1. Ἀλλὰ τό γε κινεῖσθαι τοῖς σκέλεσι τοιαύταις
2. τε καὶ τοσαύτας κινήσεις, ὅσας καὶ οἵας φαίνεται κινουμένας,
3. καὶ ὡς οὔτε πλείους, οὔτ’ ἐλάττους, οὔτ’ ἄλλως
4. διατεταγμένας ἄμεινον ἦν αὐτὰς γεγονέναι, νῦν ἂν εἴη ῥητὸν,
5. ἀναμιμνήσκοντας ἅμα καὶ τῶν ἐν χερσὶ κινήσεων, ὅτι
6. τε διττὸς ἦν ὁ σκοπὸς τῇ φύσει τῆς κατασκευῆς τῶν σκελῶν,
7. οὐκ εἰς τάχος μόνον, ὥσπερ τοῖς ἵπποις, ἀλλὰ καὶ εἰς
8. ἀσφάλειαν ἕδρας παρασκευαζούσῃ αὐτὰ, καὶ διὰ τοῦτο καὶ ἀντιληπτικά
9. πως ἐργασαμένῃ, ὥσπερ καὶ τὰς χεῖρας. οὕτω τε
10. θᾶττιν ἂν ἡμῖν ὁ σύμπας περαίνοιτο λόγος, εἰ τὸ μὲν κοινὸν
11. ὠτῶν τῆς πρὸς τὰς χεῖρας κατασκευῆς ἐπισημαινόμενοι
12. μόνον ἐν τάχει παρατρέχοιμεν, ἐνδιατρίβοιμεν δὲ τοῖς ἰδίοις.
13. οὕτω δ’ ἂν καὶ ἡ τέχνη τῆς φύσεως ἐναργέστερον ὀφθείη,
14. τὴν ἀναλογίαν τῆς κατασκευῆς τῶν κώλων ἅπασαν ἡμῶν
15. ἐπεξεργαζομένων τῷ λόγῳ, καὶ δεικνύντων οὔτε λεῖπον οὐδὲν
16. οὔτε πλεονάζον αὐτῶν οὐδετέρῳ. καίτοι περὶ
17. μὲν χειρὸς ὁ πρόσθεν λόγος ἱκανῶς ἐξηγήσατο· καὶ ὅστις
18. οὐκ ἐθαύμασε τὴν τέχνην τῆς φύσεως, ἢ ἀξύνετός ἐστιν,
1. ἢ ἰδίᾳ τι αὐτῷ διαφέρει· καιρὸς γὰρ ἂν εἴη μοι τῇ τοῦ
2. Θουκυδίδου χρήσασθαι λέξει. ἀξύνετος μὲν οὖν ἐστιν, εἰς
3. ἂν τὰς ἐνεργείας, ὅσας ἄμεινον ἦν ὑπάρχειν ταῖς χερσὶν, ἢ
4. οὐκ ἐνόησεν, ἢ ἐξ ἄλλης κατασκευῆς ἀμείνους ἔσεσθαι
5. προσεδόκησεν· ἰδίᾳ δ’ αὐτῷ διαφέρει φθάνοντι μοχθηρᾶς
6. ἐντετράφθαι δόγμασιν, οἷς οὐχ ἕπεται τεχνικῶς ἅπαντα τὴν
7. φύσιν ἀπεργάσασθαι. τούτους μὲν ἐλεεῖσθαι χρὴ δυστυχήσαντας
8. ἐξ ἀρχῆς περὶ τὰ μέγιστα, διδάσκεσθαι δὲ τοὺς
9. συνετοὺς ἅμα καὶ ἀληθείας ἐραστὰς, οὓς καὶ νῦν ἀναμνήσαντες,
10. ὡς ἐν τῇ τῶν χειρῶν κατασκευῇ τέτταρας ἐδιδάξαμεν
11. ἑκάστῳ τῶν δακτύλων ὑπάρχειν χρῆναι κινήσεις ὑπὸ
12. διττῶν μὲν καὶ μεγίστων τενόντων καμπτομένων, ὑφ’ ἑτέρων
13. δ’ ἁπλῶν ἡττόνων ἢ κατὰ τοὺς μεγάλους ἐκτεινομένων,
14. ὑπ’ ἄλλων δὲ ἔτι μικροτέρων ἔξω τε καὶ ὡς ἐπὶ
15. τὸν μικρὸν δάκτυλον ἀπαγομένων, καὶ πρὸς τῶν μικροτάτων,
16. οὓς ἀπὸ τῶν κατὰ τὰς χεῖρας μυῶν ἔφαμεν γεννᾶσθαι, τὴν
17. λοιπὴν κίνησιν τὴν ἐντὸς ὡς ἐπὶ τὸν μέγαν δάκτυλον
1. ἐπιστρεφομένων, ἑξῆς ἐπιδείξομεν, ὡς ἐν τοῖς ποσὶν εὐλόγως
2. μέν εἰσιν αἱ τέτταρες αὗται κινήσεις ἑκάστῳ τῶν δακτύλων,
3. ὑπὸ μεγίστων μὲν τενόντων καμπτομένων, ὑπ’ ἐλαχίστων δ’
4. ἐντὸς ἐπιστρεφομένων, μεταξὺ δ’ ἀμφοῖν τὸ μέγεθος τοῖς
5. ἐκτείνουσί τε καὶ τοῖς ἔξω περιάγουσιν· οὐ μὴν μεγάλοι
6. εἰσὶν οἱ κάμπτοντες, ὥσπερ ἐν ταῖς χερσὶν, ὅτι μηδ’
7. ὁμοίως ἐκείναις ἀντιληπτικὸν ὄργανον ἐχρῆν ἀποδειχθῆναι
8. τὸν πόδα· καὶ μέν γε καὶ ὡς τὰς χώρας τῆς ἐμφύσεως αὐτοῖς
9. τὰς αὐτὰς φυλάξασα, δι’ ἃς ἐπὶ τῶν χειρῶν ἐδηλώσαμεν
10. αἰτίας, ἐκώλυσε τὸ μέγεθος. οὐ γὰρ, ὅσον μείζους οἱ πόδες
11. ὑπάρχουσιν ἄκρων τῶν χειρῶν, τοσοῦτον καὶ οἱ τένοντες
12. αὐτῶν ὑπερέχουσιν, ἀλλ’ ἔλαττον πολλῷ· μείζων γὰρ ἡ
13. χρεία καὶ συνεχεστέρας καὶ σφοδροτέρας ἐνεργείας δεομένη
14. ἡ τῶν ἐν ταῖς χερσὶ δακτύλων. εὐλόγως οὖν ἔμπαλιν ἔχουσι
15. μέγεθος οὐχ οἱ δάκτυλοι μόνον, ἀλλὰ καὶ οἱ κατὰ τούτους
16. τένοντες ἐν ποσί τε καὶ χερσίν· ὅσῳ γὰρ ὁ ποὺς ἄκρας
17. χειρὸς μείζων ὅλος ὅλης, τοσούτῳ καὶ οἱ δάκτυλοι τῶν
18. δακτύλων καὶ οἱ τένοντες τῶν τενόντων ἐλάττους εἰσί.
