Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 3.6, ed. Kühn, 1822, vol. 3, p. 193-195. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.6

3. Πάλιν δὲ κᾀνταῦθα ὁ λόγος ὑπ’ αὐτῶν τῶν
4. πραγμάτων ἠναγκάσθη χερσὶν ὁμοιῶσαι τοὺς πολυσχιδεῖς
5. πόδας. καὶ ἡμῖν αὖθις ἀρχὴ καὶ οἷον στοιχεῖόν τι τῶν
6. ἑξῆς μελλόντων ῥηθήσεσθαι πάντων τοῦτο γιγνέσθω, τὸ
7. χρῆναι μὲν πάντως τὸν ἀνθρώπειον πόδα μὴ ψιλῆς μόνον
8. ἔδρας, ὥσπερ τὸν ἵππειον, ἀλλὰ καὶ ἀντιλήψεως ἕνεκα γενέσθαι,
9. μὴ δύνασθαι δ’ εἰς τὸ αὐτὸ ἐλθεῖν ἑκατέρου τὴν
10. ἄκραν ἀρετήν· γενέσθαι γὰρ ἂν οὕτως αὐτῷ ἢ χεῖρας ἢ
11. ἱππείους πόδας. ἀλλ’ εἰ μὲν χεῖρες ἐγένοντο, τὸν μέγαν
12. ἐχρῆν ἀντιταχθῆναι δάκτυλον τοῖς ἄλλοις, ὁ προελθὼν
13. λόγος ἀπέδειξε, καὶ οὕτως ἂν ἀπώλετο τελέως ἡ ἕδρα· εἰ
14. δέ γε μικροὶ καὶ στρογγύλοι καὶ σκληροὶ καὶ κοῦφοι τελέως
15. ἐγεγόνεισαν, ὥσπερ οἱ τῶν ἵππων, διεφθείρετο ἂν
16. οὕτω παντάπασιν ἡ ἀντίληψις. ὡς οὖν μόνον ἐνδεχόμενον,
17. ἑλέσθαι μὲν ἑκατέραν τὴν ὠφέλειαν, φυλάξασθαι δὲ τὴν
18. βλάβην, οὕτως ἡ φύσις ἐδημιούργησεν τοὺς ἀνθρωπείους
1. πόδας, ὁμοίως μὲν ταῖς χερσὶ πολυσχιδεῖς τε καὶ πολυάρθρους,
2. οὐ μὴν ἀντιτεταγμένον γε τὸν μέγαν δάκτυλον τοῖς
3. ἄλλοις δακτύλοις ἔχοντας, ἀλλ’ ἐφ’ ἑνὸς ἐφεξῆς ἔχοντας
4. ἅπαντας στοίχου. ἆρ’ οὖν ταύτῃ μόνον ἐχωρίσθησαν τῆς
5. τῶν χειρῶν κατασκευῆς; ἢ καί τι πρόσεστιν αὐτοῖς ἕτερον
6. περιττότερον ὡς βάσεως ὀργάνοις; οὐ σμικρόν γε τοῦτο
7. οὐδὲ τὸ τυχὸν, ἀλλ’ ὅπερ μάλιστα κοινόν ἐστιν ἁπάντων
8. ποδῶν· ἐπὶ μέντοι τῶν ἵππων γενόμενον μόνον, ὅτι μηδαμῆ
9. χεῖρας οἱ τούτων ἐμιμήσαντο πόδες, ἐπὶ δὲ τῶν ἄλλων
10. ζώων οὐκ ἴσον μὲν, πάντων δέ τι τῆς χειρὸς κατασκευῆς
11. προσειληφότων. ἐπὶ δέ γε τῶν ἀνθρώπων οὐδὲν ὅλως περιλέλειπται,
12. ἀλλὰ καὶ τὸ τῷ καρπῷ παραπλήσιον ἔσχον, ὃ
13. καλεῖται ταρσὸς, καὶ τὸ τῷ μετακαρπίῳ, τοῦτο δὴ τὸ πρὸς
14. τῶν νεωτέρων ἰατρῶν πεδίον ὀνομασθὲν, καὶ αὐτοὺς δὴ
15. τοὺς δακτύλους, τοῖς δακτύλοις ἐοικότας ἱκανῶς. τὰ μὲν
16. οὖν τρία μέρη ταυτὶ τοῦ ποδὸς οἷά περ τὰ τῆς χειρός
17. ἐστιν, οἱ δάκτυλοι, τὸ πεδίον, καὶ ὁ ταρσὸς, ὧν οὐδὲν
18. τοῖς ἵπποις ὑπάρχει. τὸ δ’ ὑποκείμενον τῇ κνήμῃ μέρος
1. τοῦ ποδὸς, ᾧ τὸ σκέλος ὅλον ἐπίκειται κατ’ εὐθὺ, τὸ
2. κοινὸν ἁπάντων ποδῶν, ἓν μὲν ὄνομα τοιοῦτον, οἷον καὶ
3. ταρσὸς καὶ πεδίον, οὐκ ἔχει. σύγκειται δ’ ἐκ τριῶν ὀστῶν
4. ὀνόματα κεκτημένων, ἀστραγάλου μὲν καὶ πτέρνης συνήθως
5. τοῖς πολλοῖς, τρίτου δὲ τοῦ σκαφοειδοῦς, ὑπὸ τῶν
6. ἀνατομικῶν ἰατρῶν οὕτω τεθέντος. τούτοις μὲν μόνοις οὐδὲν
7. ἀνάλογον ἐν χειρὶ μόριον, ἀλλ’ ἔστιν ἀκριβῶς βάσεως
8. μόνης ὄργανα. τὰ δ’ ἄλλα πάντα βάσεώς θ’ ἅμα καὶ
9. ἀντιλήψεως. οὐδὲ γὰρ οὖν οὔθ’ ὁ ταρσὸς, οὔτε τὸ πεδίον
10. ἑκάτερον ἕν ἐστιν ἁπλοῦν μόριον, ἀλλ’, ὥσπερ καρπός τε καὶ
11. μετακάρπιον, ἐκ πολλῶν ὀστῶν μικρῶν τε καὶ σκληρῶν
12. σύγκειται.

Cliquer un n° de page pour en afficher l’image