Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 3.16, ed. Kühn, 1822, vol. 3, p. 257-265. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.16

5. Διὰ τί δὲ οἱ σύμπαντες μύες ἐγένοντο κατὰ
6. τὸν μηρὸν ἐννέα τὸν ἀριθμὸν, ἐφεξῆς ἂν εἴη ῥητέον. διδάσκει
7. δὲ κᾀνταῦθα τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν ἡ
8. ἐνέργεια. τρεῖς μὲν γὰρ οἱ κατὰ τὰ πρόσω τοῦ μηροῦ μέγιστοι
9. τῶν ταύτῃ μυῶν εὐθὺ τοῦ γόνατος φέρονται, καὶ
10. τούτων εἷς μὲν ἐμφύεται τῇ μύλῃ σαρκώδεσι λαβαῖς, δύο
11. δ’ οἱ λοιποὶ μέγιστον ἕνα γεννῶσι τένοντα. πλατυνόμενος
12. δ’ οὗτος ἐπιφύεται πάσῃ τῇ μύλῃ, σφίγγων αὐτὴν ἀκριβῶς
13. καὶ συνέχων τοῖς ὑποκειμένοις· εἶθ’ ὑπερβαίνων τὸ ἄρθρον
14. ἐμφύεται τοῖς πρόσω μέρεσι τῆς κνήμης, ἀνατείνων τε ταύτην,
15. εἰ ταθείη, καὶ πᾶσαν ἐκτείνων τὴν κατὰ γόνυ διάρθρωσιν.
16. ἕτεροι δὲ δύο μύες ἑκατέρωθεν τῶν εἰρημένων
17. τριῶν, ὁ μὲν ἔξωθεν, ὁ δὲ ἔσωθεν εἰς τὰ πλάγια μέρη 
1. τῆς κνήμης ἐμφύονται, λοξῆς ἑκάτερος ἐξηγούμενος κινήσεως·
2. ὁ μὲν γὰρ ἔξωθεν ἔσω προσάγει τὸ σκέλος, ὁ δ’ ἕτερος
3. ἐκτὸς ἀπάγει. τὴν δ’ ἔκφυσιν ὁ μὲν ἐκ τῆς συμβολῆς ἔχει
4. τῶν τῆς ἥβης ὀστῶν, ὁ δὲ τῶν ἐξωτάτω μερῶν τοῦ ἰσχίου·
5. κάλλιστα γὰρ οὕτως ἔμελλεν εἰς λοξὰς κινήσεις ἀπάξειν τὸ
6. σκέλος. ἐν τῷ μεταξὺ δ’ αὐτῶν ἄλλαι τρεῖς εἰσι μυῶν ἐκφύσεις
7. κατὰ στίχον κείμεναι, μικρὰς κινήσεις κινούντων τὸ γόνυ
8. κάμπτει μὲν γὰρ τὸ γόνυ καὶ πρὸς τἀντὸς ἀπάγει τὴν
9. κνήμην ὁ συνεχὴς τῷ ἔνδον· ἀπάγει δ’ ἐκτὸς ἅμα τῷ
10. κάμπτειν ὥσπερ ἐξελίττων αὐτὴν ὁ ψαύων τοῦ ἔξωθεν.
11. ὁ δ’ ὑπόλοιπος, ὅσπερ καὶ μέσος ἁπάντων ἐστὶν, εἰς τὴν
12. ἔνδον ἐμφυόμενος τοῦ μηροῦ κεφαλὴν, κάμπτει μὲν καὶ ὅλον
13. τὸν μηρὸν, συνεπισπᾶται δὲ καὶ τὴν κνήμην, ἐπιβάλλων αὐτοῖς
14. τοῖς περὶ τὴν διάρθρωσιν ἄχρι θατέρου τῶν κατὰ τὴν
15. κνήμην μεγίστων μυῶν, ᾧ συνεπισπᾶται καὶ αὐτὴν ὅλην
16. τὴν τοῦ σκέλους κνήμην. ὁ δ’ ὑπόλοιπος τῶν κινούντων
17. τὴν κατὰ γόνυ διάρθρωσιν ἔννατος μυῶν, ὁ στενὸς καὶ μακρὸς,
18. ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ φυόμενος, ἀνατείνει μὲν
1. κνήμην ἄνω, εἰς ἐκεῖνο μάλιστα τὸ σχῆμα καθιστὰς σκέλος
2. ὅλον, ἐν ᾧ μαλάττοντες ἄνω φέρομεν τὸν πόδα πρὸς τὸν
3. βουβῶνα θατέρου σκέλους. ἐπὶ τούτοις δ’ ἅπασιν ὁ
4. κατὰ τὴν ἰγνύην ἐστὶ μικρὸς μῦς ὁ κάμπτων τὸ γόνυ,
5. θαυμαστῶς κᾀνταῦθα προνοησαμένης τῆς φύσεως τοῦ τε
6. πλήθους αὐτῶν καὶ τοῦ μεγέθους καὶ τῆς θέσεως
7. καὶ τῆς ἐμφύσεως, ὡς μηδὲν ἐνδεῖν ἔτι πρὸς τὴν
8. κίνησιν τῷ γόνατι, τούτων οὕτω διατεταγμένων, εἰ δ’
9. ὑπαλλαγείη τι τῶν εἰρημένων κᾂν ἓν, ἢ βλάπτεσθαί
10. τινα κίνησιν, ἢ τελέως διαφθείρεσθαι. τὸ μὲν δὴ τρεῖς
11. γενέσθαι τοὺς μεγάλους τοὺς ἐκτείνοντάς τε τὸ σκέλος καὶ
12. κατὰ γόνυ πιλοῦντάς τε καὶ ἀνατείνοντας τὴν μύλην, ἐναργῶς
13. οἶμαι φαίνεσθαι τοῖς τῶν εἰρημένων μεμνημένοις, εἰς
14. ὅσον ἥκει προνοίας· ἁπάσης γὰρ σχεδὸν τῆς κατὰ γόνυ κινήσεως
15. ἐν τούτοις τοῖς μυσὶ τὸ κράτος ἔμελλε γενήσεσθαι.