1. ταῖς μὲν γὰρ χερσὶ τὸ κῦρος τῆς ἐνεργείας ἐν τοῖς δακτύλοις
2. ἐστὶν, ἀντιληπτικοῖς ὀργάνοις γενομένοις· τοῖς δὲ ποσὶν, οὐκ
3. εἰς ἀντίληψιν τὸ σύμπαν, ἀλλ’ εἰς ἕδραν ἀσφαλῆ παρεσκευασμένοις
4. καὶ μέλλουσιν ὅλον ἐφ’ ἑαυτῶν ὀχήσειν τὸ
5. ζῶον, αὐτοῖς μὲν πολὺ μείζοσιν ἢ κατὰ τὰς χεῖρας
6. γίγνεσθαι, μικροὺς δ’ ἔχειν ἄμεινον ἦν τοὺς δακτύλους.
7. ὥστε καὶ τοὺς τένοντας αὐτῶν μικροτέρους πολλῷ τῶν ἐν
8. ταῖς χερσὶ βέλτιον ἦν γενέσθαι τενόντων, ὅσον ὄργανά τε
9. σμικρότερα καὶ πρὸς ἐλάττους τε καὶ ἀσθενεστέρας ἐνεργείας
10. παρεσκευασμένα κινήσειν ἔμελλον. οὐκ οὖν τέτταρα
11. εὔλογον ἦν γένη τῶν κινούντων τοὺς δακτύλους τενόντων
12. ἀπὸ τῶν ἐν τῇ κνήμῃ γεννῆσαι μυῶν, ὥσπερ ἐπὶ τῆς χειρὸς
13. ἀπὸ τῶν ἐπὶ τοῦ πήχεως, ἀλλὰ δύο μόνα, τό τε τὴν ἔκτασιν
14. ἐργαζόμενον αὐτῶν καὶ τὸ τὴν κάμψιν τοῦ πρώτου τε
15. καὶ τρίτου τῶν ἐν τοῖς τέτρασι δακτύλοις ἄρθρων. καὶ μάλιστά
16. γ’ ἐν τούτοις ἐστὶ θαυμάζειν τῆς φύσεως τὴν τέχνην,
17. ἐν οἷς ὁμοιότητος ἅμα καὶ ἀνομοιότητος οὔσης, ἀνάλογον
18. μὲν ἐκόσμησεν ἀλλήλαις τὰς ὁμοιότητας, οὐκ ἀνάλογον δὲ
1. τὰς ἑτερότητας. ὅτι μὲν γὰρ εἰς τέτταρας ἄγεσθαι κινήσεις
2. ἕκαστον τῶν δακτύλων καθ’ ἕκαστον τῶν ἄρθρων χρὴ, καὶ
3. ὡς πλεονεκτεῖν ἀεὶ τὰς ἔσω, καὶ διὰ τοῦτό γε καὶ διττὰς
4. ἔχειν τὰς ἀρχὰς, ὁμοιότης ἂν εἴη κατὰ τοῦτο ποσί
5. τε καὶ χερσίν· ὅτι δὲ μικροτέρων ἁπάντων δέονται τῶν τενόντων
6. οἱ ἐν τοῖς ποσὶ δάκτυλοι, καὶ ὅτι τὰ μόρια μείζω
7. τε καὶ πλείω τοῦ ποδὸς, ἀνομοιότης κατὰ τοῦτο ἂν τοῖς
8. μέλεσίν ἐστι. πῶς οὖν αὐτὰ δικαίως ἡ φύσις ἐκόσμησε,
9. λεκτέον ἂν εἴη. τὰς μὲν κινήσεις ἑκάστῳ τῶν ἄρθρων ἐργασαμένη
10. τέτταρας, καὶ τὰς ἀρχὰς αὐτῶν πέντε ποιήσασα,
11. καθάπερ ἐπὶ τῆς χειρὸς, οὐ μὴν ἔκ γε τῶν ἀναλόγων ἁπάσας
12. ὁρμωμένας χωρίων. ἐν μὲν γὰρ ταῖς χερσὶν, ὡς ἐπεδείκνυμεν,
13. ἀπὸ τῶν ἐν αὐταῖς μυῶν τῶν μικρῶν οἱ τῆς λοξῆς
14. ἔσω κινήσεως ἐξηγούμενοι τένοντες ἀπέφυσαν μόνοι, τῶν
15. ἄλλων ἁπάντων ἀπὸ τοῦ πήχεως καταφερομένων. ἐν δ’ αὖ
16. τοῖς ποσὶν οὐχ οὕτως, ἀλλ’ αἱ τρεῖς μὲν ἐξ αὐτῶν τῶν ποδῶν
17. ἄρχονται, δύο δ’ ἐκ τῆς κνήμης καταφέρονται. ἐπὶ μὲν
18. γὰρ τῆς ἄκρας χειρὸς οὐκ ἦν ἑτέρα χώρα σχολάζουσα· τοῦ
1. δέ γε ποδὸς, ὡς ἂν ἐπιμήκους ὑπάρχοντος, ἐν μὲν τῷ κατὰ
2. τὸ πεδίον χωρίῳ τοὺς τῆς λοξῆς ἔσω κινήσεως ἐξηγουμένους
3. μῦς κατέθετο, κατὰ δὲ τὸ λοιπὸν αὐτοῦ πᾶν τὸ μέχρι τῆς
4. πτέρνης τοὺς τὸ δεύτερον ἄρθρον ἑκάστου τῶν τεττάρων
5. δακτύλων κάμπτοντας· οὕτω κᾀκ τῶν ἄνω μερῶν τοῦ ποδὸς
6. ἄλλους ἐπέθηκε μῦς, τῆς λοξῆς τῆς ἐκτὸς ἡγησομένους κινήσεως.
7. ἐπὶ δὲ τῆς χειρὸς, ὅτι καὶ μείζους ἐχρῆν εἶναι
8. τοὺς ἀνάλογον αὐτῶν μῦς, καὶ αὐτὸ τὸ μέλος τοῦ μέλους
9. μικρότερον ἦν, ἀδύνατον ἐγένετο ταῦτα τὰ δύο γένη περιθεῖναι
10. τῶν μυῶν, ἀλλὰ τὸ πρῶτον εἰρημένον ἐστὶ μόνον.
