17. Ἀλλὰ γὰρ αὐτά τε ταῦτα θαυμασίως
18. αὐτῇ διατέτακται καὶ τούτων ἔτι μᾶλλον ἡ κατὰ τὸ γόνυ διάρθρωσις.
1. αἵ τε γὰρ ἐπιφύσεις τοῦ κατὰ τὸν μηρὸν ὀστοῦ,
2. καλουμένου δὲ ὁμοίως καὶ αὐτοῦ τῷ παντὶ κώλῳ, θαυμαστῶς
3. ὥσπερ ἁρμοττούσας ἔχουσι τὰς ἐν τῇ κνήμῃ κοιλότητας, ὡς
4. μήτε χαλαρὰν εἶναι τὴν ἐπίβασιν αὐτῶν, μήτε δυσκίνητον ὑπὸ
5. στενοχωρίας· οἵ τε περικείμενοι σύνδεσμοι πανταχόθεν ἀσφαλῶς
6. φρουροῦνται καὶ συνέχουσι τὴν διάρθρωσιν, ὡς μήτε
7. καμπτόντων ποτὲ μήτ’ ἐκτεινόντων ἐπὶ πλεῖστον ὀλισθαίνειν
8. ἀπὸ τῆς κνήμης τὸν μηρόν· ἥ τε μύλη μὲν πρός τινων, ἐπιγονατὶς
9. δ’ ὑφ’ ἑτέρων ὀνομαζομένη, χονδρῶδες ὀστοῦν οὖσα,
10. τὰ πρόσω μέρη τῆς διαρθρώσεως ἅπαντα καταλαμβάνει, κωλύουσα
11. μὲν καὶ αὐτὸν τὸν μηρὸν ὀλισθαίνειν εἰς τὰ πρόσω
12. μέρη, κατ’ ἐκεῖνα μάλιστα τὰ σχήματα τὰ καλούμενα γνύξ
13. τε καὶ ὀκλὰξ, ἤδη δὲ καὶ τοῦ μὴ καταπίπτειν, καὶ μάλιστ’
14. ἐν τοῖς κατάντεσι χωρίοις, προπετὲς εἰς τὰ πρόσω τὸ πᾶν
15. ἡμῶν σῶμα γιγνόμενον, οὐ μικρὰν ὠφέλειαν παρεχομένη.
16. τοῦτο δ’ ἐναργῶς ἐπειράθημεν ἐπί τινος νεανίσκου τῶν
17. περὶ παλαίστραν ἐχόντων, οὗ διαπαλαίοντος, ἀποσπασθεῖσα
1. τῶν συνδέσμων ἡ μύλη τοῦ γόνατος μὲν ἀπεχώρησεν, ἀνέδραμε
2. δ’ ἐπὶ τὸν μηρὸν, καὶ ἦν ἄμφω τούτῳ σφαλερὰ, τό
3. τ’ ὀκλάζειν καὶ τὸ βαδίζειν ἐν τοῖς κατάντεσιν, ὥστε σκίμποδος
4. ἐδεῖτο τὰ τοιαῦτα διερχόμενος χωρία. καὶ τοίνυν εἰ
5. πάσας τὰς κατὰ τὸ γόνυ κοιλότητας ἢ ἐξοχὰς εἴποιμι τῶν
6. ὀστῶν, καὶ δεικνύοιμι μήτ’ ἐξοχὴν μηδεμίαν ἀποροῦσαν
7. ἐπιτηδείου κοιλότητος, ἀλλὰ μηδὲ κοιλότητά τινα τῆς καταληψομένης
8. αὐτὴν ἐξοχῆς, ἁπάσας δ’ ἀκριβῶς ἁρμοττούσας
9. μὲν ἀλλήλαις, ἔξωθεν δὲ συνεχομένας ὀφρύσι τέ τισιν αὐτῶν
10. τῶν ὀστῶν καὶ συνδέσμοις τοῖς μὲν πλατέσι, τοῖς δὲ στρογγύλοις,
11. μακρότερος μὲν ἂν οὕτω μοι παρ’ ὃ προὐθέμην ὁ λόγος
12. γίγνοιτο, σαφέστερος δ’ οὐδὲν μᾶλλον. αὐτάρκης γάρ
13. ἐστι καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων ὁ κοινῇ τε καὶ
14. καθόλου περὶ πάντων ἄρθρων τῆς κατασκευῆς. εἰ μὲν γὰρ
15. ὡς μῦθόν τις γραὸς ἀναγινώσκοι τὸν λόγον, οὐδὲν ἂν εἴη
16. πλέον οὐδὲ τῶν εἰρημένων αὐτῶν· εἰ δ’ ἀκριβῶς ἐξετάζειν
17. ἕκαστα καὶ βασανίζειν ἐπ’ αὐτῶν τῶν ἐν ταῖς ἀνατομαῖς
18. φαινομένων ἐθελήσειε, θαυμάσειν οἴομαι τὴν φύσιν αὐτῶν,
1. οὐκ ἐπὶ γόνατος μόνον, ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν ἄλλων