16. τηνικαῦτα γὰρ ἰσχυροτάτου τε καὶ ἀκριβῶς τεταμένου δεόμεθα
17. τοῦ σκέλους παντὸς, ὅταν ἐν τῷ βαδίζειν ὑψηλὸν μὲν
18. περιφέρηται θάτερον, ὅλον δ’ ὀχῆται τὸ τοῦ σώματος βάρος
1. ἐπὶ τοῦ μένοντός τε καὶ κατὰ γῆς ἐστηριγμένου. ἀλλ’ ἐν
2. τούτῳ τῶν ἐκτεινόντων κατὰ γόνυ μυῶν, οἵ πέρ εἰσιν οἱ
3. προειρημένοι τρεῖς, ἐνεργούντων τε καὶ τεταμένων ἀκριβῶς
4. δεόμεθα· τὸ μὲν γὰρ κάμπτεσθαι τῇ κατὰ γόνυ
5. διαρθρώσει διὰ τῶν ὄπισθεν ὑπάρχει μυῶν, τὸ δ’ ἐκτείνεσθαι
6. διὰ τῶν ἔμπροσθεν. εἴπερ οὖν, ὁπότε μάλιστα τεταμένου
7. τοῦ σκέλους δεόμεθα, τηνικαῦτα τοῖς τρισὶ τούτοις
8. μυσὶ μόνοις ἐπιτρέπομεν τὸ γόνυ φυλάττειν τ’ ἀκριβῶς
9. ἀκλινὲς, ὀπίσω τ’ εἰλεῖν καὶ προσάγειν, καὶ σφίγγειν τὴν
10. μύλην, ὡς καὶ διὰ ταύτης ἡ ὀρθότης αὐτῶν φυλάττοιτο,
11. δῆλον ὡς τὸ πᾶν κῦρος τῆς ἐνεργείας τῶν σκελῶν ἐν τούτοις
12. ἐστίν. ἡ γὰρ εἰς τὰ πλάγια κίνησις αὐτῶν ἐκ περιουσίας
13. ἐστὶ, πανταχοῦ τῆς φύσεως ἅπαντα τὰ μελῶν κοσμούσης
14. πλέον, ἢ κατὰ τὴν ἀναγκαίαν ἐνέργειαν. αὐτὸ δὲ τὸ
15. πρῶτον ἔργον τῶν σκελῶν, οὗ χάριν ἐγένετο, βάδισίς ἐστιν,
16. εἰς ἣν ἔτι τῶν ἐκτεινόντων τὸ γόνυ μυῶν μάλιστα δεόμεθα
17. πρὸς τὴν κατὰ τοῦτο τὸ ἄρθρον ἐνέργειαν. ὥσπερ οὖν ἐπὶ
18. ποδὸς εἰς τὴν πτέρναν εὐλόγως ἐδείκνυντο δύο μύες ὄπισθεν.