11. διὰ τοῦτ’ οὖν ἑπτὰ μὲν ἄκρᾳ τῇ χειρὶ γεγόνασιν οἱ σύμπαντες
12. μύες, ὡς ἂν τοῖς πέντε τοῖς ἔσω περιάγουσι δυοῖν
13. προστεθέντων, τοῦ τε κατὰ τὸν μικρὸν δάκτυλον ἔξωθεν
14. καὶ τοῦ προσάγοντος τῷ λιχανῷ τὸν μέγαν. ἐπὶ δ’ οὖν τοῦ
15. ποδὸς οὐχ οὗτοι μόνον, ἀλλ’ οἵ τε περιάγοντες αὐτοὺς ἐκτὸς
16. οἵ τε τὸ δεύτερον ἄρθρον ἑκάστου τῶν δακτύλων τῶν
17. τεττάρων κάμπτοντες. ὁ γὰρ δὴ μέγας ἐν αὐτοῖς μόνος ἁπάντων
18. μειζόνων τενόντων ἀποβλάστημα καταφυόμενον εἴς τε τὸ
1. δεύτερον ἄρθρον ἐπ’ αὐτοῦ καὶ τὸ τρίτον ἔχει παραπλησίως
2. τῷ κατὰ τὰς χεῖρας. ταῦτ’ οὖν ὁμοίως θ’ ἅμα καὶ
3. διαφερόντως ἔχουσιν οἱ ἐν τοῖς ποσὶ τένοντες τοῖς ἐν ταῖς
4. χερσίν· ὁμοίως μὲν, ὅτι πέντε αὐτῶν εἰσι γένη καὶ τέτταρας
5. ἑκάστῳ δακτύλῳ κινήσεις ἐκπορίζοντα, διαφερόντως δὲ
6. κατὰ τὰς ἀρχάς. ἐν μὲν γὰρ ταῖς χερσὶ μόνη τῶν λοξῶν
7. κινήσεων ἡ ἔσω τὴν ἀρχὴν ἐκ τῶν κατ’ αὐτὰς ἔχει μυῶν,
8. αἱ δ’ ἄλλαι τέτταρες ἀπὸ τῶν ἀνωτέρω τε καὶ κατὰ τὸν
9. πῆχυν· ἐπὶ δ’ αὖ τῶν ποδῶν ἄνωθεν μὲν ἐκ τῆς κνήμης αἱ
10. δύο καθήκουσι, κάτωθεν δ’ ἐξ αὐτῶν τῶν ποδῶν αἱ τρεῖς
11. ὥρμηνται. καὶ ἡ αἰτία λέλεκται· ὅτι τε γὰρ μικρῶν αὐταῖς
12. ἔδει τενόντων, καὶ διὰ τοῦτο καὶ τῶν μυῶν, καὶ ὅτι κατ’
13. αὐτοὺς τοὺς πόδας ἦν χώρα σχολάζουσα, διὰ τοῦτ’ ἐνταῦθα
14. ἐτάχθησαν. ἀλλὰ μὲν δὴ καὶ ταύτῃ γε ἀνομοίως ἔχει τῶν
15. τενόντων ἡ διανομὴ κατά τε τοὺς πόδας καὶ τὰς χεῖρας,
16. ὅτι τοῖς μὲν ἐν ταῖς χερσὶν τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον
17. ἑκάστου τῶν δακτύλων κάμπτουσιν οὐδεὶς ἕτερος ἀφ’
18. ἑτέρου μυὸς ἀρχόμενος ἐπιμίγνυται τένων, οἱ δ’ ἐν τοῖς
1. ποσὶν, οἱ ἀνάλογον αὐτοῖς, οὐκ ἐξ ἑνὸς ἄρχονται μυὸς, ἀλλ’
2. ὁμοιότατοι τοῖς εἰς ὅλας τὰς χεῖρας ἀπὸ τοῦ κατὰ τὸν
3. τράχηλον νωτιαίου νεύροις ἐκφυομένοις ἐπιπλέκονταί τε καὶ
4. ἀναμίγνυνται πρὸς ἀλλήλους. οὕτω δέ πως ἔχει καὶ ἡ εἰς
5. τὰ σκέλη τῶν νεύρων ἔκφυσις ἀπὸ τοῦ κατὰ τὴν ὀσφὺν
6. νωτιαίου. καὶ γίγνεται τοῦτο ὑπὸ τῆς φύσεως, ἵν’ ἑκάστου
7. τῶν οὕτως κινουμένων ὀργάνων οἷον διπλῆ τις ἀρχὴ κινήσεως
8. ὑπάρχῃ πρὸς τὸ, κᾂν ἡ ἑτέρα ποτὲ πάθῃ, τὴν γοῦν
9. λοιπὴν αὐτοῖς ὑπηρετεῖν. καὶ διὰ τοῦτο, ἔνθα ἤτοι μῆκος
10. ἱκανὸν ἀποστάσεως, ἢ τὸ χωρίον ᾖ σφαλερὸν, ἐνταῦθα τὴν
11. τοιαύτην ἐπιτεχνᾶται μίξιν. ἐπὶ μὲν οὖν τῶν χειρῶν τε καὶ
12. σκελῶν ἀξιόλογον τὸ ἐν μέσῳ διάστημα τῆς ἀρχῆς τῶν
13. νεύρων καὶ τῆς τελευτῆς· ἐπὶ δὲ τῶν κάτω τοῦ ποδὸς
14. ἐπικίνδυνον τὸ χωρίον· ἀεὶ γὰρ ἐπὶ τούτου ποδὸς βέβηκε
15. τὸ ζῶον, ὥστε καὶ τέμνεσθαι, καὶ θλᾶσθαι, καὶ παντοίως
16. πονεῖν ἑτοιμότερον τοῖς ταύτῃ τένουσι τῶν ἀνάλογον
17. αὐτοῖς ἐχόντων ἐν χερσί· καὶ διὰ τοῦτο ἡ προειρημένη
18. τῶν ἐνταῦθα τενόντων ἐπιμιξία γέγονεν. οἱ μέντοι πάνυ
1. σμικροὶ μύες, οἱ παροφθέντες τοῖς ἀνατομικοῖς, ὥσπερ κᾀμοὶ
2. μέχρι πολλοῦ, τὸ πρῶτον ἄρθρον ἑκάστου δακτύλου
3. κάμπτουσιν ὡσαύτως ἐν χερσί τε καὶ ποσί. τούτου οὖν
4. ἕνεκα θαυμάζειν χρὴ τὴν φύσιν· καὶ τούτων δ’ οὐχ ἧττον,
5. ὅτι μηδένα μῦν λοξὸν ἐκ τῆς κνήμης ἐνέφυσεν εἰς τὴν περόνην
6. ἀνάλογον τοῖς ἐν χειρὶ τὸν πῆχυν τῇ κερκίδι συνάπτουσιν.
7. ἐπὶ μὲν γὰρ τῆς χειρὸς ὅτι μὴ μόνον ἐκτείνειν
8. τε καὶ κάμπτειν ὅλον τὸ κῶλον, ἀλλὰ καὶ περιάγειν ἐφ’
9. ἑκάτερα βέλτιον ἦν, ἀποδέδεικται πρόσθεν. ἐπὶ δὲ τοῦ σκέλους,
10. σκοπὸν ἐχούσης τῆς κατασκευῆς οὐ τὸ πολυειδὲς τῆς
11. ἀντιλήψεως, ἀλλὰ τὸ τῆς βάσεως ἑδραῖον, οὐ μόνον οὐδὲν
12. ἔμελλεν ἐκ τῶν τοιούτων κινήσεων ἔσεσθαι πλέον, ἀλλὰ καὶ
13. προσαπόλλυσθαί τι τῆς ἀσφαλείας. ἐλαττόνων τε γὰρ
14. ἄρθρων καὶ ἁπλουστέρων τῶν κινήσεων ἔδει τῷ μηδαμόσε
15. μέλλοντι ἐπιτραπήσασθαι κατὰ μηδεμίαν ἐνέργειαν σφοδράν.
