. οὐδεμίαν ἀπολείπει χώραν κενὴν, ὁ δὲ λιχανὸς οὐ μικρὰν,
6. δεομένην σαφῶς οἷον ἐπιθήματός τινος τοῦ μεγάλου δακτύλου.
7. ἐπεὶ τοίνυν ἐν τούτῳ τῷ χωρίῳ μάλιστ’ ἐχρῆν τετάχθαι
8. τὸν μέγαν δάκτυλον, τὴν πρώτην αὐτοῦ φάλαγγα
9. τῷ πλησιάζοντι τοῦ καρποῦ διήρθρωσεν ὀστῷ· εἰ γάρ τινι
10. τῶν τοῦ μετακαρπίου συνετέτακτο, μικρὸν ἂν ἦν αὐτῷ τὸ
11. πρὸς τὸν λιχανὸν διάστημα. τοῦτο δ’ εἴπερ ἐγένετο, χεῖρον
12. μὲν ἂν ἐνήργει καὶ μετ’ ἐκείνου, χεῖρον δ’ οὕτω καὶ
13. μεθ’ ἑκάστου τῶν ἄλλων, χεῖρον δ’ ἔτι μᾶλλον κᾀν τῷ
14. κατὰ κύκλον τι περιλαμβάνειν. ἐν ἅπασι γὰρ τοῖς εἰρημένοις
15. τὸ τῆς χρείας ἱκανῶς περαίνεται τῷ μήκει τῆς
16. διαστάσεως. τὸν μὲν δὴ μέγαν διὰ τοῦτο ἐπὶ πλεῖστον
17. ἀπῆγε τῶν ἄλλων.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 2.9, ed. Kühn, 1822, vol. 3, p. 126-128. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