13. Λέγωμεν ἤδη, καθάπερ ἐπὶ χειρὸς ἐποιήσαμεν,
14. πηλίκον ἕκαστόν ἐστι τῶν ἁπλῶν ἐν τῷ ποδὶ μορίων,
15. καὶ τί τὸ σχῆμα κέκτηται, καὶ τίνα τὴν θέσιν, ὅπως τε
16. τῆς πρὸς ἄλληλα συντάξεως ἔχει τὰ σύμπαντα, καὶ ὅστις
17. ἀριθμός ἐστιν αὐτῶν· ἀλλὰ καὶ μαλακότητος, ἢ σκληρότητος,
1. ἢ μανότητος, ἢ πυκνότητος, ἢ ὅσα τοῖς σώμασιν
2. ὑπάρχει, διέλθωμεν ὅπως ἔχει, πανταχοῦ τὴν χρείαν ἐξηγούμενοι,
3. καὶ δεικνύντες, ὡς οὐκ ἐνεδέχετο βέλτιον ἑτέρως
4. αὐτὰ κατασκευάσαι. μακρὸς μὲν οὐδὲν ἧττον ὁ λόγος ἐστὶ
5. τοῦ περὶ τῆς χειρὸς, ἀλλ’ ἡ τῆς κατασκευῆς ὁμοιότης αὐτὸν
6. ἐπιτέμνεται· ὅσα γὰρ ὡς ἀντιληπτικὸν ὄργανον ὁ ποὺς
7. ὡσαύτως ἔχει τῇ χειρὶ γεγονότα, ταῦτα εἰς τὸν ὑπὲρ ἐκείνης
8. εἰρημένον ἀναπέμπειν χρὴ λόγον, ὅσα δ’ ὡς βαδιστικὸν,
9. ἐνταυθοῖ διεξιέναι. τὸ μὲν οὖν ἐκ πολλῶν τε καὶ πολυειδῶν
10. ὀστῶν συντεθεῖναι, διαρθρουμένων μὲν πρὸς ἄλληλα
11. ποικίλαις διαρθρώσεσι, συναπτομένων δὲ συνδέσμοις ὑμενώδεσι,
12. ὡς ἀντιληπτικοῖς ὀργάνοις ὑπάρχει τοῖς ποσί· διὰ
13. τοῦτο δὲ καὶ τὸ πλῆθος τῶν πέντε δακτύλων, καὶ ὁ καθ’
14. ἕκαστον τῶν ἐν αὐτοῖς ἄρθρων ἀριθμὸς, οὐ μὴν τό γε ἐφ’
15. ἑνὸς στοίχου ταχθῆναι πάντας, ἀλλὰ τοῦτ’ ἴδιόν ἐστι ποδῶν
16. ὡς ἕδρας ὀργάνων. ὁμοίως δὲ καὶ τὸ μικροτέρους
17. γενέσθαι τῶν ἐν χερσί· τῷ μὲν γὰρ ἀντιληπτικῷ μόνον
1. ὀργάνῳ τὸ μέγεθος αὐτῶν ἔπρεπε, τῷ δὲ, ἵνα βαδιστικὸν
2. ᾖ πανταχοῦ, διὰ τοῦτο ἀντιληπτικῷ γενομένῳ καὶ τὸ τηλικοῦτον
3. μῆκος, ἡλίκον ἔχουσι νῦν, ἱκανόν ἐστιν, ἀλλὰ καὶ
4. τὰ μὲν ἔνδον αὐτῶν ὑψηλότερα, τὰ δ’ ἐκτὸς ταπεινότερα
5. γέγονεν, ἅμα μὲν ὡς ἀντιληπτικῶν μορίων, ἵνα περιλαμβάνοιτό
6. τε καὶ περιπτύσσοιτο τοῖς κυρτοῖς ἐδάφεσιν, ἅμα δὲ
7. καὶ ὡς ἔδρας ὀργάνων. ἐπεὶ γὰρ ἐν τῷ βαδίζειν τὸ μὲν
8. ἕτερον τῶν σκελῶν κινεῖται, τὸ δ’ ἕτερον ἐπὶ τῆς γῆς ὅλον
9. ἐστηριγμένον ὀχεῖ τοῦ σώματος ἡμῶν τὸν ὄγκον, ὑψηλοτέραν
10. εὐλόγως αὐτῷ τὴν ἐντὸς ἕδραν ἡ φύσις ἀπειργάσατο. εἰ
11. γὰρ ἐξ ἀμφοτέρων τῶν μερῶν ἴσος ἀκριβῶς ἦν ὁ ποὺς, ἐπὶ
12. τὸ τοῦ μετεωρουμένου σκέλος ἔῤῥεπεν ἂν αὐτὸς πρῶτός τε
13. καὶ μάλιστα, καὶ σὺν αὐτῷ τὸ σκέλος ὅλον· εἰ δὲ τοῦτο,
14. δῆλον ὡς κατεπίπτομεν ἂν ῥᾳδίως βαδίζοντες· ὥστ’ ἀσφαλεστέρας
15. ἕνεκα βαδίσεως ὑψηλότερα τὰ τῶν ποδῶν ἔνδον.