16. οὔκουν οὔτε κατὰ γόνυ διττὴν διάρθρωσιν ἐποιήσατο πρὸς μηρὸν
17. ἑκατέρου τῶν ὀστῶν, ἰδίαν μὲν κνήμης, ἰδίαν δὲ περόνης,
1. ὡς ἐν χειρὶ πρὸς βραχίονα πήχεως μὲν ἑτέραν, κερκίδος
2. δ’ ἑτέραν, οὔτε διέστησεν ἀπ’ ἀλλήλων ἄμφω τὰ πέρατα
3. κνήμης καὶ περόνης, ἀλλ’ ἑκατέρωθεν συνέφυσε. περιττὸν
4. γὰρ ἦν, ὧν οὐκ ἔχρῃζε τὸ κῶλον κινήσεων, ἢ διαρθρώσεις
5. ταύταις, ἢ μῦς παρασκευάζειν, ὥσπερ γε καὶ ῥᾴθυμον, ὧν
6. ἐδεῖτο παραλείπειν ἡντιναοῦν. ἀλλ’ οὔτε παραλέλειπταί τι
7. τῇ φύσει κατ’ οὐδέτερον τῶν κώλων, οὔτε εἰς πλῆθος ἀργὸν
8. καὶ μάταιον ἐκτέταται, σύμπαντα δὲ τὰ ἄλλα καὶ ὁ
9. τῶν μυῶν ἀριθμὸς εἰς ἄκραν ἥκει τοῦ ζώου πρόνοιαν. περὶ
10. μὲν οὖν τῶν κατὰ τὸν πῆχυν εἴρηται πρόσθεν, ὡς οὔτ’
11. ἐλάττους, οὔτε πλείους, ὥς τε οὐδὲ μικροτέρους ἢ μείζους,
12. ἢ ἄλλην τινὰ θέσιν ἔχοντας ἐχρῆν αὐτοὺς γενέσθαι. κατὰ
13. δὲ τὴν κνήμην τρισκαίδεκα τενόντων εἰσὶ κεφαλαὶ, ὄπισθεν
14. μὲν ἓξ, ἔμπροσθεν δὲ ἑπτὰ, καὶ κινοῦσι τὸν πόδα τὰς
15. προσηκούσας ἁπάσας κινήσεις. προσήκουσι δὲ ὅλῳ μὲν
16. αὐτῷ χωρὶς τῶν δακτύλων τέτταρες, ὥσπερ καὶ τῷ καρπῷ·
17. καὶ χρὴ τῶν ἐπ’ ἐκείνου λελεγμένων ἀναμνησθέντας, ὑπὲρ
1. τοῦ μὴ μακρὸν γενέσθαι τὸν λόγον, ἀκοῦσαι τῆς ἀναλογίας
2. αὐτῶν. ὡς γὰρ ἐπ’ ἐκείνου δύο μὲν ἀπονευρώσεις μυῶν
3. ἔσωθεν ἐνεφύοντο, δύο δ’ ἔξωθεν, τὰς τέτταρας κινοῦσαι
4. τὸν καρπὸν κινήσεις, οὕτω κᾀνταῦθα τοῦ μὲν ἐπιτεταμένου
5. τῇ κνήμῃ μυὸς ἔμπροσθεν ἀποφυόμενός τις τένων εὔρωστος
6. ἱκανῶς δίχα σχισθεὶς ἐμφύεται τοῖς πρὸ τοῦ μεγάλου δακτύλου
7. μέρεσι τοῦ ποδὸς, τοῦ δὲ περιτεταμένου τῇ περόνῃ
8. τοῖς πρὸ τοῦ μικροῦ. καὶ εἰ μὲν ἀμφοτέρως ταθεῖεν, ἀναρτῶσί
9. τε καὶ σιμοῦσιν ἅπαντα τὸν πόδα, καθάπερ οἱ ἐπὶ
10. τῆς χειρὸς ἀνάλογον αὐτοῖς ἔχοντες ἐκτείνειν τὸν καρπὸν
11. ἐλέγοντο· θατέρου δὲ ἐνεργήσαντος, αἱ ἐπὶ τὰ πλάγια κινήσεις
12. ὡσαύτως ταῖς ἐν καρπῷ γίνονται. καὶ μέν τοι
13. κᾀκ τῶν ὄπισθεν ἀνάλογον τοῖς ἐν χερσὶν ἀντέταξεν ἡ
14. φύσις ἀποβλαστήματα δύο μυῶν, τὰς ἐναντίας ταῖς εἰρημέναις
15. ἐργασόμενα κινήσεις τοῦ ποδός. ὧν τὸ μὲν ἔλαττον,
16. ἀπὸ τοῦ διὰ βάθους φερομένου μυὸς ἀρχόμενον, εἰς
17. τὴν πρὸ τοῦ μεγάλου δακτύλου χώραν ἐμφύεται κάτωθεν·
1. τὸ δ’ ἕτερον τὸ μεῖζον ὁ ἐπιφανὴς οὗτός ἐστι τένων, ὁ εἰς
2. τὴν πτέρναν ὄπισθεν ἀναφυόμενος, ἱκανῶς εὔρωστός τε καὶ
3. μέγιστος, ὃς εἰ καὶ μόνος ποτὲ πάθῃ, χωλεύειν ἀνάγκη τῷ
4. ποδί. τὸ γὰρ ὑποτεταγμένον ὅλῳ τῷ σκέλει κατ’ εὐθεῖαν
5. ὀστοῦν, ὃ δὴ καλεῖται πτέρνα, μέγιστον καὶ ἰσχυρότατον
6. ὑπάρχον ἁπάντων τῶν ἐν τοῖς ποσὶν ὀστῶν, ὁ τένων οὗτος
7. ἐφ’ ἑαυτὸν ἕλκων, ἑδράζει σύμπαν οὕτω τὸ κῶλον, ὥστε
8. καὶ εἰ κατὰ θάτερον τῶν ποδῶν ἵστασθαί ποτε ἐθελήσαις
9. ὑψώσας τὸν ἕτερον, οὐκ ἂν περιτραπείης, οὐδὲ καταπέσοις,
10. οὐδ’ εἰ τῶν ἄλλων τις πεπόνθοι τενόντων· οὕτω μεγάλην
11. τε καὶ ἀντίῤῥοπον ἅπασι τοῖς ἄλλοις ἔχει τὴν δύναμιν. πῶς
12. δ’ οὐκ ἔμελλεν, εἰς τὸ πρῶτον καὶ κυριώτατον ὄργανον τῆς
13. βαδίσεως ἐμφυόμενος, τὴν πτέρναν, καὶ συνάπτων αὐτὴν τῇ
14. κνήμῃ μόνος; ἄχρι μὲν δὴ τῆς θέσεώς τε καὶ τῆς ἐνεργείας,
15. ἧς πεπίστευται, τῷ πρὸ τοῦ μικροῦ δακτύλου τῆς χειρὸς
16. ἔσωθεν ἐμφυομένῳ τένοντι κατὰ πᾶν ἀνάλογον ἔχει· τὸ
17. δὲ πρὸς ἐξαίρετον εἰς ἀξίωμα χρείας αὑτῷ παρὰ τοῦ τῆς
1. πτέρνης ὀστοῦ προσεκτήσατο, οὐδὲν οὔτ’ ἀνάλογον ἐν τῇ
2. χειρὶ μόριον ἔχοντος, ὡς καὶ πρόσθεν εἴρηται, καὶ μόνου
3. πᾶν ὀχοῦντος τὸ σῶμα. ταῦτ’ οὖν ἡ φύσις γιγνώσκουσα
4. τρίτην αὐτοῦ τὴν ἀρχὴν τῆς κινήσεως ἐποιήσατο. διὸ καὶ
5. θαυμάζειν οἶμαί σε μάλιστα τὴν τέχνην αὐτῆς, εἰ προσέχοις
6. τὸν νοῦν τοῖς ἐν ταῖς ἀνατομαῖς φαινομένοις, καὶ θεάσῃ
7. τὸν μὲν ἐκτείνοντα τοὺς δακτύλους μῦν ἕνα πολλοῖς ὑπηρετοῦντα
8. μορίοις, ὡσαύτως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν
9. κατὰ τὸν πόδα καὶ τὴν κνήμην ὅλως εἰς πλείους τελευτῶντα
10. τένοντας, ἢ, εἰ μικρὸς ᾖ, πάντως γε εἰς ἕνα, καθάπερ
11. γε καὶ οἱ ἐν τοῖς ποσὶ, μόνον δὲ τὸν εἰς τὴν πτέρναν
12. καθήκοντα τριῶν εἰς αὐτὸν ἐλθόντων μεγάλων μυῶν ἐκφυόμενον,
13. ἵν’, εἰ καί ποτε ἐξ αὐτῶν εἷς τις ἢ καὶ δύο πάθοιεν,
14. οἱ λοιποὶ γοῦν ἢ ὁ λοιπὸς ὑπηρετοῖ. καὶ πολλαχόθεν
15. μὲν οὖν καὶ ἄλλοθεν τοῦ σώματος ἡ φύσις ἀπεδείξατο
16. τὴν τοιαύτην πρόνοιαν, ἔνθα κίνησίς ἐστιν εἰς μέγα διαφέρουσα
17. τῷ ζώῳ, πολλὰς αὐτῇ ἐνεργασαμένη τὰς ἀρχάς·
18. ἀτὰρ οὖν κᾀνταῦθα κατὰ τὸν ἐκ τῶν δύο μυῶν τῶν μεγάλων,
1. τῶν ὄπισθεν τῆς κνήμης τεταγμένων, ἐκφυόμενον τένοντα
2. εἰς τὴν πτέρναν καθήκοντα διάδηλός ἐστι τὸ τῆς
3. χρείας ἀξίωμα προϊδομένη τε καὶ ὡς ἔνι μάλιστα τῆς δυσπαθείας
4. αὐτῆς προνοησαμένη. νομίζουσι μὲν οὖν οἱ πρὸ
5. ἐμοῦ πάντες ἀνατομικοὶ, τοὺς τὴν γαστροκνημίαν ἐργαζομένους
6. τρεῖς μῦς εἰς τὴν πτέρναν ἐμβάλλειν· ἔχει δ’ οὐχ
7. οὕτω τἀληθές. ἑνὸς γὰρ αὐτῶν οὐ σμικρὰ μοῖρα τοῦ τένοντος
8. ὑπερβαίνουσα τὴν πτέρναν ὑποφύεται παντὶ τῷ
9. κάτω τοῦ ποδὸς, ὃν ἄμεινον ἴσως οὐ μέρος τίθεσθαι τοῦ
10. τρίτου μυὸς, ἀλλ’ αὐτὸν καθ’ αὑτὸν ἰδίᾳ τέταρτον μῦν.
