15. Ἀλλ’ ὅτι μὲν ἄμεινόν ἐστιν, οὐ προμήκεις
16. μόνον, ἀλλὰ καὶ μαλακοὺς εἶναι τοὺς πόδας, ἱκανῶς ἀποδέδεικται.
17. διὰ τί δ’ εἰς τοσοῦτον προμήκεις ἐγένοντο, εἰς
1. ὅσον νῦν εἰσι, καὶ πλατεῖς εἰς τοσοῦτον, καὶ κοῖλοι μὲν
2. ἠρέμα κάτωθεν, ἄνωθεν δὲ κυρτοὶ, καὶ διὰ τί πολυσχιδεῖς,
3. ἑξῆς ἂν εἴη δεικτέον. ἐπεὶ τοίνυν βαδιστικὸν ὄργανον ἐλέγομεν
4. εἶναι τὸ ἀνθρώπειον σκέλος οὐχ ἁπλῶς, ἀλλ’ ὡς ἂν
5. μάλιστα πρέποι ζώῳ σοφῷ, σύνθετον δηλονότι καὶ οὐ παντάπασιν
6. ἁπλῆν φυλάξομεν αὐτοῦ τὴν ἔννοιαν. ὥστε ἡμῖν
7. ῥητέον ἐστὶ, πρότερον μὲν, ὅπως γίνεται ἡ βάδισις, ἔπειτα δὲ,
8. τίνος αὐτῇ προσιόντος ἡ ἀνθρώπῳ πρέπουσα γίνεται βάδισις.
9. γίνεται δ’ ἡ βάδισις, τοῦ μὲν ἑτέρου τῶν σκελῶν
10. ἐπὶ τῆς γῆς ἐρηρεισμένου, θατέρου δὲ περιφερομένου. ἀλλὰ
11. τὸ μὲν ἐστηρίχθαι διὰ τοῦ ποδὸς γίνεται, τὸ δὲ περιφέρεσθαι
12. τοῦ παντὸς σκέλους ἐστὶν ἔργον· ὥστε, δι’ ἀντερείσεως
13. καὶ κινήσεως ἐπιτελουμένου τοῦ βαδίζειν, τῆς μὲν οἱ
14. πόδες εἰσὶν ὄργανα, τῆς δὲ ὅλα τὰ σκέλη. τοῦτο δὲ κᾀπὶ
15. τῶν ἑστώτων ἀκινήτων πρόδηλον γίνεται, τὴν γὰρ ἕδραν,
16. ἧς ἕνεκα γεγόνασιν οἱ πόδες, οὐδὲν ἧττον καὶ τότε παρέχονται.
17. καὶ μέν τοι καὶ βαδιζόντων τε καὶ θεόντων, ὁ μὲν
18. ἕτερος τῶν ποδῶν ἑδραῖός ἐστιν ἐπὶ τῆς γῆς, ὁ δ’ ἕτερος
1. ἅμα τῷ παντὶ σκέλει φέρεται. καὶ τὸ μὲν ἀμείβειν τὰ χωρία
2. διὰ τὸ κινούμενον ἡμῖν ὑπάρχει σκέλος· τοῦτο γάρ ἐστι
3. τὸ τοὺς τόπους ὑπαλλάττον· τὸ δὲ μὴ καταπίπτειν διὰ
4. τὸν ἐπὶ τῆς ἐστηριγμένον γίνεται πόδα. πῶς δ’ ἂν δύναιτο
5. μεταφέρειν οὗτος τὸ ζῶον, ὅς γε μηδ’ αὐτὸς κινεῖται;
6. πεῖραν δ’ ἱκανὴν τοῦ λεγομένου δύο περιστάσεις πραγμάτων
7. ἔναγχος γεγενημένων παρέσχηνται, ὅ τε λοιμὸς ὁ πολὺς
8. κατασκήψας εἰς ἄκρους τοὺς πόδας, καὶ ἡ τοῦ περὶ τὸ
9. Κορακήσιον τῆς Παμφυλίας ὠμότης λῃστοῦ. ὁ μὲν γὰρ
10. λοιμὸς ἀπέσηπεν, ὁ δὲ λῃστὴς ἀπέτεμεν ἄκρους τοὺς πόδας·
11. ὥστε χωρὶς κοντῶν ἀδυνατεῖν βαδίζειν τοὺς οὕτω δυστυχήσαντας,
12. οὐ δήπου πρὸς τὴν κίνησιν τῶν σκελῶν ὠφελουμένους
13. ὑπὸ τῶν ξύλων, ἀλλὰ δηλονότι τὴν ἕδραν, ἣν
14. τέως εἶχον ἐκ τῶν ποδῶν. ἵστασθαι μὲν οὖν ἠδύναντο δύο
15. πηροῖς ἐπερειδόμενοι ποσὶ, βαδίζειν δὲ οὐκ ἠδύναντο, μέλλοντές
16. γε τὸν ὅλον ὄγκον τοῦ σώματος ἐπιτρέπειν ἑνὶ πεπηρωμένῳ.
