Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 3.1, ed. Kühn, 1822, vol. 3, p. 168-175. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ

ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ

ΛΟΓΟΣ Γ.

1. Χεῖρας μὲν δὴ μόνος ἁπάντων ζώων ἄνθρωπος
2. ἔσχεν, ὄργανα πρέποντα ζώῳ σοφῷ· δίπουν δ’
3. αὐτὸ μόνον ἐν τοῖς πεζοῖς ἐγένετο καὶ ὀρθὸν, ὅτι χεῖρας
4. ἔσχεν. τοῦ γὰρ ἀναγκαίου πρὸς τὴν ζωὴν σώματος ἐκ τῶν
5. κατὰ τὸν θώρακά τε καὶ τὴν κοιλίαν μορίων συμπληρουμένου
6. καὶ δεομένου κώλων εἰς βάδισιν, ἐπὶ μὲν ἐλάφων τε καὶ κυνῶν
7. καὶ ἵππων καὶ τῶν ἄλλων παραπλησίων τὰ πρόσθια κῶλα
1. τοῖς ὄπισθεν ὁμοιοσκελῆ γέγονε, καὶ τοῦτ’ αὐτοῖς εἰς τάχος
2. συντελεῖ· ἀνθρώπῳ δὲ (οὔτε γὰρ οἰκείου τάχους ἔδει, μέλλοντί
3. γε δαμάσασθαι σοφίᾳ τε καὶ χερσὶν ἵππον, ἄμεινόν
4. τ’ ἦν μακρῷ πρὸ τῆς ὠκύτητος ὄργανα σχεῖν εἰς
5. ἁπάσας τέχνας ἀναγκαῖα) τὰ πρόσθια κῶλα χεῖρες ἐγένοντο.
6. τί δὴ οὖν οὐ καὶ τέτταρα σκέλη καὶ χεῖρας ἐπ’
7. αὐτοῖς ἔσχεν, ὥσπερ οἱ Κένταυροι; ὅτι πρῶτον μὲν ἀδύνατος
8. τῇ φύσει τῶν τοσούτῳ διαφερόντων σωμάτων ἡ μίξις.
9. οὐ γὰρ δὴ, ὥσπερ οἱ πλάσται καὶ οἱ γραφεῖς, χρώματά τε
10. καὶ σχήματα μόνον αὐτῶν ἔμελλε συνθήσειν, ἀλλὰ καὶ τὰς
11. οὐσίας ὅλας κεράσειν, ἀμίκτους τε καὶ ἀκράτους ὑπαρχούσας.
12. οὐ γὰρ οὖν, εἰ συνουσία τις ἀφροδίσιος ἀνθρώπῳ πρὸς
13. ἵππον γένοιτο, τελειώσουσιν αἱ μῆτραι τὸ σπέρμα. Πίνδαρος
14. δ’ εἰ μὲν ὡς ποιητὴς προσίεται τὸ τῶν Κενταύρων
15. μυθολόγημα, συγχωρητέον αὐτῷ· εἰ δ’ ὡς σοφὸς ἀνὴρ
16. καί τι περιττότερον τῶν πολλῶν ἐπίστασθαι προσποιούμενος
17. ἐτόλμα γράφειν,

1. — — — — — — — —, ὃς
2. ἵπποισι Μαγνητίδεσσιν
3. ἐμίγνυτ’ ἐν Παλίου
4. σφυροῖς. ἐκ δ’ ἐγένοντο στρατὸς
5. θαυμαστὸς ἀμφοτέροις
6. ὅμοιοι τοκεῦσι, τὰ ματρόθεν μὲν
7. κάτω, τὰ δ’ ὕπερθε πατρός.