11. ἀλλ’, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ἁπάντων ὧν ἠγνόησαν
12. ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγομεν τὰς αἰτίας. οὔτε
13. γὰρ οὐδ’ ὅτι τῶν ὄντως ἐμφυομένων τῇ πτέρνῃ μυῶν ὁ μὲν
14. ἐκ τοῦ τῆς περόνης ὀστοῦ πεφυκὼς ὑψηλοτέρως ἐμβάλλει,
15. σαρκοειδὴς διαμένων, οἱ δ’ ἐκ τῶν μηροῦ κεφαλῶν, εἰς εὔρωστον
16. τένοντα τελευτῶντες, ἐφεξῆς τῷ προειρημένῳ καταπεφύκασιν
17. εἰς ἄκραν τὴν πτέρναν, ἔγνωστο τοῖς ἔμπροσθεν.
18. ἀλλὰ περὶ μὲν τῆς τῶν μυῶν ἀκριβοῦς ἀνατομῆς οὐκ ἐν
1. ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι μόνον, ἀλλὰ καὶ καθ’
2. ἓν ἰδίᾳ γράψεται βιβλίον· ἐξ ὧν τῷ βουλομένῳ ῥᾷστον,
3. ὅθεν ἐκφύονται καὶ οὗ καταφύονται, μανθάνοντι γιγνώσκειν,
4. ὡς τὸ ῥηθὲν ἐν τῷ πρὸ τούτου γράμματι παντὸς μᾶλλον
5. ἀληθές ἐστιν, ὅτι λοξοὺς μὲν ἐπὶ τῶν κώλων ἡ φύσις
6. ἔθηκε τοὺς τῶν λοξῶν κινήσεων ἐξηγησομένους, εὐθεῖς δ’
7. ἐξέτεινε κατὰ τὸ μῆκος, οἷς ἀκριβῆ κάμψιν ἢ ἔκτασιν ἐπέτρεψε.
8. καὶ τοίνυν ἤδη τῆς θέσεως ἁπάντων τῶν περὶ τὴν
9. κνήμην μυῶν, καὶ τοῦ μεγέθους αὐτῶν ἑκάστου, καὶ τοῦ
10. πλήθους οὐ χαλεπὸν ἐξευρεῖν τὴν αἰτίαν. εἴπερ γὰρ οἱ
11. μὲν τρεῖς οὗτοι τὴν πτέρναν τε κινοῦσι καὶ τὸ ἄτριχον ἐργάζονται
12. τοῦ ποδὸς, ἐπ’ αὐτοῖς δ’ ἕτεροι τρεῖς τούς τε
13. δακτύλους κάμπτουσι καὶ τὴν ἀνάλογον ἐργάζονται τῷ ποδὶ
14. κίνησιν, ἣν ἐν τῇ χειρὶ τὸν τένοντα τὸν πρὸ τοῦ μεγάλου δακτύλου
15. καταφυόμενον ἐδείξαμεν ἔχειν, εὐλόγως οἱ πάντες ὄπισθεν
16. τῆς κνήμης ἓξ ὑπάρχουσι, κατ’ εὐθὺ κείμενος ἕκαστος
17. οὗ κινήσειν ἔμελλε μορίου. δύνανται δὲ οἱ ς΄ οὗτοι μύες οὐχ
1. ἓξ, ἀλλὰ πέντε νομίζεσθαι, καθάπερ ἔδοξε τοῖς πρὸ ἡμῶν
2. ἀνατομικοῖς, τοὺς ὑστάτους δύο μῦς ἕνα θεμένοις ἐκ τοῦ
3. συμφυεῖς εἶναι κατὰ τὰ πλεῖστα. καὶ μὲν δὴ καὶ οἱ πρόσθιοι
4. τῆς κνήμης ἔδοξαν αὐτοῖς τρεῖς εἶναι διὰ τὴν αὐτὴν
5. αἰτίαν, καίτοι γε ἓξ ἢ ἑπτὰ κάλλιον ἂν ῥηθέντες. ὁ μὲν
6. οὖν ἐκτείνων τοὺς τέτταρας δακτύλους εἷς αὐτοῖς εἶναι δοκεῖ,
7. καθάπερ καὶ ἔστιν εἷς. ἑκατέρωθεν δὲ αὐτοῦ
8. πάλιν ἕτερος εἷς, εἰς τριττὰς τενόντων κεφαλὰς τελευτῶν.
9. αἷς εἴ τις αὐταῖς τε καὶ ταῖς χρείαις αὐτῶν προσέχοι τὸν
10. νοῦν, ἓξ ἢ ἑπτὰ τοὺς πάντας θήσεται, καθάπερ ἐν ταῖς
11. ἀνατομικαῖς ἐγχειρήσεσι δείκνυται. προΐτω δ’ ὁ λόγος ἐν
12. τῷ παρόντι, τρεῖς ὀνομαζόντων ἡμῶν αὐτούς. δύο μὲν οὖν
13. εἰσιν οἱ προλελεγμένοι σιμοῦν τὸν πόδα, καθήκοντες ὁ μὲν
14. εἰς τὴν ὑπὲρ τὸν μέγαν, ὁ δ’ εἰς τὴν ὑπὲρ τὸν μικρὸν
15. δάκτυλον χώραν αὐτοῦ, ὁ δὲ λοιπὸς καὶ τρίτος, ὁ μέσος
16. ἀμφοῖν κείμενος, ὁ τοὺς δακτύλους ἐκτείνων. ἔστι δὲ δή
17. που καὶ μικρότερος οὗτος, ὡς ἂν καὶ μικρότερα κινῶν
1. ὄργανα, καὶ διὰ μέσης τῆς κνήμης εὐθὺ τῶν δακτύλων ἔρχεται,
2. τούτους γὰρ κινήσειν ἔμελλεν. ἑκάστου δὲ τῶν μυῶν
3. ἀρίστη ἡ θέσις ἡ κατ’ εὐθὺ τῶν κινησομένων ἐστὶ μορίων.