17. εἶδον δὲ καὶ ἄλλους τινὰς, ὧν οἱ δάκτυλοι μόνοι
18. νεκρωθέντες ὑπὸ χιόνος ἀπέπεσον. ἀλλ’ οὗτοι μὲν, οὔθ’
1. ἑστῶτες, οὔτε βαδίζοντες, οὔτε θέοντες, ἐν γοῦν τοῖς ὁμαλοῖς
2. καὶ λείοις ἀπελείποντο τῶν ὑγιεινῶν· εἰ δέ που δέοι
3. τινὰ διελθεῖν δυσχωρίαν, καὶ μάλιστ’ εἰ κρημνῶδες εἴη τὸ
4. χωρίον, οὐκ ἀπελείποντο μόνον, ἀλλὰ καὶ παντάπασιν ἦσαν
5. ἄχρηστοί τε καὶ ἀδύνατοι πρὸς αὐτούς. ὧν οὐδ’ οἱ δάκτυλοι
6. μόνον, ἀλλὰ καὶ τὸ πρὸ αὐτῶν μέλος τοῦ ποδὸς, ὃ
7. καλεῖται πεδίον, ἀπεσάπη, σφαλερὰ τούτοις ἡ βάδισις,
8. οὐκ ἐν ταῖς δυσχωρίαις μόνον, ἀλλὰ κᾀν τοῖς ὁμαλοῖς πεδίοις.
9. εἰ δὲ τὸ πρὸ τούτου διαφθαρῇ μέλος, ὃ δὴ ταρσὸν
10. ὀνομάζουσιν, οὐ μόνον οὐ δύνανται βαδίζειν ἀσφαλῶς οὗτοί
11. γε, ἀλλ’ οὐδ’ ἑστάναι βεβαίως. ἐξ ὧν ἁπάντων δῆλον, ὡς
12. εἰς ἀσφάλειαν ἕδρας οἱ πλατεῖς καὶ προμήκεις πόδες ἐπιτήδειοι,
13. καὶ διὰ τοῦτ’ ἀνθρώποις ἐγένοντο, πλέον ἢ κατὰ τὰ
14. τετράποδα ζῶα βαδίσεως ἑδραίας δεομένοις. τοῦτο μὲν οὖν
15. ὡς δίποσιν αὐτοῖς ὑπάρχει μόνον, οὐ μὴν ἤδη γε καὶ ὡς
16. σοφοῖς. ὡς γὰρ τοιούτοις ἡ ποικιλία τῆς ἕδρας οἰκεία,
17. βαδίζειν δεομένοις ἐν ἁπάσαις ταῖς δυσχωρίαις· ὅπερ οὐκ
1. ἂν ἐγένετο, μὴ πολυειδῶς τῶν ποδῶν διαρθρωθέντων. ὡς
2. γὰρ ἐπὶ χειρῶν ἔμπροσθεν ἀπεδείξαμεν ἐκ τῆς τῶν ἐν αὐταῖς
3. ἄρθρων ποικιλίας καὶ τῆς ἔνδον κοιλότητος, ἐπιτηδείους
4. αὐτὰς γεγονέναι παντὶ σώματος σχήματι περιπτύσσεσθαι,
5. οὕτω καὶ οἱ πόδες, ὡς ἂν μάλιστα δυνατὸν ἦν
6. χεῖρας μιμησάμενοι, καὶ πολυειδεῖς μὲν ταῖς διαρθρώσεσι
7. γενόμενοι, κοῖλοι δὲ κατ’ ἐκεῖνα, καθ’ ἃ περιβήσεσθαι τοῖς
8. κυρτοῖς ἐδάφεσιν ἔμελλον, ἐν παντὶ χωρίῳ καλῶς στηρίζεσθαι
9. δύνανται. τοῦτ’ οὖν αὐτὸ τὸ περιττόν ἐστι τῆς τῶν
10. ἀνθρωπείων σκελῶν κατασκευῆς, ὃ πρόσθεν εὑρεῖν ἐποθοῦμεν,
11. ἡνίκα ἐλέγομεν, οὐχ ὡς βαδιστικῷ μόνον, ἀλλ’ ὡς καὶ
12. λογικῷ ζώῳ πρέποντας ὑπὸ τῆς φύσεως αὐτῷ δοθῆναι τοὺς
13. πόδας. ἑνὶ δὲ λόγῳ καὶ συντόμῳ μάλιστα ἄν τις αὐτὸ περιλαβὼν
14. εἴποι τὸ πολυσχιδὲς ἅμα τῇ κατὰ τὸ μέσον κοιλότητι.
