Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 3.4, ed. Kühn, 1822, vol. 3, p. 184-186. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.4

3. Ἀρξώμεθα οὖν αὖθις ἀπὸ τῶν σκελῶν, καὶ
4. δείξωμεν ἕκαστον τῶν ἐν αὐτοῖς μορίων οὕτω τεχνικῶς κατεσκευασμένον,
5. ὡς μηδ’ ἐπινοηθῆναι δύνασθαι βελτίονα κατασκευὴν
6. ἑτέραν. ἡ δὲ ὁδὸς κᾀνταῦθα τῷ λόγῳ καὶ ἡ
7. καθ’ ἕκαστον τῶν προβαλλομένων εὕρεσίς τε καὶ ἀπόδειξις
8. κατὰ τὴν ἐν ἀρχῇ ῥηθεῖσαν ἔσται μέθοδον. ἐπεὶ τοίνυν,
9. ὥσπερ ἡ χεὶρ ἀντιληπτικὸν ὄργανον, οὕτω τὸ σκέλος βαδιστικὸν
10. ἐγένετο, καὶ οὐχ ἁπλῶς γε βαδιστικὸν, ἀλλ’ ὡς ἂν
11. μάλιστα πρέποι ζώῳ σοφῷ, (πρὸς τοῦτο γοῦν αὐτὸ βλέποντες
12. ἐν τῷ νῦν τελευτηθέντι λόγῳ περὶ τοῦ τῶν σκελῶν
13. ἀριθμοῦ διελέχθημην,) ἑπόμενον ἂν εἴη δεικνύειν ἕκαστον
14. τῶν ἐν αὐτοῖς μορίων οὕτω κατεσκευασμένον, ὡς ἂν μάλιστα
15. χρηστὸν ἔσοιτο δίποδι ζώῳ λογικῷ. πότερον οὖν ἦν ἄμεινον
16. αὐτῷ στρογγύλους καὶ σκληροὺς γενέσθαι τοὺς πόδας,
17. ὥσπερ τοῖς ἵπποις, ἢ προμήκεις τε καὶ πλατεῖς καὶ μαλακοὺς
18. καὶ πολυσχιδεῖς, οἷοί περ νῦν εἰσι; τῇ μὲν γὰρ προτέρᾳ
1. ῥηθείσῃ κατασκευῇ τάχος τε καὶ δυσπάθεια τάχ’ ἂν ἕπεσθαι
2. δόξειε· τῇ δὲ δευτέρᾳ τούτων μὲν οὐδέτερον οἰκεῖον, ἐναργῶς
3. μέντοι φαίνεται πρός τε τὰς δυσχωρίας ἁπάσας ἐπιτήδειος
4. ἡ τοιαύτη κατασκευὴ, κᾂν εἴ που δεηθείημεν ὑψηλοῖς
5. ἐπανιέναι τοίχοις, ἢ δένδροις, ἢ πέτραις. εἰ τοίνυν
6. ἀμφότερα μὲν οὐχ οἷόν τ’ ἦν ἔχειν τὰ πλεονεκτήματα κατασκευὴν
7. οὐδετέραν, ἔδει δ’ ἑλέσθαι πάντως θάτερον, δῆλον,
8. ὡς ἵπποις μὲν τὰ πρότερα, τὰ δεύτερα δ’ ἀνθρώποις εἶναι
9. αἱρετώτερα. τοῖς μὲν γὰρ, ὅτι τετράποδές εἰσιν, ἀσφαλῶς
10. ἐπὶ τῶν τεττάρων ὑπάρχει βεβηκέναι στρογγύλων γενομένων·
11. δίποδι δὲ ζώῳ σφαλερὰ παντελῶς ἡ τοιαύτη κατασκευὴ,
12. πλὴν εἰ μὴ μόνον στρογγύλας, ἀλλὰ καὶ πάνυ μεγάλας τε
13. καὶ πλατείας ὑποθείης αὐτοῖς τῷ λόγῳ τὰς ὁπλάς. ἀλλ’
14. οὕτω γ’ ἂν ἄχθος τε περιττὸν γένοιτο, καὶ πᾶν τοὐναντίον
15. μᾶλλον ἢ ὠκύτητος ὄργανα. χρὴ τοίνυν, εἰ τάχους ἕνεκα
16. περιφερεῖς κατασκευάζοιντο πόδες, μὴ τοιούτους μόνον, ἀλλὰ
17. καὶ μικροὺς ὑπάρχειν αὐτοὺς, οἷοι τοῖς ἵπποις εἰσίν. οὕτω
1. δὲ καὶ ἡ σκληρότης ἵπποις μὲν εἰς δυσπάθειαν ἐπιτήδειος,
2. ἀνθρώποις δὲ οὐ μόνον οὐδὲν πλέον, ὑποδήματα κατασκευάσασθαι
3. δυναμένοις, ἀλλὰ καὶ πρὸς κακοῦ πολλάκις
4. ἂν ἐγένετο. νῦν μέν γε, τοῦ προτέρου παθόντος ὑποδήματος,
5. ἕτερον ἡμῖν καινὸν ἀντ’ ἐκείνου περιθέσθαι ῥᾷστον·
6. εἰ δ’ εἶχόν τι τοιοῦτον οἱ πόδες ὑπόδημα σύμφυτον,
7. οἷον ἵπποι μὲν ὁπλὰς, βόες δὲ χηλὰς, εὐθὺς ἂν ἅμα τῷ
8. παθεῖν αὐτὸ χωλεύειν ἀναγκαῖον ἦν. ἐκείνοις μὲν οὖν τοῖς
9. ζώοις, ὡς ἂν μήτε τὰς χεῖρας ἔχουσι, μήτε τέχνας, ἄμεινον
10. ἦν τὸ ὁπωσοῦν εἰς δυσπάθειαν παρασκευάσαι
11. τοὺς πόδας· ἀνθρώπῳ δὲ, καθ’ ἑκάστην πραγμάτων περίστασιν
12. ἐπιτήδειον ἐξευρίσκειν ὑπόδημα δυναμένῳ, πολλαχόθι
13. δὲ καὶ γυμνοῖς τοῖς ποσὶ χρῆσθαι δεομένῳ, βέλτιον
14. ἦν ἀσκεπάστους εἶναι παντάπασιν αὐτούς.

Cliquer un n° de page pour en afficher l’image