4. οὔκουν ἔτι ζητήσεις οὐδὲ διὰ τί τῷ μὲν τῆς περόνης ὀστῷ
5. παρατεταμένος ὁ τὴν ἔξω τοῦ ποδὸς ὅλου κίνησιν ἐργαζόμενος
6. μῦς καταφέρεται, τῷ δὲ τῆς κνήμης ἕτερος ὁ τὴν
7. λοιπὴν τὴν ἔσω· κατ’ εὐθὺ γὰρ ἐχρῆν εἶναι καὶ τούτους
8. ὧν δημιουργοῦσι κινήσεων· οὐδὲ διὰ τί μικρὸς μὲν ὁ ἔξωθεν,
9. πολὺ δὲ αὐτοῦ μείζων ὁ ἔσωθεν ὁ τῇ κνήμῃ παραφυόμενος·
10. ἐμέτρησε γὰρ καὶ τούτων τὸ μέγεθος ἡ πάντη
11. δικαία φύσις τῇ χρείᾳ τῆς ἐνεργείας, ἣν ἑκάτερος ἐνεργήσειν
12. ἔμελλε. διὰ τί δὲ τοῦ μὲν παρὰ τὴν περόνην μυὸς
13. ἀποβλάστημά τι τοῖς ἔξωθεν ἐμφύεται μέρεσι τοῦ μικροῦ
14. δακτύλου, τοῦ δὲ παρὰ τὴν κνήμην εἰς τὸν μέγαν ἕτερόν
15. τι τούτου μεῖζον καὶ διπλοῦν; ἡ μὲν γὰρ πρόχειρος φαντασία
16. τάχ’ ἄν τινα συναρπάσειεν, ὡς ἴδιόν τι τοῦτ’ εἴη
17. τοῖς ποσὶ καὶ παντοίως ἐναντίον τοῖς κατὰ τὰς χεῖρας.
1. εἰ δ’ ἐπιστήσειε καὶ προσέχοι τὸν νοῦν τῷ πράγματι,
2. παντὸς μᾶλλον ἀνάλογον αὐτῷ δόξουσιν ἔχειν καὶ ταύτῃ οἱ
3. πόδες ταῖς χερσί. πλεονεκτεῖν γὰρ ἐν ἐκείναις τῶν ἄλλων
4. δακτύλων ὅ τε μικρὸς ἐλέγετο μιᾷ κινήσει καὶ ὁ μέγας· καὶ
5. τοίνυν κᾀν τοῖς ποσὶ ταὐτὸν τοῦθ’ ὑπάρχειν αὐτοῖς ἐχρῆν.
6. καὶ μὴν εἰ μὴ πάνυ προστεθεῖεν αἱ εἰρημέναι νῦν, οὐκ ἂν
7. ἔτι πλεονεκτοῖεν, ἀλλ’ εἰς τέτταρας ὁμοίας τοῖς ἄλλοις
8. ἄγοιντο κινήσεις, καὶ οὕτως οὔτ’ ἂν ἐπὶ πλεῖστον ἀπάγοιντο
9. τῶν ἄλλων, ὃ μόνοις αὐτοῖς ἐξαίρετον ὑπῆρχεν, οὔτ’
10. ἂν ὁ μέγας τὰς ἄνωθεν ἐκέκτητο δύο τὰς λοξὰς ἀντὶ τῆς
11. μιᾶς τῆς τοὺς ἄλλους ἐκτεινούσης. ὥστε καὶ κατὰ τοῦτο
12. τῶν ἐν τοῖς ποσὶ δακτύλων ἡ ἀναλογία πᾶσα σώζεται πρὸς
13. τοὺς ἐν ταῖς χερσίν. ὅτι δὲ καὶ κατὰ τοὺς ὄνυχας ἀνάλογον
14. ἔχουσιν, οὐδὲν δεῖ λόγου, καὶ ὅτι τοῦθ’ ὡς ἀντιληπτικοῖς
15. ὑπάρχει μορίοις αὐτοῖς. ἆρ’ οὖν ἐν τούτοις μόνοις οἷς
16. εἰρήκαμεν, ὅσα μὲν ἐχρῆν ἀνάλογον εἶναι τῷ ποδὶ πρὸς τὴν
17. χεῖρα, καὶ ὅσα διαφέροντα, δικαίως ἡ φύσις ἅπαντα
18. διέταξεν, ὠλιγώρησε δὲ τῆς περὶ τὸ δέρμα κατασκευῆς,
1. ἢ δυσαίσθητον, ἢ χαλαρὸν, ἢ μαλακὸν ὑποτείνασα τῷ
2. ποδί; καὶ μὴν εἰ καὶ τούτῳ γε προσέχοις τὸν νοῦν, ἐπ’
3. αὐτῆς τῆς ἀνατομῆς οἶμαί σε, κᾂν εἴ τις τῶν ἀτεχνίαν τῆς
4. φύσεως εἴης κατεγνωκότων ἀγνοίᾳ τῶν ἔργων αὐτῆς, αἰδεσθήσεσθαί
5. τε καὶ μεταγνώσεσθαι, καὶ πρὸς τὰ βελτίω μεταθήσεσθαι,
6. τό γε δόξαν Ἱπποκράτει πεισθέντα, διὰ παντὸς
7. ὑμνοῦντι τὴν δικαιοσύνην αὐτῆς καὶ τὴν εἰς τὰ ζῶα πρόνοιαν.