2. ἄρθρων, ἀκριβῶς ἅπαντα τὰ μεγέθη καὶ τὰ σχήματα ἀλλήλοις
3. ὁμολογοῦντα, τά τε τῶν ἐξοχῶν καὶ τὰ τῶν ὑποδεχομένων
4. αὐτὰς κοιλοτήτων, ἐργασαμένην· θαυμάσειε δ’ οὐδὲν
5. ἧττον καὶ τὴν ἔξωθεν ἅπασαν ἀσφάλειαν, ἀνάλογον δὲ
6. ταῖς τῇ ῥώμῃ τῆς ἐνεργείας ἐπαυξομένην, ὡς ἐπὶ τῶν κατὰ
7. τὸν πόδα διαρθρώσεων ἔμπροσθεν ἐδείκνυτο, ἐν χερσὶ παραβαλλομένων,
8. καὶ νῦν κατὰ γόνυ παραλλαττόντων τὴν
9. κατὰ τὸ ὀλέκρανον κατασκευήν. εἰς δὲ τὰ ἄλλα πρόσθεν
10. εἰρημένα, καὶ τὴν ῥώμην τῶν συνδέσμων, καὶ τῆς μύλης
11. ἐπίβασιν τὰ ἀνάλογον ἔχειν ἐναργῶς φαίνεται, πρὸς μὲν
12. τοῖς ἄλλοις συνδέσμοις τοῖς διὰ βάθους καὶ τοῖς ἐν κύκλῳ
13. περιειληφόσιν ὅλην τὴν διάρθρωσιν ἑτέρους τινὰς οὐ πάνυ
14. μὲν στρογγύλους, εὐρώστους δ’ ἱκανῶς, τὸν μὲν τἀκτὸς μέρη
15. τῶν ὀστῶν συνδοῦντα, τὸν δὲ τἀντὸς ἀπεργασαμένης τῆς
16. φύσεως, ἐπιθέσεις δ’ ἐν τοῖς πρόσθεν μέρεσιν, ὥστε πανταχόθεν
17. ἀκριβῶς ἐσφίγχθαι καὶ τὸ ἄρθρον. τεττάρων γὰρ
1. οὐσῶν χωρῶν ἀμφ’ αὐτὸ, τῆς πρόσω, τῆς ὀπίσω, τῆς
2. ἐν δεξιᾷ, τῆς ἐν ἀριστερᾷ, καὶ μάλιστα μὲν τῆς ἔμπροσθεν
3. οὐ σφαλερᾶς οὔσης μόνον, ἀλλὰ καὶ πονεῖν ὑπὲρ τὰς ἄλλας
4. μελλούσης, δεύτερον δὲ τῆς ἔξωθεν, ὡς ἂν τῶν περιπιπτόντων
5. τῷ κώλῳ καὶ θλᾷν καὶ τιτρώσκειν δυναμένων ταύτην
6. μᾶλλον ἢ τὴν ἔνδον ἐνοχλούντων, πλεῖστον δὲ τῆς ὀπίσω
7. πονήσειν ἢ πείσεσθαί τι μελλούσης, τῇ μὲν πρώτῃ ῥηθείσῃ
8. τὴν μύλην ἐπέβαλε, τῇ δὲ δευτέρᾳ τὸ ἰσχυρὸν τῶν στρογγύλων
9. συνδέσμων ἅμα τῷ πέρατι τοῦ πλατέος μυὸς, τῇ δὲ
10. τρίτῃ τὸν ἕτερον σύνδεσμον, τῇ τετάρτῃ δ’ οὔτ’ ὀστοῦν οὔτε
11. σύνδεσμον ἐξαίρετον οὐδένα περιέβαλε πλὴν τῶν πλατέων
12. τε καὶ λεπτῶν ἐκείνων, οἷς ἅπαν ἄρθρον συνῆπται. καὶ
13. μὴν εἰ μὴ πάντη προνοίας τε ἅμα καὶ τέχνης ἄκρας ἡ
14. φύσις ἐπίδειξιν ἐποιεῖτο, τί τὸ κωλῦον ἦν αὐτὴν, ὀπίσω
15. μὲν θεῖσαν τὴν μύλην, ἀφρούρητον δὲ τὸ πρόσω καταλιποῦσαν,
16. ἅμα μὲν διαφθεῖραι τὴν καμπὴν τοῦ γόνατος,
17. ἅμα δ’ ἕτοιμον ἐκπίπτειν ἀπεργάσασθαι τὸ κῶλον; τί δ’
18. ἐκώλυε τῶν στρογγύλων συνδέσμων ἀπηλλάχθαι τὴν θέσιν;
1. ἀλλὰ γὰρ, ὡς ἔφαμεν, οὐκ ἐπὶ γόνατος μόνον ἅπαντα τὰ
2. τοιαῦτα ἐξετάζων τις, ἀλλὰ καθ’ ἕκαστον τῶν ἄρθρων, εἰς
3. ἄκρον ἅπαντα σοφίας θ’ ἅμα καὶ προνοίας ἥκοντα θεωρήσει.
4. περὶ μὲν δὴ τούτων οὐ χρὴ μηκύνειν ἔτι.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.15, ed. Kühn, 1822, vol. 3, p. 252-257. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