12. Τὰ δὲ τῆς κνήμης, ὅσα μὲν κᾀνταῦθα
13. περί τε θέσεις καὶ σχέσεις καὶ μεγέθη καὶ σμικρότητας
14. καὶ τὸν ὅλον ἀριθμὸν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων,
15. οὐ χρὴ νῦν ἀκούειν ποθεῖν· ὅσα δὲ περὶ μυῶν τῶν κατ’
16. αὐτὴν ἢ πλήθους ἢ θέσεως ἢ τῆς ἐν μεγέθει τε
17. καὶ σμικρότητι διαφορᾶς, ὀλίγον ἔμπροσθεν εἴρηται πάντα.
1. λοιπόν γ’ ἂν εἴη καὶ καίριον ἐξηγήσασθαι τῶν ὀστῶν ἑκατέρων
2. τὴν φύσιν ἅπασαν. ὀνομάζεται δὲ τὸ μὲν μεῖζον ὁμωνύμως
3. τῷ κώλῳ παντὶ κνήμη, θάτερον δὲ περόνη. λεπτὸν
4. ἱκανῶς τοῦτο καὶ πολὺ τῆς κνήμης ἀπολειπόμενον ἔξωθεν
5. αὐτῇ παρατέτακται, χρείαν τῷ ζώῳ παρέχον, διττὴν μὲν τὴν
6. πρώτην τε καὶ ἀναγκαίαν, ἐξ ἐπιμέτρου δὲ, ὡς ἂν εἴποι τις,
7. τριττήν. ἡ μὲν δὴ πρώτη χρεία τοιάδε ἐστί· τῆς πρὸς
8. τὸν ἀστράγαλον διαρθρώσεως, ἣν ἐκτείνειν τε καὶ κάμπτειν
9. ἐλέγομεν τὸν πόδα, ἕτερον μέρος ἥμισυ τὸ ἐκτὸς αὕτη
10. σχεδὸν ἅπαν ἐργάζεται, καθάπερ ἡ κνήμη τὸ ἔνδον. ἑτέρα
11. δὲ χρεία περόνης ἥδε· καθ’ ἃ μάλιστα ῥᾳδίως ἔμελλεν ὑπὸ
12. τῶν ἔξωθεν προσπιπτόντων ἀδικηθήσεσθαι πάντα τὰ κατὰ
13. τὴν κνήμην ἀγγεῖά τε καὶ οἱ μύες, ἐνταῦθα περιβέβληται.
14. ἡ δὲ δὴ τρίτη χρεία· κατὰ τὴν ἔξω κεφαλὴν, ἣν ἡ κνήμη
15. τοῦ μηροῦ βαστάζει, κατὰ ταῦθ’ ὑπερηρεισμένη πρὸς
16. ἀσφάλειάν τε ἅμα καὶ ἕδραν οὐ μικρὰ συντελεῖ. εἰ δέ τις
17. οὐδὲν δεῖσθαι τῆς περόνης τὸ σκέλος νομίζει, δυναμένης γε
18. τῆς κνήμης, ὡς ἄνω κατὰ γόνυ μόνη διαρθροῦται πρὸς
1. μηρὸν, οὕτω καὶ κάτω διαρθροῦσθαι πρὸς ἀστράγαλον, οὐκ
2. αἰσθάνεται μεγάλην εἰς τοσοῦτον ἀξιῶν ὑπάρχειν αὐτὴν, ὡς
3. μηδὲν ὑπολείπεσθαι μηροῦ. τοῦτο δὲ λιθίνῳ μέν τινι καὶ
4. ξυλίνῳ ζώῳ γενέσθαι δυνατόν τέ ἐστι καὶ πρὸς τῷ μηδὲν
5. βλάπτειν ἀσφαλέστερον, οἶμαι, βαστάζειν τὰ ὑπερκείμενα,
6. καθάπερ εἰ καὶ τὸν πόδα τις μὴ τοιοῦτον, οἷος νῦν ἐστιν,
7. ἀλλὰ πολλῷ ποιήσει μείζονα· ζώῳ δὲ ἀληθινῷ, μέλλοντι
8. διὰ τῶν ἄνω κινήσειν τὰ κάτω, παντάπασιν ἄτοπος ἡ τοιαύτη
9. διάθεσις· ἰσχυρότερα γὰρ εἶναι χρὴ καὶ μείζω τά
10. κινήσοντα τῶν κινηθησομένων. καλῶς οὖν ἡ φύσις ἔξωθεν
11. τῇ κνήμῃ παρατείνασα τὴν περόνην, ἅμα μὲν πρόβλημά τι
12. τοῦτο τοῖς τε μυσὶ καὶ τοῖς ἀγγείοις ἐδημιούργησεν, ἅμα
13. δ’ ἐν τῇ μεταξὺ χώρᾳ πολλοὺς τῶν μυῶν κατέθετο, δι’ ὧν
14. ἔμελλεν ὁ ποὺς κινηθήσεσθαι. μέγα δ’ ὀστοῦν ἓν εἴπερ
15. ἐποίησεν ἐνταυθοῖ μόνον, ἔξωθεν ἂν αὐτῷ τὰ ἀγγεῖα καὶ
16. τοὺς μῦς ἀφρουρήτους περιέβαλε, καὶ δὴ πᾶν οὕτω παχὺ καὶ
