Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 3.11, ed. Kühn, 1822, vol. 3, p. 242-244. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.11

9. Ὁ δὲ ποὺς, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν,
10. οὔτ’ ὀφθαλμοῦ χεῖρον, οὔτ’ ἐγκεφάλου κατεσκεύασται. πάντα
11. γὰρ ἄριστα διάκειται τὰ κατ’ αὐτὸν μόρια πρὸς τοὖργον,
12. οὗ χάριν ἐγένετο· τὸ δ’ ἄμεινόν τε καὶ βέλτιον ἐν τοῖς
13. ἀπολειπομένοις κατά τι τῆς ἀκροτάτης, οὐκ ἐν τοῖς ἀμέμπτοις
14. πάντη ζητητέον. αἰσθήσεως ἀρχὴ καὶ νεύρων ἁπάντων
15. ἐν ἐγκεφάλῳ. τί οὖν τοῦτο πρὸς τὸ βέλτιον αὐτὸν κατεσκευάσθαι
16. ποδὸς, εἰ πρὸς τὴν ἐνέργειαν ἑκάτερον, ἧς
17. ἕνεκα πρότερον γέγονεν, ἄριστα διάκειται; οὔτ’ ἐγκέφαλος 
1. ἄνευ ποδὸς ἦν ἄν ποτε καλὸς μόνος, οὔτε ποὺς ἐγκεφάλου
2. χωρίς. δεῖ γὰρ, οἶμαι, τῷ μὲν ὀχήματός τινος, τῷ δ’ αἰσθήσεως.
3. ὄχημα μὲν οὖν ἐγκεφάλου τό τ’ ἄλλο πᾶν σῶμα
4. καὶ οἱ πόδες, αἴσθησιν δ’ αὐτοῖς ἐγκέφαλος χορηγεῖ. καί
5. μοι πάλιν ἤδη πρόσεχε τὸν νοῦν ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον
6. λόγον. ἐπεὶ γὰρ ἐχρῆν αἰσθήσεως μετεῖναι τῷ τοῦ
7. ποδὸς δέρματι, μέλλοντι πολλάκις ἐπιβήσεσθαι σκληροῖς
8. τισι καὶ ὀξέσιν, ὑφ’ ὧν θλώμενον ἂν καὶ τιτρωσκόμενον
9. διεφθείρετο πολυειδῶς, εἰ μὴ ῥᾳδίως αὐτὸν αἰσθανόμενον
10. ἀποφεύγειν ὑπεμίμνησκε τὸ ζῶον, διὰ τοῦτο τοῦ μὲν εἰς
11. τὴν πτέρναν ἐμβάλλοντος τένοντος, ὃν ἐκ τριῶν ἐλέγομεν
12. γεννᾶσθαι μυῶν, ἡ ἐπιπολῆς μοῖρα πρὸς τὸ κάτω τοῦ ποδὸς
13. ὑπερβαίνουσα τῷ κατὰ τὸ ἴχνος ἔνδοθεν ὑποφύεται
14. δέρματι· τῷ βάθει δ’ αὐτῷ τοῦ ποδὸς τῷ μετὰ τὸ δέρμα,
15. καθ’ ὃ καὶ οἱ μικροὶ δύο μύες εἰσὶν, ἀποβλαστήματα διανέμεται
16. τῶν ἀπὸ νωτιαίου νεύρων σμικρά. τούτων δ’ ἔτι
17. πολὺ μείζω τὰ τῆς ἄκρας χειρὸς εἰσὶ νεῦρα, πλέον ἢ κατὰ
18. τὸν πόδα χρῃζούσης ἀκριβοῦς αἰσθήσεως, ὡς οὐκ ἀντιλήψεως
1. μόνης, ἀλλὰ καὶ ἁφῆς ὀργάνου γεγενημένης. ἀλλ’
2. ὅ γε ποὺς, (οὐ γὰρ κοινὸν ἔμελλεν ἔσεσθαι παντὸς τοῦ σώματος
3. ὄργανον ἁφῆς, ἀλλὰ βαδίσεως μόνης,) ὅσης εἰς τὸ
4. μηδὲν ἑτοίμως πάσχειν αἰσθήσεως ἔχρῃζε, ταύτην ἐκτήσατο.
5. τὴν δ’ ἀπὸ τῆς ἀρχῆς ὁδὸν ἅπασαν τῶν νεύρων μέχρι τοῦ
6. ποδὸς εἴ σοι διεξίοιμι καὶ διδάσκοιμι, πόσην τῆς ἀσφαλείας
7. αὐτοῦ πρόνοιαν ἡ φύσις ἐποιήσατο, διὰ τὸ μῆκος τῆς ἀποστάσεως
8. εὐλαβουμένη, μή τι πάθῃ μαλακώτερα ὑπάρχοντα,
9. ἢ ὥστε τοσαύτῃ διαρκεῖν ὁδοιπορίᾳ, σὲ μὲν οἶδ’ ὅτι μειζόνως
10. θαυμάζειν ἀναγκάσω τὴν τέχνην τῆς φύσεως, ἐμοὶ δ’
11. ἂν εἰς ἄμετρον μέγεθος ἡ ἐξήγησις ἀφίκοιτο τοῦ ποδός.
12. ἀλλὰ περὶ μὲν τῶν νεύρων αὖθις ἰδίᾳ λελέξεται.

Cliquer un n° de page pour en afficher l’image