1. ἐμφυόμενοι διὰ μεγίστου τένοντος, οὕτως ἐπὶ τοῦ γόνατος
2. εἰς τὴν κεφαλὴν τῆς κνήμης ἔμπροσθεν ἢν αὐτοὺς ἐμφῦναι
3. κάλλιον. τῷ μὲν γὰρ ποδὶ τὴν ἀσφάλειαν τῆς ἕδρας ἅπαντες
4. οἱ μύες ἐκεῖνοι, τῷ δ’ ὅλῳ σκέλει τὸ τῆς ἐκτάσεως
5. ἀκλινὲς οὗτοι παρέχονται. τρισὶ δ’ οὖσιν αὐτοῖς τρεῖς
6. ἀντέταξεν ὄπισθεν, οὐχ ὁμοίως εὐρώστους, οὔθ’ ἕνα γεννῶντας
7. τένοντα, διὰ τὸ χρῆναι μὲν πάντως, ὡς ἐν τοῖς
8. περὶ μυῶν κινήσεως ἀποδέδεικται λόγοις, ἀντιτετάχθαι παντὶ
9. μυῒ μῦν ἕτερον, ἐναντίας κινήσεως δημιουργὸν, εἶναι δ’
10. οὐκ ἴσην ἀξίαν τῆς ἐκτεινούσης τὸ γόνυ κινήσεως καὶ τῆς
11. καμπτούσης. ὥστ’ ἀντιταχθησομένους τε μόνον αὐτοὺς καὶ
12. τῆς ἐναντίας ἐξηγησομένους κινήσεως τοὺς τρεῖς μὲν ἐποίησεν
13. ὡσαύτως, οὐ μὴν οὔτ’ αὐτοὺς ὁμοίως ἰσχυροὺς, οὔτ’ εἰς
14. τένοντας ὁμοίως ἐκείνοις εὐρώστους τελευτῶντας. ἔδωκε δὲ
15. τοῖς ἑκατέρωθεν τοῦ μέσου καὶ λοξήν τινα κίνησιν, οὐ
16. βραχεῖαν. ὅπως δὲ πανταχόσε περιφέρηται τὸ ἄρθρον,
17. ἑκατέρωθεν ἕνα μῦν αὐτῷ παρέτεινε, τὸν μὲν τοῖς ἔμπροσθεν
1. μυσὶ, τὸν δὲ τοῖς ὄπισθεν παραβεβλημένον. καὶ
2. μὴν ὅτι τὰ μὲν μείζω τῶν ἄρθρων διὰ μεγάλων μυῶν, ἢ
3. διὰ πολλῶν, ἢ διὰ εὐρώστων τενόντων κινεῖται, τὰ δ’
4. ἐλάττω δι’ ἐλαττόνων, ἢ μικροτέρων, ἢ ἀῤῥωστοτέρων,
5. οὐκ οἶδ’ ὅπως οὐχὶ κᾀνταῦθα χρὴ θαυμάζειν αὐτῆς τὴν
6. τέχνην, εἰ μὴ ἄρα δικαιότερον εἶναι φήσειέ τις, ὀλίγους μὲν
7. καὶ μικροὺς καὶ ἀῤῥώστους μῦς τοῖς μεγάλοις τε καὶ κυρίοις
8. ἄρθροις ἐπιτετάχθαι, ἰσχυροὺς δὲ καὶ μεγάλους καὶ
9. πολλοὺς τοῖς μικροῖς. οὕτω γὰρ ἂν ὁ τοιοῦτος καὶ λοξοὺς
10. μὲν ταῖς κατ’ εὐθὺ κινήσεσιν, ὀρθοὺς δὲ ταῖς λοξαῖς ἐφεστάναι
11. βουληθείη. μέγεθος μὲν δὴ τῶν κατὰ τὸν
12. μηρὸν μυῶν, καὶ πλῆθος, καὶ θέσις εἰς τοσόνδε προνοίας
13. ἥκει τῇ φύσει. καταφύονται δὲ πάντες εἰς τὴν κεφαλὴν τῆς
14. κνήμης ὑπερβαίνοντες τὴν διάρθρωσιν, οὐ σμικρὰν οὐδ’ ἐνταῦθα
15. τέχνην ἐπιδεικνυμένης αὐτῆς. ὡς γὰρ καὶ ὅσοι διά
16. τινων μηρίνθων τὰ ξύλινα τῶν εἰδώλων κινοῦσιν, ἐπέκεινα
17. τῶν ἄρθρων εἰς τὴν κεφαλὴν τοῦ μέλλοντος κώλου κινηθήσεσθαι 
1. καθάπτουσιν αὐτὰς, οὕτως ἡ φύσις πολὺ προτέρα
2. καθέκαστον τῶν ἄρθρων ἐτεχνήσατο· ὡς, εἰ τὰ μὲν ἄλλα
3. σύμπαντα τοσαῦτά τε καὶ τοιαῦτα περὶ τὴν τῆς κνήμης κίνησιν