17. δύσφορον ἀπειργάσατο τὸ κῶλον. οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἔστιν
1. εἰπεῖν, ὡς ἄνωθεν μὲν αὐτῷ καὶ κάτωθεν ἐπιφύσεις ἐργάζεσθαι
2. βέλτιον ἦν, αἷς διαρθρωθήσεται τοῖς περικειμένοις,
3. αὐτὸ δὲ τὸ καθ’ ὅλην τὴν κνήμην ἰσχνὸν ὀστοῦν ποιήσασθαι·
4. ἐσχάτως γὰρ ἂν εὐπαθεῖς ἦσαν αἱ ἀποφύσεις αὐτῆς,
5. καὶ μάλιστα αἱ κατὰ τὸν ἀστράγαλον, ἐπὶ πλεῖστον ὑπερεκπίπτουσαι
6. τοῦ παντὸς ὀστοῦ τῆς εὐθύτητος. ἆρ’ οὖν οὐ
7. δίκαιον κᾀνταῦθα θαυμάζειν τὴν πρόνοιαν τοῦ δημιουργοῦ,
8. πρὸς ἀμφοτέρας τὰς χρείας, καίτοι γ’ ἐναντίας οὔσας, ἀκριβῶς
9. ἁρμόττοντα καὶ ὁμολογοῦντα ἀλλήλοις ἐργασαμένου
10. τὰ τοῦ παντὸς κώλου μόρια; διότι μὲν γὰρ βαστάζεσθαι
11. τὸ ὑπερκείμενον ἐχρῆν ὑπὸ τοῦ κάτωθεν, ἰσχυρότερον τε.
12. ἅμα καὶ μεῖζον εὔλογον ἦν εἶναι τὸ ὑποτεταγμένον, ὡς ἐπὶ
13. κιόνων ἔχει καὶ τειχῶν καὶ οἰκιῶν καὶ πύργων καὶ πάντων
14. τῶν ἀψύχων· ὅτι δὲ κινεῖν μὲν ἔδει τὸ ὑπερκείμενον,
15. κινεῖσθαι δ’ ὑπ’ αὐτοῦ τὸ κατώτερον, μεῖζον αὖ πάλιν
16. καὶ ἰσχυρότερον εὔλογον ἦν εἶναι τὸ ἄνωθεν, ὡς ἐπί τε
17. βραχίονος ἔχει καὶ πήχεως καὶ ἄκρας χειρός. ὥστ’, ἐπεὶ
18. καὶ τῇ κνήμῃ πρὸς μὲν τὸ καλῶς ὀχεῖν τὸν μηρὸν ἄμεινον
1. ἦν γεγονέναι μείζονα, πρὸς δὲ τὸ κινεῖσθαι ῥᾳδίως ἐλάττονα,
2. καὶ ἦν ἀναγκαῖον ἑλέσθαι θάτερον, ἀμφοῖν ἅμα
3. συνελθεῖν ἀδυνατούντων, εὔλογον δήπουθεν ἐκλέξασθαι
4. μὲν τὸ χρησιμώτατον, ἀμελῆσαι δὲ μὴ θατέρου παντάπασιν.
5. ἀλλ’ ἐν ὀργάνοις ἕνεκα βαδίσεως γεγονόσιν ἡ
6. πρὸς τὴν κίνησιν ἑτοιμοτέρα κατασκευὴ μακρῷ χρηστοτέρα
7. τῆς εἰς ἀσφάλειαν ἕδρας ἐπιτηδείου. ταῦτ’ ἄρα μικροτέραν
8. μὲν ἐποίησε τοῦ μηροῦ τὴν κνήμην, οὐ μὴν εἰς
9. τοσοῦτόν γε ἀπολειπομένην, ὡς μηδὲ βαστάζειν ἀσφαλῶς
10. ἔτι δύνασθαι αὐτόν. καί σοι κᾀνταῦθα πρῶτον μὲν ἀναμνηστέον
11. τῆς κατ’ ἀρχὰς ῥηθείσης μεθόδου, καθ’ ἣν ἐλέγομεν
12. ἑκάστου τῶν μορίων τὴν χρείαν εἰς τὴν ἐνέργειαν
13. ἀναφέρεσθαι χρῆναι τοῦ σύμπαντος ὀργάνου· δεύτερον δὲ,
14. ὡς, εἰ πάντα ὑπαλλάττοντες αὐτῶν τῷ λόγῳ μήτε θέσιν
15. εὑρίσκοιμεν ἑτέραν τῆς νῦν οὔσης βελτίω, μήτε σχῆμα,
16. μήτε μέγεθος, μήτε πλοκὴν, μήθ’ ὅλως τι τῶν ἄλλων,
17. ἃ τοῖς σώμασιν ἐξ ἀνάγκης ὑπάρχει, τελεωτάτην ἀποφαίνεσθαι
1. δεῖ καὶ πάντη κατωρθωμένην τὴν νῦν αὐτῆς οὖσαν
2. κατασκευήν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.13, ed. Kühn, 1822, vol. 3, p. 245-250. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