15. πόσον γὰρ αὐτὴ δύναται πρὸς ἀσφάλειαν ἐν τοῖς
16. κυρτοῖς ἐδάφεσιν, οὐκ ἂν ἄλλως ἐναργέστερον μάθοις, εἰ
17. μὴ θεάσαιό ποτε διὰ μακρῶν καὶ λεπτῶν κλιμάκων τὸν
1. ἄνθρωπον ἀνιόντα. περιλαμβάνων γὰρ ἐνταῦθα τῆ κοιλότητι
2. τοῦ ποδὸς τὴν κυρτότητα τὴν τῶν ἐν τῇ κλίμακι ξύλων,
3. εἶθ’ ἑκατέρωθεν ἐπιπτύσσων κατὰ τοὺς δακτύλους τε
4. καὶ τὴν πτέρναν, ὡς οἷόν τε μάλιστα, τὴν βάσιν ἀπεργάζεται
5. περιφερῆ, δίκην χειρὸς περιλαμβάνουσαν τὸ ὑποκείμενον
6. σῶμα. καθ’ ἕτερον οὖν τρόπον λόγων καὶ νῦν μοι
7. δοκοῦμεν ἐνδεδεῖχθαι ταῦτα ταὐτὸν τῷ κατ’ ἀρχήν. ὅτι
8. γὰρ ἕδρας ἕνεκα ἀσφαλοῦς οἱ πόδες ἐγένοντο, μικρῷ πρόσθεν
9. ἀπεδέδεικτο, καὶ ὡς ἄριστοι πρὸς τὴν τοιαύτην ἕδραν
10. οἱ προμήκεις τε καὶ μαλακοὶ καὶ πλατεῖς· ὁ δὲ νῦν λόγος,
11. ἐν ἅπασι τοῖς χωρίοις καλῶς στηρίζεσθαι δυνάμενον ἐπιδείξας
12. τὸν ἀνθρώπειον πόδα καὶ τὴν ἐκ τῆς κατασκευῆς
13. ἀνάγκην προσθεὶς, οὐχ ἕτερόν τι κεφάλαιον, ἀλλ’ ὅπερ ἐξ
14. ἀρχῆς ἐλέγομεν ἐβεβαιώσατο. τί δὴ οὖν ἔτι λείπει τῷ λόγῳ;
15. τὸ τῆς κατασκευῆς αὐτῶν, ὡς ἂν ἐκ τοῦ νῦν λόγου δόξειεν
16. εἶναι, τὸ διπλοῦν, ἑνὶ περιλαβεῖν κεφαλαίῳ. πολυσχιδῆ γὰρ
17. ἔφαμεν εὐλόγως γεγονέναι τὸν ἀνθρώπειον πόδα, καὶ κοῖλον
18. τὰ μέσα, χάριν τοῦ διὰ πάντων χωρίων βαδίζειν δύνασθαι,
1. τοῖς μὲν κοίλοις τε καὶ μέσοις, ὥσπερ δὴ νῦν λέλεκται,
2. περιβαίνοντα τῶν ὑποκειμένων ὅσα κυρτὰ, τοῖς δακτύλοις
3. δὲ, (καὶ γὰρ καὶ τοῦτο προσθετέον,) ἐν τοῖς ὀρθοῖς τε καὶ
4. λοξοῖς καὶ πρανέσι μάλιστα χρώμενον. τί ποτ’ οὖν ἐστι
5. τούτων ἁπάντων αἴτιον ἑνὶ περιληφθῆναι κεφαλαίῳ δεόμενον;
6. οὗ μικρῷ πρόσθεν ὁ λόγος ὑπ’ αὐτῆς τοῦ πράγματος
7. τῆς φύσεως ἀναγκασθεὶς ἐμνημόνευσεν, ἡνίκα ἐλέγομεν, ὡς
8. οἷόν τ’ ἦν μάλιστα τὸν ἀνθρώπειον πόδα μιμήσασθαι
9. χεῖρα. καὶ μὴν, εἴπερ τοῦτ’ ἀληθές ἐστιν, ἀντιληπτικὸν δ’
10. ἦν ὄργανον ἡ χεὶρ, εἴη ἂν ὁ ποὺς εἰ καὶ ποσὸς ἄλλως
11. ἁμωσγέπως δηλονότι τοιοῦτος. ἀλλ’ οὐχ ὅ γε τῶν ἵππων,
12. ἀλλ’ ὅλως ἐστέρηται πάσης ἀντιλήψεως· οὐ γὰρ εἰς ποικιλίαν
13. κινήσεως ὅδ’, ὡς τῷ λογικῷ ζώῳ, ἀλλ’ εἰς κουφότητα
14. καὶ εὐκολίαν ὠκὺς παρεσκεύασται. λύκων δὲ καὶ
15. λεόντων καὶ κυνῶν πόδες. ἐν τῷ μεταξὺ τούτων εἰσὶν,
16. οὔθ’ ἁπλοῖ τελέως, ὥσπερ οἱ τῶν ἵππων, οὔτε πολυειδῶς
17. διηρθρωμένοι, καθάπερ οἱ τῶν ἀνθρώπων· εἰς μὲν γὰρ
18. τὴν θήραν αὐτοῖς καὶ τὴν ἐδωδὴν ὥσπερ χερσὶ χρῶνται,
1. πρὸς δὲ τὸ λοιπὸν πλῆθος τῶν ἐνεργειῶν ὧν ἄνθρωπος
2. ἐνεργεῖ τελέως εἰσὶν ἀργοί.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.5, ed. Kühn, 1822, vol. 3, p. 186-193. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