8. ἐπιτιμητέον αὐτῷ τῇ προσποιήσει τῆς σοφίας. ἵππος μὲν
9. γὰρ ὄνου, καὶ ὄνος ἵππου δύναιτ’ ἂν καὶ δέξασθαι τὸ
10. σπέρμα, καὶ διασώσασθαι, καὶ τελεσφορῆσαι πρὸς ζώου
11. μικτοῦ γένεσιν· οὕτω δὲ καὶ λύκος κυνὸς, καὶ κύων οὐ λύκου
12. μόνον, ἀλλὰ καὶ ἀλώπεκος, ὥσπερ οὖν καὶ ἀλώπηξ
13. κυνός. ἵππος δ’ ἀνθρώπου τάχα μὲν οὐδ’ ἂν ὑποδέξαιτο
14. τοῖς κόλποις τῆς ὑστέρας τὸ σπέρμα, μακροτέρου γὰρ αἰδοίου
15. δεῖ, εἰ δ’ οὖν καὶ δέξαιτό ποτε, διαφθείρειεν ἂν
16. ἢ εὐθὺς ἢ οὐκ εἰς μακράν. ἀλλ’, ὦ Πίνδαρε, σοὶ μὲν
17. ᾄδειν τε καὶ μυθολογεῖν ἐπιτρέπομεν, εἰδότες τὴν ποιητικὴν
18. μοῦσαν οὐχ ἥκιστα τῶν ἄλλων τῶν οἰκείων κόσμων
1. καὶ τοῦ θαύματος δεομένην· ἐκπλῆξαι γὰρ οἶμαι καὶ κηλῆσαι
2. τοὺς ἀκροατὰς, οὐ διδάξαι βούλεσθαι. ἡμεῖς δ’, οἷς
3. ἀληθείας, οὐ μυθολογίας, μέλει, σαφῶς ἴσμεν οὐσίαν ἀνθρώπου
4. τε καὶ ἵππου παντάπασιν ἄμικτον ὑπάρχουσαν. εἰ δὲ
5. καὶ συγχωρήσαιμεν, ἐν γοῦν τῇ κυήσει καὶ μίγνυσθαι καὶ
6. τελειοῦσθαι τὸ ζῶον τοῦτο ἄτοπόν τε καὶ ἀλλόκοτον, ἀλλὰ
7. τίσι τροφαῖς θρέψεται τὸ γεννηθὲν, οὐκ ἂν εὕροιμεν. ἢ
8. πόαις μέν τισι καὶ κριθαῖς ὠμαῖς τὰ κάτω τὰ ἵππεια,
9. τοῖς δ’ ἑφθοῖς καὶ τοῖς ἀνθρωπείοις ἐδέσμασι τὰ ἄνω;
10. ἄμεινον μέντ’ ἂν ἦν οὕτως αὐτῷ καὶ δύο στόματα γεγονέναι,
11. τὸ μὲν ἀνθρώπειον, τὸ δ’ ἵππειον. κινδυνεύσει
12. γὰρ οὖν καὶ δύο καρδίας ἔχειν, εἴ τι δεῖ τοῖς στέρνοις
13. τεκμαίρεσθαι. ἀλλ’ εἰ καὶ ταῦτά τις ὑπερβαίνοι πάντα τὰ
14. ἄτοπα, καὶ συγχωρήσειε καὶ γεννᾶσθαι δύνασθαι καὶ διαζῇν
15. τὸν ἱπποσκελῆ τοῦτον ἄνθρωπον, οὐδὲν αὐτῷ πλέον ἐκ
16. τῆς τοιαύτης κατασκευῆς, ὅτι μὴ τὸ τάχος· οὐδὲ τοῦτο
17. αὐτὸ ἁπλῶς οὐδ’ ἐν ἅπασι χωρίοις, ἀλλ’ ἐν τοῖς ὁμαλοῖς
1. καὶ λείοις πεδίοις μόνοις. εἰ δέ που δέοι πρὸς ὄρθιον
2. δραμεῖν, ἢ κάταντες, ἢ λοξὸν, ἢ ἀνώμαλον, ἡ νῦν οὖσα
3. κατασκευὴ τῶν ἀνθρωπείων σκελῶν ἀμείνων μακρῷ. οὕτω
4. δὲ καὶ ὑπερπηδῆσαι, καὶ πέτρας ὀξείας τε καὶ ὀρθίους
5. ὑπερβῆναι, καὶ ὅλως ἁπάσας τὰς δυσχωρίας διελθεῖν ἀμείνων
6. ὁ ἄνθρωπος τοῦ τερατώδους ἐκείνου Κενταύρου. ἐβουλόμην
7. δ’ ἂν ἰδεῖν ἢ οἰκοδομούμενον, ἢ ναυπηγούμενον, ἢ
8. διὰ τῶν ἱστῶν ἐπὶ τὰς κεραίας τῶν πλοίων ἀναῤῥιχώμενον,
9. ἢ ὅλως τῶν ναυτικῶν ἔργων τι μεταχειριζόμενον, ὡς ἄτοπός
10. τε δεινῶς ἐν ἅπασιν ἂν ἦν, καὶ πολλαχῆ τελέως ἀδύνατος.
11. πῶς γὰρ ἐν τοῖς οἰκοδομήμασι διὰ λεπτῶν καὶ μακρῶν
12. κλιμάκων ἐπὶ τοίχους ὑψηλοτάτους ἂν ἀνῄει; πῶς δὲ ἐπὶ
13. τὰς τῶν πλοίων κεραίας; πῶς δ’ ἂν ἐρέσσων ἦν, ᾧ γε