8. ἢ μάτην οἴει συμφῦναι τό τε τῆς χειρὸς ἐντὸς δέρμα
9. τοῖς ὑποκειμένοις καὶ τὸ κάτω τοῦ ποδὸς, ἢ τὴν ἀρχὴν
10. οὐδὲ γιγνώσκεις οὕτως ἀκριβῶς ἡνωμένον τοῖς ὑποκειμένοις
11. αὐτῷ τένουσι, ὡς μηδ’ ἀποδαρῆναι δύνασθαι, καθάπερ τὸ
12. λοιπὸν πᾶν δέρμα τὸ καθ’ ὅλον τὸ ζῶον; ἢ τοῦτο μὲν
13. γινώσκεις, ἄμεινον δὲ εἶναι νομίζεις χαλαρὸν ὑποβεβλῆσθαι
14. τῷ ποδὶ τὸ δέρμα καὶ ῥᾳδίως περιτρέπεσθαι δυνάμενον;
15. εἰ γὰρ δὴ τὸ τοιοῦτον βέλτιον εἶναι φήσειας, οἶμαί σε καὶ
16. τῶν ὑποδημάτων αἱρήσεσθαι πρὸ τοῦ πάντοθεν ἐσφιγμένου
17. τε καὶ ἀκριβῶς περιτεταμένου τὸ χαλαρόν τε καὶ πάντη
18. περιῤῥέον, ἵν’ εἰς ἅπαντα τὴν σοφίαν ἐκτείνων ὑπερφθέγγεσθαι
1. μηκέτ’ ὀκνῇς μηδὲ τὰ πᾶσιν ἀνθρώποις ἐναργῶς
2. γινωσκόμενα. ἢ δηλαδὴ τὸ μὲν ἔξωθεν ὑπόδημα περισκευαζόμενον
3. τῷ ποδὶ πανταχόθεν ἐσφίγχθαι χρῆναι συγχωρήσεις,
4. εἰ μέλλει τὴν αὑτοῦ χρείαν ἐκπληρώσειν καλῶς, αὐτὸ
5. δὲ τὸ συμφυὲς οὐ πολὺ μᾶλλον σφίγγεσθαί τε καὶ συνέχεσθαι
6. βεβαίως, ἡνωμένον ἀκριβῶς οἷς ὑποτέτακται; Κόροιβος ὄντως
7. ἂν εἴη τις ὁ πρὸς τῷ μὴ θαυμάζειν τὰ τοιαῦτα τῆς
8. φύσεως ἔργα καὶ μέμφεσθαι τολμῶν. ὥρα δὲ καὶ σοὶ, τοῖςδε
9. τοῖς γράμμασιν ὁμιλοῦντι, σκοπήσειν, ποτέρου μεθέξεις
10. χοροῦ, πότερον τοῦ περὶ Πλάτωνά τε καὶ Ἱπποκράτην καὶ
11. τοὺς ἄλλους ἄνδρας, οἳ τὰ τῆς φύσεως ἔργα θαυμάζουσιν, ἢ
12. τοῦ τῶν μεμφομένων, ὅτι μὴ διὰ τῶν ποδῶν ἐποίησεν ἐκρεῖν
13. τὰ περιττώματα. διετέθρυπτο γὰρ ὑπὸ τρυφῆς εἰς τοσοῦτον
14. ὁ ταῦτα πρός με τολμήσας εἰπεῖν, ὥστε δεινὸν
15. εἶναι νομίζειν ἀνίστασθαι τῆς κλίνης ἀποπατήσοντα· βέλτιον
16. γὰρ ἂν οὕτω κατεσκευάσθαι τὸν ἄνθρωπον, εἰ μόνον
17. τὸν πόδα προτείνων ἐξέκρινε δι’ αὐτοῦ τὰ περιττώματα.
1. τί δὴ τὸν τοιοῦτον οἴει πάσχειν, ἢ δρᾷν κατὰ μόνας, ἢ
2. πῶς ἐξυβρίζειν εἰς πάντας τοῦ σώματος τοὺς πόρους, ἢ πῶς
3. λελωβῆσθαί τε καὶ διεφθάρθαι τὰ κάλλιστα τῆς ψυχῆς,
4. ἀνάπηρον μὲν αὐτὴν καὶ τυφλὴν τὴν θείαν ἀπεργασάμενον
5. δύναμιν, ἧ μόνη πέφυκεν ἄνθρωπος ἀλήθειαν θεάσασθαι,
6. μεγάλην δὲ καὶ ἰσχυρὰν καὶ ἄπληστον ἡδονὴν παρὰ νόμον
7. καὶ τυραννοῦσαν ἀδίκως τὴν χειρίστην καὶ θηριωδεστάτην
8. ἔχουσαν δύναμιν; ἀλλὰ γὰρ ἴσως εἰ ἐπὶ πλέον τοιούτων
9. μνημονεύοιμι βοσκημάτων, οἱ σωφρονοῦντες ὀρθῶς ἄν μοι
10. μέμφοιντο καὶ μιαίνειν φαῖεν ἱερὸν λόγον, ὃν ἐγὼ τοῦ δημιουργήσαντος
11. ἡμᾶς ὕμνον ἀληθινὸν συντίθημι, καὶ
12. νομίζω τοῦτ’ εἶναι τὴν ὄντως εὐσέβειαν, οὐχὶ εἰ ταύρων ἑκατόμβας
13. αὐτοῦ παμπόλλας καταθύσαιμι, καὶ τὰ ἄλλα μυρία
14. μύρα θυμιάσαιμι καὶ κασίας, ἀλλ’ εἰ γνοίην μὲν αὐτὸς
15. πρῶτος, ἔπειτα δὲ καὶ τοῖς ἄλλοις ἐξηγησαίμην, οἷος μέν
16. ἐστι τὴν σοφίαν, οἷος δὲ τὴν δύναμιν, ὁποῖος δὲ τὴν χρηστότητα.
17. τὸ μὲν γὰρ ἐθέλειν κοσμεῖν ἅπαντα τὸν ἐνδεχόμενον
1. κόσμον, καὶ μηδενὶ φθονεῖν τῶν ἀγαθῶν, τῆς τελεωτάτης
2. χρηστότητος ἐγὼ δεῖγμα τίθεμαι, καὶ ταύτῃ μὲν ὡς
3. ἀγαθὸς ἡμῖν ὑμνείσθω· τὸ δ’, ὡς ἂν μάλιστα κοσμηθείη,
4. πᾶν ἐξευρεῖν ἄκρας σοφίας· τὸ δὲ καὶ δρᾶσαι πάνθ’, ὅσα
5. προείλετο, δυνάμεως ἀηττήτου. μὴ τοίνυν, ὅτι καλῶς ἥλιός
6. τε καὶ σελήνη καὶ τῶν ἄστρων ὁ χορὸς ἅπας διατέτακται,
7. θαυμάσῃς, μηδ’ ἐκπλήξῃ σε τὸ μέγεθος αὐτῶν, ἢ τὸ κάλλος,
8. ἢ τὸ τῆς κινήσεως ἀκατάπαυστον, ἢ τῶν περιόδων αἱ
9. τάξεις, ὥστε τὰ τῇδε παραβάλλοντα μικρὰ δοκεῖν εἶναι καὶ
10. ἀκόσμητα· καὶ γὰρ σοφίαν καὶ δύναμιν καὶ πρόνοιαν
11. ὁμοίαν εὑρήσεις ἐνταῦθα. σκόπει γάρ μοι τὴν ὕλην, ἐξ ἧς
12. ἕκαστον ἐγένετο, καὶ μὴ μάτην ἐλπίσῃς, ἐκ καταμηνίου καὶ
13. σπέρματος ἀθάνατον δύνασθαι συστῆναι ζῶον, ἢ ἀπαθὲς,
14. ἢ ἀεικίνητον, ἢ λαμπρὸν οὕτω καὶ καλὸν, ὡς ἥλιον, ἀλλ’,
15. ὡς τὴν Φειδίου κρίνεις τέχνην, οὕτω καὶ τὴν τοῦ τούτων ἁπάντων
16. ἐξέταζε δημιουργοῦ. σὲ μὲν οὖν ἴσως ἐκπλήττει τοῦ
1. κατὰ τὴν Ὀλυμπίαν Διὸς ὁ πέριξ κόσμος, ἐλέφας στιλπνὸς
2. καὶ χρυσὸς πολὺς, ἢ τὸ μέγεθος τοῦ παντὸς
3. ἀγάλματος· εἰ δ’ ἐκ πηλοῦ τὸ τοιοῦτο θεάσαιο, καταφρονήσας
4. ἂν ἴσως παρέλθοις. ἀλλ’ οὐχ ὅ γε τεχνίτης καὶ γνωρίζειν
5. εἰδὼς ἐν ἔργοις τὴν τέχνην, ἀλλ’ ἐπαινεῖ τὸν Φειδίαν
6. ὡσαύτως, κᾂν ξύλον εὐτελὲς, κᾂν λίθον τὸν ἐπιτυχόντα
7. καὶ κηρὸν ὁμοίως καὶ πηλὸν ἴδῃ κεκοσμημένον· ἐκπλήττει
8. γὰρ ἰδιώτην μὲν τὸ τῆς ὕλης κάλλος, τεχνίτην δὲ τὸ τῆς
9. τέχνης αὐτοῦ. ἄγε δή μοι καὶ σὺ περὶ φύσιν γίνου δεινὸς,
10. ἵνα σε μηκέτι ἰδιώτην, ἀλλὰ φυσικὸν ὀνομάζωμεν. ἀπόστηθι
11. τῆς ἐν ταῖς ὕλαις διαφορᾶς, αὐτὴν δὲ ψιλὴν ὅρα τὴν
12. τέχνην, ὅταν ὀφθαλμοῦ κατασκευὴν ἐπισκοπῇς, ὄργανον
13. ὀπτικὸν ἐν νῷ τιθέμενος, ὅταν δὲ ποδὸς, ὄργανον βαδιστικόν.