4. ἀπειργάσατο, μόνης δὲ τῆς ἐπικαίρου τῶν τενόντων
5. ἐκφύσεως ἠμέλησεν, οὐδὲν ἂν οὐδ’ ἐκείνων ὄφελος ἦν. ὅτι
6. μὲν οὖν, εἰ, πρὶν διαβῆναι τὸ ἄρθρον, οἱ τένοντες ἐφύοντο
7. κατὰ τὴν ἀρχὴν, οὐδ’ ἂν ἐκίνουν τὴν κνήμην, ἐναργῶς φαίνεται·
8. ὅτι δ’, εἰ καὶ μετὰ τὸ διαβῆναι, καθ’ ὃ νῦν εἰσβάλλουσιν,
9. ἀλλ’ ἤτοι κατ’ αὐτὴν εὐθέως τὴν ἀρχὴν τῆς κνήμης,
10. ἢ μέχρι πλείστου προϊόντες, οὐδ’ αὐτὸ παντάπασιν
11. ἄδηλον. ἡ μὲν γὰρ εἰς τὴν ἀρχὴν αὐτῶν μόνη κατάφυσις
12. οὐκ ἂν ἦν ὁμοίως ἀσφαλὴς οὐδ’ εὔρωστος, ὀλίγαις λαβαῖς
13. ἐξ ἄκρου τοῦ κώλου τὸ πᾶν ὀστοῦν ἐπιχειρούντων κινεῖν·
14. ἡ δ’ εἰς τὰ ποῤῥωτέρω τε καὶ περὶ μέσην τὴν κνήμην, ὡς
15. ἐπὶ τῶν πιθήκων ἔχει, τελέως ἐκτείνεσθαι τοῖς κώλοις οὐκ
16. ἂν ἐπέτρεπε, μέσην ἄλλην ἀνύων συνδεδεμένων καὶ ἀπηρτημένων
17. πρὸς τοὐπίσω, καθάπερ καὶ νῦν τοῖς πιθήκοις
1. ἐστίν. οἱ γὰρ ἐκ τῶν ὀπίσω μερῶν ἥκοντες μύες, εἰς μέσην
2. σχεδόν τι τὴν κνήμην, βραχὺ πρὸ αὐτῆς ἐν τούτοις τοῖς ζώοις
3. ἐμφυόμενοι, τοῖς ἔμπροσθεν μυσὶ τοῖς ἐκτείνουσι τὸ κῶλον
4. ἀντιπράττοντές τε καὶ ἀντισπῶντες ὀπίσω τὸ σκέλος, οὐκ
5. ἐπιτρέπουσιν ἐκτείνειν ἀκριβῶς τὸ γόνυ. καί σοι κᾀνταῦθα
6. βασανίζειν ἔξεστι τὸ κατὰ τὴν ἀρχὴν τοῦ λόγου παντὸς
7. εἰρημένον, ὡς ἡ φύσις ἐπιτήδεια τοῖς τῆς ψυχῆς ἤθεσί τε
8. καὶ δυνάμεσι τὰ τοῦ σώματος ἅπασι τοῖς ζώοις κατασκευάζει
9. μόρια. καὶ γάρ τοι καὶ τῷ πιθήκῳ, καθότι καὶ πρόσθεν
10. εἴρηται, γελοίῳ τὴν ψυχὴν ὑπάρχοντι ζώῳ μιμηλῷ,
11. πρὸς τὸ χεῖρον οὕτως ἔχον καὶ τὸ σῶμα περιέθηκεν. ἅπασαν
12. γὰρ τὴν ἐν τοῖς σκέλεσι τῶν ὀστῶν σύνταξιν τοιαύτην
13. ἔχων, οἵαν ἵστασθαι καλῶς ὀρθῶς, οὐ συγχωρεῖν αὐτῷ γελοιοτάτους
14. ὄπισθεν μῦς ἐναντιουμένους τῇ κατασκευῇ κέκτηται,
15. καὶ ἐν τῇ παιδιακῇ τὸ μυουροῦν, οὔτ’ ἀκριβῶς, οὔτ’ ἀσφαλῶς
16. ὀρθὸς ἵστασθαι πέφυκεν, ἀλλ’ ὡς ἄν τις καὶ ἄνθρωπος γελωτοποιῶν
17. τε καὶ σκώπτων ἕτερον ἄνθρωπον χωλὸν ἵσταταί τε
18. καὶ βαδίζει καὶ διατρέχει χωλεύων, οὕτω καὶ πίθηκος χρῆται
1. τοῖς σκέλεσιν. εἴρηταί μοι σχεδὸν ἅπαντα τὰ περὶ τῆς τῶν
2. σκελῶν κατασκευῆς· ὑπὲρ γὰρ τῶν κινούντων τὸ κατ’ ἰσχίον
3. ἄρθρον μυῶν, ἐπειδὰν τῶν κατ’ ἐκεῖνα τὰ χωρία μορίων ἡ
4. ἐξήγησις γίνηται, τηνικαῦτα διαλέξομαι.

Cliquer un n° de page pour en afficher l’image