3. Ὅτι μὲν οὖν τά τ’ ἔμπροσθεν εἰρημένα
4. κατὰ ταύτην ἡμῖν ἠκρίβωται τὴν μέθοδον, ἔν τε τοῖς ἑξῆς
5. ὁμοίως αὐτὴν διαφυλάξομεν, οὐδεὶς ἂν προσέχων τὸν. νοῦν
6. τοῖς προγεγραμμένοις ἀγνοήσειεν. ὅτι δὲ καὶ τὸ τῆς κνήμης
7. μέγεθος εἰς ἀκριβῆ συμμετρίαν ἥκει πρός τε τοῦ μηροῦ
8. καὶ τοῦ ποδὸς, ὡς εἴς τε τὸ τάχος τῆς κινήσεως ἄριστα
9. κατεσκευάσθαι καὶ μηδὲν παραβλάπτειν εἰς τὸ τῆς
10. ἕδρας ἀσφαλὲς, ἔκ τε τῶν διὰ κιρσοὺς ἤ τινα σκιῤῥὸν παχυνθέντων
11. κᾀκ τῶν ἐναντίως τούτοις δι’ ἕτερόν τι σύμπτωμα
12. καταλεπτυνθέντων ἐναργῶς ἐστι μαθεῖν. οἷς μὲν
13. γὰρ παχυτέρα τοῦ δέοντος ἐγένετο, διὰ τὸ περιττὸν βάρος
14. ἐμποδίζεται καὶ διαφθείρει τὸ τάχος τῆς βαδίσεως· οἷς
15. δ’ ἐπὶ πλέον ἐστὶν ἰσχνὴ, ῥᾳδίως οὗτοι περιτρέπονταί τε
16. καὶ καταπίπτουσιν, μάλιστ’ εἰ καὶ θᾶττον κινεῖσθαι προέλοιντο.
17. δεόμεθα γὰρ, ὡς καὶ πρόσθεν εἴρηται, πρὸς τὸ
18. βαδίζειν καλῶς ἐπὶ μὲν θατέρου σκέλους ἀσφαλῶς ὀχεῖσθαι
1. τὸ σύμπαν σῶμα, περιφέρειν δ’ ὠκέως θάτερον. ἄμφω δ’
2. ἔχει τὰ τοιαῦτα τὸ κατὰ φύσιν τῆς κνήμης μέγεθος· καὶ
3. γὰρ βαστάζειν ἱκανόν ἐστι τὰ ὑπερκείμενα, καὶ μεταφέρεσθαι
4. πρὸς αὐτῶν ῥᾳδίως. καὶ οὕτως ἤδη δῆλον, ὅτι μείζονα
5. τῆς νῦν οὔσης οὐκ ἐχρῆν γίνεσθαι τὴν κνήμην, ὅτι
6. τε, τηλικαύτης οὔσης αὐτῆς, οὐ σμικρὰν ἀσφάλειαν ἡ περόνη
7. παρέχεται, τῷ τε κατὰ τὸν ἀστράγαλον ἄρθρῳ καὶ τῶν
8. ἔξωθεν οἷον πρόβλημά τι παρατεταμένη, καὶ πρὸς τούτοις
9. ἔτι τῇ τῆς κνήμης ὑπερηρεισμένη κεφαλῇ. δῆλον οὖν ἐκ
10. τῶν εἰρημένων, ὅτι τε πλεῖστον ἀφέστηκεν ἡ τῆς περόνης
11. κατασκευὴ τῆς κερκίδος, ὅτι τε καλῶς ἡ φύσις, ἔνθα μηδὲ
12. πλέον ἔσεσθαι ἔμελλε τοῖς βαδιστικοῖς ὀργάνοις ἐκ τοῦ
13. πλήθους τῶν ἄρθρων, ἐνταῦθα τὰς συνθέσεις τῶν ὀστῶν
14. ἀκινήτους ἀπειργάσατο παντάπασιν. ἡ μὲν γὰρ ἑτοιμότης
15. τε καὶ ποικιλία τῶν κινήσεων τοῖς ἀντιληπτικοῖς ὀργάνοις,
16. ἡ δὲ τῆς ἕδρας ἀσφάλεια τοῖς βαδιστικοῖς ἐστιν ὠφελιμωτέρα.
17. ταῦτ’ ἄρα καὶ, τῆς κερκίδος ἄνω τε καὶ κάτω διηρθρωμένης,
18. ἡ περόνη κατ’ ἄμφω τὰ μέρη συναρθροῦται
1. τῇ κνήμῃ. ὡς γὰρ, εἴπερ ἁπλοῦν ὅλον ἦν τὸ σκέλος, οὐδαμόθεν
2. διαλαμβανόμενον ἄρθροις, ἀσφαλέστερον ἂν ὑπ’
3. αὐτοῦ πᾶν ἐβαστάζετο τὸ ζῶον, οὕτω νῦν ἐκ τοῦ τὰς.
4. πλείστας τῶν διαρθρώσεων ἀποθέσθαι πλησίον ἥκει τῆς
5. παντελοῦς ἀσφαλείας. ἀδιάρθρωτον μὲν γὰρ εἴπερ ἐγένετο
6. τελέως, οὔτ’ ἂν ἐκτείνεσθαι δυνατὸν ἦν, οὔτε κάμπτεσθαι,
7. καὶ οὕτως ἂν ἅπασαν ἀπώλεσε τὴν χρείαν, ἧς ἕνεκα γέγονεν
8. εἰς παμπόλλους διαρθρώσεις διῃρημένον, εὐόλισθόν τε
9. καὶ σφαλερὸν ἦν ἂν εἰς τοσοῦτον, ὡς μηδέποτε ἐγκρατῶς
10. ἐφ’ ἑνὸς ἡμᾶς ἵστασθαι σκέλους, ἀλλ’ εὐθὺ περιτρέπεσθαί
11. τε καὶ καταπίπτειν. ὥστε κᾀνταῦθα θαυμάζειν
12. χρὴ τὴν φύσιν, ἐκ τῶν ἐναντίων τε καὶ διαφθειρόντων ἄλληλα
13. καὶ μαχομένων, ἀναγκαίων δ’ ὑπαρχόντων ἀμφοτέρων
14. τῷ σκέλει, τοσοῦτον ἑκατέρων λαβοῦσαν, ὅσον μήτε τὸ τῆς
15. κινήσεως εὐμαρὲς, μήτε τὸ τῆς ἕδρας ἀσφαλὲς διαφθείρειν
16. ἔμελλεν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.14, ed. Kühn, 1822, vol. 3, p. 250-252. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