14. μηδὲ καθέζεσθαι καλῶς ἐνεχώρει; κᾂν εἰ τοῦτό γε αὐτῷ
15. ὑπῆρχεν, τὰ πρόσθια σκέλη τὰς τῶν χειρῶν ἐνεργείας ἐκώλυεν.
16. ἀλλ’ ἴσως μὲν ναύτης ἄχρηστος, γεωργὸς δ’ ἂν εἴη
17. χρήσιμος. ἀλλ’ ἐνταυθοῖ καὶ πλέον ἀχρηστότερος, 
1. καὶ μάλιστα εἰ πρᾶξαί τι δέοι τοῖς δένδροις ἐπαναβαίνοντα,
2. καί τινας τῶν καρπῶν δρέπεσθαι. μὴ τοίνυν ταύτην μόνην
3. αὐτοῦ θεώρει τὴν ἀτοπίαν, ἀλλ’ ἐπὶ τὰς τέχνας ἁπάσας
4. ἴθι, καὶ σκόπει χαλκεύοντα, καὶ σκυτοτομοῦντα, καὶ ὑφαίνοντα,
5. καὶ γράμματα γράφοντα, πῶς μὲν καθεδεῖται,
6. ποίοις δὲ μηροῖς ἐπιθήσει τὸ βιβλίον, ἢ τῶν ἄλλων
7. ὀργάνων ἕκαστον ὅπως μεταχειριεῖται. πρὸς γὰρ αὖ τοῖς
8. ἄλλοις ἅπασιν οἷς ἄνθρωπος ἐξαιρέτως ἔχει, καὶ τὸ καθέζεσθαι
9. χρησίμως ἐπὶ τῶν ἰσχίων μόνῳ τούτῳ πάντων ζώων
10. ὑπάρχει. λέληθε δὲ καὶ τοῦτο τοὺς πολλοὺς, καὶ νομίζουσιν,
11. ὀρθὸν μόνον ἑστάναι τὸν ἄνθρωπον, οὐκ εἰδότες, ὅτι καὶ τὸ
12. καθέζεσθαι μόνος ἔχει. ὁ γοῦν Κένταυρος ἐκεῖνος ὁ τῶν
13. ποιητῶν, ὃν οὐκ ἄνθρωπον, ἀλλ’ ἱππάνθρωπόν τινα μᾶλλον
14. ἐν δίκῃ καλέσειας ἂν, οὔτε στηρίζεσθαι δυνατὸς ἦν
15. ἀσφαλῶς ἐπὶ τῶν ἰσχίων, οὔτ’, εἰ καὶ τοῦθ’ ὑπῆρχεν αὐτῷ,
16. ταῖς χερσὶν ἐχρῆτ’ ἂν δεξιῶς, ἐμποδιζόντων αὐτῷ τῶν προσθίων
17. σκελῶν εἰς ἁπάσας τὰς ἐνεργείας, ὥσπερ εἰ καὶ ἡμῶν
18. ἑκάστῳ δύο τις τῷ στέρνῳ προσδήσειε προμήκη ξύλα. καὶ
1. γὰρ οὖν καὶ εἰ κατακλίνῃ τις οὕτως ἡμᾶς σκευάσας ἐν σκιμποδίῳ,
2. θαυμαστή τις ἡ συνουσία δηλονότι φανεῖται, καὶ
3. πολὺ μᾶλλον ἔτι δεηθέντων ὕπνου. θαῦμα γὰρ ἂν καὶ
4. τοῦτο τῶν Κενταύρων ἐκείνων, οὐ τῷ σκίμποδι χρῆσθαι δυναμένων
5. ὅλῳ, οὔτ’ ἐπὶ τῆς γῆς ἀναπαύεσθαι· δεῖται γὰρ
6. τῶν ἐν αὐτοῖς μορίων ἡ κατασκευὴ τοῦ σώματος ἑκατέρα
7. θατέρου, ἡ μὲν ἀνθρώπειος σκίμποδος, ἡ δὲ ἵππειος
8. γῆς. ἀλλ’ ἴσως οὐχ ἱππείοις τέτταρσι σκέλεσιν, ἀλλ’
9. ἀνθρωπείοις ἄμεινον κεχρῆσθαι ἡμᾶς. οὕτω μέν γε πρὸς
10. τῷ μηδὲν ἔχειν πλέον εἰς μηδεμίαν ἐνέργειαν ἔτι καὶ τὸ
11. τάχος ἀνθρώποις ἀπώλετ’ ἄν. καὶ μὴν εἰ μήθ’ ἱππείοις,
12. μήτ’ ἀνθρωπείοις, οὐδ’ ἄλλου τινὸς ἂν ζώου· τὰ μὲν
13. γὰρ τοῖς τῶν ἵππων μᾶλλον, τὰ δὲ τοῖς τῶν ἀνθρώπων
14. ἔοικεν. ὁπότ’ οὖν τῶν τεττάρων οἱ δύο περισσοὶ, πρόδηλον,
15. ὡς, εἴπερ ἓξ εἴχομεν πόδας ἢ καὶ πλείονας, ἔτι πλέον
16. οὕτως ἂν ἦσαν ἡμῖν μάταιοι. καθόλου γὰρ, εἴ τι μέλλει
17. χερσὶ καλῶς χρήσασθαι ζῶον, οὐδὲν τούτου χρὴ προκεῖσθαι
1. τοῦ στέρνου ἐμπόδισμα, μὴ ὅτι σύμφυτον, ἀλλ’
2. οὐδὲ ἐπίκτητον.

Cliquer un n° de page pour en afficher l’image