15. Πῶς οὖν μὴ καθέζεσθαι δύναται,
16. καθάπερ ἄνθρωπος, ἐπὶ τῶν ἰσχίων ἑδραζόμενα; τοῦτο
17. γὰρ ἔτι λείπειν ἔοικε τῷ λόγῳ. ὅτι δεῖ κάμπτεσθαι τὰ τοῖς
1. ἰσχίοις συνημμένα κῶλα κατὰ τὴν τοῦ μηροῦ πρὸς τὴν
2. κνήμην διάρθρωσιν εἰς τοὐπίσω. αὐτὴ μὲν ἡ ῥάχις πρὸς
3. τὸν μηρὸν ἐν τῷ καθέζεσθαι γωνίαν ὀρθὴν ἐργάζεται, ὁ
4. μηρὸς δ’ αὖ πάλιν εἰ μὴ πρὸς τὴν κνήμην ἑτέραν τοιαύτην
5. ἐργάσαιτο, οὐκ ἂν ὀρθή ποτε πρὸς τοὔδαφος ἡ κνήμη γένοιτο,
6. καὶ τούτῳ τὸ ἀσφαλὲς τῆς ἕδρας διαφθαρήσεται.
7. εἴπερ ἐν τῷ κάμπτεσθαι κατὰ γόνυ τὰ τοῖς ἰσχίοις συνημμένα
8. κῶλα τὸ καθέζεσθαι γίγνεται, δῆλον ὡς οὐδενὶ δύναται
9. τῶν τετραπόδων ὑπάρξαι· πάντα γὰρ εἰς τὰ πρόσω τὰς
10. καμπὰς ἔχει τῶν ὀπισθίων σκελῶν. τὰ μὲν γὰρ πρόσθια
11. ταῖς ὠμοπλάταις αὐτῶν συνῆπται, καθάπερ τοῖς ἀνθρώποις,
12. τὰ δ’ ὀπίσθια τοῖς ἰσχίοις· αἱ καμπαὶ δ’ ἀμφοτέρων ἔμπαλιν
13. τοῖς ἀνθρώποις τῶν μὲν προσθίων εἰς τοὐπίσω, τῶν δ’
14. ὀπισθίων εἰς τὰ πρόσω. τετρασκελέσι γὰρ οὖσιν αὐτοῖς
15. ἄμεινον ἦν εἰς ἀλλήλας ἐστράφθαι τὰς καμπὰς, ἀνθρώπῳ
16. δὲ τὰ μὲν ταῖς ὠμοπλάταις συνημμένα κῶλα, χεῖρες γενόμενα,
17. χρησίμως εἰς τοὔμπροσθεν κατ’ ἀγκῶνος κάμπτονται·
18. δέδεικται γὰρ ἐν τῷ πρόσθεν λόγῳ, βέλτιον εἶναι πρὸς
1. ἀλλήλας ἐστράφθαι τὰς χεῖρας· εὐλόγως δὲ καὶ τὰ σκέλη
2. τὴν κατὰ τὸ γόνυ καμπὴν εἰς τοὐπίσω κέκτηται, μόνως
3. γὰρ οὕτως οἷόν τ’ ἦν καθέζεσθαι καλῶς, ὡς καὶ τοῦτ’
4. ὀλίγον ἔμπροσθεν ἀποδέδεικται. ὥσθ’ ὅταν μὲν ἐπὶ μιᾶς
5. εὐθείας ἡ ῥάχις ᾖ τοῖς σκέλεσιν, εἰς τρεῖς διαφορὰς σχημάτων
6. ἄγεσθαι τὸ ζῶον δύναται, εἰ μὲν αὐτὴν τὴν ῥάχιν ἐπὶ
7. τῆς γῆς κατακλίνειε, ὕπτιον ἀκριβῶς γιγνόμενον, εἰ δὲ τὴν
8. γαστέρα, πρανὲς, εἴ τ’ αὐτοῖς τοῖς ποσὶ στηριχθείη, τηνικαῦτα
9. ἀκριβῶς ὀρθὸν ἱστάμενον, εἰ δέ τινα γωνίαν ποιήσαιτο
10. πρὸς τὴν ῥάχιν τὰ σκέλη, δῆλον ὅτι οὐδὲν ἔτ’ ἐκείνων
11. τῶν σχημάτων ἀκριβῶς ἐστιν ὀρθόν. ὥστ’ εὐλόγως εἴπομεν,
12. ἄνθρωπον ὀρθὸν μόνον ἵστασθαι. τὰ γὰρ ἄλλα ζῶα,
13. τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον, ἅπαντα δ’ οὖν ἐστι πρανῆ,
14. τρόπον ὁμοιότατον βαδίζοντα τοῖς ἐπὶ τῶν χειρῶν ἕρπουσι
15. βρέφεσιν. ἀσκαλαβῶται μὲν, καὶ πάνθ’ ὅσα βραχυσκελῆ
16. ζῶα, τελέως εἰσὶ πρανῆ, ψαύει γὰρ αὐτῶν ἡ γαστὴρ τῆς
17. γῆς ἀεὶ, καὶ τούτων ἔτ’ ἀκριβέστερον οἱ ὄφεις. ἵππος δὲ
18. καὶ κύων, καὶ βοῦς, καὶ λέων, καὶ πάντα τὰ τετράποδα
1. μεταξὺ τῶν τ’ ἀκριβῶς ἐστι πρανῶν καὶ τῶν τελέως ὀρθῶν.