14. εἰ δ’ ἐκ τῆς ἡλιακῆς οὐσίας ὀφθαλμοὺς ἀξιοῖς
15. ἔχειν, καὶ χρυσὸν ἀκήρατον ἐν τοῖν ποδοῖν, οὐκ ὀστᾶ καὶ
16. δέρμα, τῆς ὕλης, ἐξ ἧς γέγονεν, ἐπιλέλησαι. ἀναμνησθεὶς
17. οὖν ἐπίσκεψαι, πότερον φῶς ἐστιν οὐράνιον ἢ γήϊνος βόρβορος·
18. ἐπιτρέψεις γάρ μοι καλέσαι τὸ τῆς μητρὸς οὕτως
1. αἷμα τὸ εἰς τὴν ὑστέραν ἰόν. ὡς οὖν οὐκ ἄν ποτε, δοὺς τῷ
2. Φειδίᾳ πηλὸν, ἐλεφάντινον ᾔτησας ἄγαλμα, τὸν αὐτὸν
3. τρόπον, αἷμα δοὺς, οὐκ ἄν ποτε λάβοις ἥλιον ἢ σελήνην,
4. ἢ τὸ λαμπρὸν τοῦτο καὶ καλὸν σῶμα. θεῖα μὲν γὰρ ἐκεῖνα
5. καὶ οὐράνια, γήϊνα δὲ ἡμεῖς ἀγάλματα· τέχνη δ’ ἐν ἀμφοῖν
6. ἴση τοῦ δημιουργοῦ. μικρὸν καὶ ἄτιμον ὁ ποὺς μέρος
7. τοῦ ζώου, τίς δ’ οὐ φήσει; μέγα δὲ καὶ κάλλιστον ἁπάντων
8. κατὰ τὸν κόσμον ὁ ἥλιος, οὐδὲ τοῦτο ἀγνοοῦμεν.
9. ἀλλ’ ἐκεῖνο σκόπει, ποῦ μὲν ἐχρῆν τετάχθαι τὸν ἥλιον ἐν
10. ἅπαντι τῷ κόσμῳ, ποῦ δ’ ἐν τῷ ζώῳ τὸν πόδα. μέσον
11. μὲν ἐκεῖνον εἶναι τῶν πλανωμένων ἀστέρων ἐν τῷ κόσμῳ,
12. κατωτάτω δ’ ἐν τῷ ζώῳ τὸν πόδα. πόθεν τοῦτο δῆλον;
13. ἄλλην αὐτὸς θέσιν τῷ λόγῳ δοὺς, σκέψαι τὸ συμβαῖνον.
14. εἰ μὲν κατωτέρω θείης τὸν ἥλιον, ἵνα νῦν ἐστιν ἡ σελήνη,
15. καταφλέξεις τὰ τῇδε σύμπαντα· εἰ δ’ ἀνωτέρω
16. κατὰ μὲν τοῦ Πυρόεντος ἢ τὴν τοῦ Φαέθοντος χώραν,
17. οὐδὲν ἕξεις οἰκούμενον μέρος τῆς γῆς διὰ ψυχρότητα.
1. τὸ μὲν οὖν τηλικούτῳ τε καὶ τοιούτῳ τῷ ἡλίῳ, οἷός πέρ
2. ἐστι καὶ ἡλίκος, οἴκοθεν ὑπάρχει καὶ παρ’ ἑαυτοῦ· τὸ δ’
3. ἐν τῷδε τῷ κόσμῳ τετάχθαι τοῦ διακοσμοῦντος ἔργον.
4. τηλικούτῳ γὰρ ὄντι καὶ τοιούτῳ χώραν οὐκ ἂν αὐτοῦ βελτίονα
5. καθ’ ὅλον ἐξεύροις τὸν κόσμον. ἀτὰρ οὖν οὐδὲ τῷ
6. ποδὶ χώραν οὐκ ἂν εὕροις ἐν ζώου σώματι τῆς νῦν οὔσης
7. βελτίω. τὴν ἴσην ἐν ἀμφοῖν ὅρα τῆς θέσεως τέχνην· οὐ
8. γὰρ δὴ μάτην παραβάλλω τὸ τιμιώτατον ἄστρον τῷ πάντων
9. ἀτιμοτάτῳ τοῦ χώου μορίῳ. τί φαυλότερον πτέρνης; οὐδέν·
10. ἀλλ’ οὐκ ἂν ἑτέρωθι βέλτιον κέοιτο. τί δὲ ἡλίου τιμιώτερον;
11. οὐδέν· ἀλλ’ οὐδ’ ἂν οὗτος ἐν τῷ παντὶ κόσμῳ τεθείη
12. βέλτιον. μέγιστον καὶ κάλλιστον τῶν ὄντων ὁ κόσμος· τίς
13. δ’ οὔ φησιν; ἀλλὰ καὶ τὸ ζῶον οἷον μικρόν τινα κόσμον
14. εἶναί φασιν ἄνδρες παλαιοὶ περὶ φύσεως ἱκανοί. τὴν αὐτὴν
15. ἀμφοῖν εὑρήσεις σοφίαν τοῦ δημιουργοῦ. δεῖξον οὖν μοι,
16. φησὶν, ἥλιον ἐν ζώου σώματι. τί τοῦτο λέγεις; οὐκ ἐξ αἱματικῆς
17. οὐσίας οὕτως εὐσήπτου τε καὶ βορβορώδους ἥλιον
1. βούλει γεννηθῆναι; μαίνῃ, ὦ ταλαίπωρε. τοῦτό ἐστιν ὄντως
2. ἀσεβεῖν, οὐ τὸ μὴ θύειν τε καὶ μὴ θυμιᾷν. ἥλιον μὲν
3. οὐκ ἄν σοι δείξαιμι κατὰ τὸ ζώου σῶμα, δείξαιμι δ’ ἂν
4. ὀφθαλμὸν, ὄργανον αὐγοειδέστατόν τε καὶ ἡλιοειδέστατον, ὡς
5. ἐν ζώου μορίῳ. διηγήσομαι δὲ καὶ θέσιν αὐτοῦ, καὶ μέγεθος,
6. καὶ σχῆμα, καὶ τἄλλα σύμπαντα, καὶ δείξω πάνθ’ οὕτως
7. ἔχοντα καλῶς, ὡς οὐκ ἂν ἐνεδέχετο ἔχειν ἄλλως βέλτιον.
8. ἀλλὰ ταῦτα μὲν ὕστερον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.10, ed. Kühn, 1822, vol. 3, p. 217-242. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