2. οὕτω δὲ καὶ οἱ ὄρνιθες ἅπαντες, εἰ καὶ δίποδές εἰσιν· οὐ
3. γὰρ ἐπὶ μιᾶς εὐθείας οὐδ’ οὗτοι τῇ ῥάχει τὰ τῆς βαδίσεως
4. ἔχουσιν ὄργανα. ὥστε μόνων ἁπάντων ζώων ὁ ἄνθρωπος ὀρθὸς
5. ἕστηκεν, ὥσπερ οὖν καὶ καθέζεσθαι μόνος ἁπάντων
6. ἐδείκνυτο. καὶ γὰρ οὖν καὶ τῶν χειρῶν αἱ κατὰ τὰς τέχνας
7. ἐνέργειαι πᾶσαι δυοῖν τούτοιν δέονται σχημάτων. τὰ μὲν
8. γὰρ ὀρθοὶ, τὰ δὲ καθήμενοι χειρουργοῦμεν· οὐδὲν δ’ οὔθ’
9. ὕπτιος οὐδεὶς, οὔτε πρανὴς ἐργάζεται. καὶ δεόντως οὐδὲν
10. τῶν ἄλλων ζώων οὔθ’ ἵστασθαι δυνατὸν οὔτε καθέζεσθαι
11. κατεσκεύασεν ἡ φύσις, ὅτι οὐδὲ χειρουργήσειν ἔμελλέ τι.
12. τὸ δ’ οἴεσθαι, διὰ τοῦτο ὀρθῶς ἑστάναι τὸν ἄνθρωπον,
13. ἵν’ εἰς τὸν οὐρανὸν ἑτοίμως ἀναβλέπῃ, καὶ λέγειν ἔχῃ,
14. Ἀνταυγέω πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις, ἀνθρώπων
15. μέν ἐστιν οὐχ ἑωρακότων οὐδεπώποτε τὸν καλούμενον οὐρανοσκόπον
16. ἰχθύν· ὡς οὗτός γε, κᾂν εἰ μὴ βούλοιτο,
17. πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπει, ἄνθρωπος δὲ, εἰ μὴ τὸν
18. τράχηλον ἀνακλάσειε εἰς τοὐπίσω, τὸν οὐρανὸν οὐκ ἄν ποτε
1.
2. θεάσαιτο. τουτὶ δὲ τὸ ἀνακλᾷν οὐ μόνῳ δήπουθεν ὑπάρχει
3. τούτῳ τῷ ζώῳ, ἀλλ’ οὐδὲν ἧττον καὶ τοῖς ὄνοις,
4. ἵνα παραλείπω τοὺς μακροτραχήλους ὄρνιθας, οἷς οὐ μόνον
5. ἄνω ῥᾳδίως, εἰ βουληθεῖεν, βλέπειν, ἀλλὰ καὶ πανταχόσε
6. περιφέρειν ἑτοίμως ὑπάρχει τοὺς ὀφθαλμούς. τὸ δὲ μηδὲ
7. Πλάτωνος αὐτοὺς ἀκηκοέναι λέγοντος, ὡς οὐ τοῦτ’ ἔστι τὸ
8. ἄνω βλέπειν, ὅταν τις ὕπτιον αὐτὸν ἀνακλίνειε χασμώμενος,
9. ἀλλ’ ὅταν, οἶμαι, τῷ νῷ τὴν τῶν ὄντων φύσιν ἐπισκοπῆται,
10. δεινῶς ὀλίγωρον. ἀλλ’, ὅ περ κατ’ ἀρχὰς εἴπομεν, ὀλίγοι
11. τῶν ἔμπροσθεν ὀρθῶς ἐγνώκασι περὶ χρείας μορίων. καὶ
12. αὐτὸ δὴ τοῦτο πολὺ μᾶλλον ἐπιστατέον ἡμᾶς αὐτοὺς
13. καὶ σπουδαστέον ἐπεξελθεῖν ἁπάσῃ τῇ πραγματείᾳ, μηδὲν
14. ὅλως ἑκάστου μορίου παραλείποντας, ὡς καὶ πρόσθεν
15. ἐῤῥέθη, μὴ θέσιν, μὴ μέγεθος, μὴ πλοκὴν, μὴ σχῆμα,
16. μὴ τὴν ἄλλην ἅπασαν διάπλασιν, ἀλλὰ μηδὲ μαλακότητα,
17. μηδὲ σκληρότητα, μηδὲ τἄλλα τὰ ταῖς κράσεσιν
18. ἑπόμενα, μηδ’ εἰ πρὸς ἄλληλα κοινωνίας ἔχει τὰ μόρια
1. κατὰ σύμφυσιν, ἢ προσάρτησιν, ἢ παράθεσιν, ἢ τὴν εἰς
2. ἀσφάλειαν παρασκευήν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.3, ed. Kühn, 1822, vol. 3, p. 179-184. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