16. οἷς οὖν οὐκ ἔστιν ὑψηλότερα, ῥᾳδίως οὗτοι διαπαλαίοντες
17. καὶ θέοντες ἐνίοτε καὶ βαδίζοντες ἐν τοῖς ἀνωμάλοις χωρίοις
1. ἀνατρέπονται. τούτου μὲν οὖν τοῦ λόγου ἐναργεστέραν
2. ἂν ἔτι πίστιν ἐπὶ προήκοντι λάβοις τῷ γράμματι·
3. πρὸς δὲ τὸ παρὸν ἀπέχρη καὶ ταῦτα. φαίνεται γὰρ ὁ
4. ποὺς εὐλόγως ἐκ τῶν ἔνδον μερῶν ὑψηλός θ’ ἅμα καὶ κοῖλος
5. γεγονέναι διά τε τὴν ἀσφάλειαν τῆς ἕδρας καὶ τὴν
6. τῆς ἀντιλήψεως ἀκρίβειαν. οὔκουν ἔτι ζητήσεις οὐδὲ διὰ
7. τί τοῦ τῆς πτέρνης ὀστοῦ τὸ πρόσω λεπτότερόν τ’ ἐστὶ
8. καὶ στενότερον, οὐδὲ διὰ τί πρὸς τὸν μικρὸν δάκτυλον
9. ἀποχωρεῖν φαίνεται μᾶλλον. εἰ γὰρ ἦν πρόσω, ὥσπερ ἦν
10. ὀπίσω, παχύ τε καὶ πλατὺ, καὶ τοιοῦτον μένον εἰς τὸ
11. πρόσω τοῦ ποδὸς ἐξετείνετο, πῶς ἂν ἐγένετο τὸ ἔνδον
12. αὐτοῦ μέρος κοῖλον; εὐλόγως οὖν ἐνταῦθα πολὺ τοῦ
13. τε πάχους αὐτοῦ καὶ τοῦ πλάτους ἡ φύσις ἐκ τῶν ἐντὸς
14. ἀφεῖλε, καὶ διὰ τοῦθ’ ὡς ἐπὶ τὸν΄ μικρὸν ἐκτετάσθαι
15. φαίνεται δάκτυλον. διὰ ταῦτα δὲ πάλιν ὁ ἀστράγαλος
16. ἔσω μᾶλλον ἐπιστρέφεσθαι δοκεῖ, καίτοι τὰ ὄπισθεν αὐτοῦ
17. κατὰ μέσης ἐστήρικτο τῆς πτέρνης. ἀλλὰ τῷ στενότατον
18. ἀεὶ καὶ μᾶλλον ἐν τῷ πρόσω γίγνεσθαι τὸ
1. τῆς πτέρνης ὀστοῦν, καὶ τῶν ἔνδον ἀποχωροῦν φαίνεσθαι
2. πρὸς τὰ ἐκτὸς, εὐλόγως ὁ ἀστράγαλος ἔσωθέν τε τῆς
3. πτέρνης ἐνταῦθα καὶ οἷον κρεμάμενος φαίνεται. πῶς δ’
4. ἂν ἄλλως κάλλιον ἡ ἐντὸς τοῦ ποδὸς ἀπειργάσθη κοιλότης,
5. ἢ εἰ τὸ μὲν ὑποκείμενον ὀστοῦν ἔλαττον καὶ στενότερον
6. ἐπὶ τῶν ἔνδον μερῶν ἐγένετο, τὸ δ’ ἐπικείμενον, οἷον ἐξ ἀρχῆς
7. ἦν, ἐφυλάττετο; τὴν μὲν γὰρ πτέρναν ὡς ἂν ὑποκειμένην
8. τῷ παντὶ κώλῳ διὰ παντὸς ἑδραίαν ἐχρῆν ἐπὶ τῆς γῆς
9. ἐρηρεῖσθαι, τὸ δ’ ἐπικείμενον ὀστοῦν αὐτῇ μετέωρον ᾐωρῆσθαι.
10. διὰ ταῦτ’ οὖν καὶ τὰ συνταττόμενα τούτοις ὀστᾶ,
11. τὸ μὲν τῇ πτέρνῃ, τὸ κυβοειδὲς ὀνομαζόμενον, ἐκ τῶν ἔξω
12. μερῶν ἐστι τοῦ ποδὸς, ἑδραῖον ἐπὶ τῆς γῆς τιθέμενον· τὸ
13. δὲ τῷ ἀστραγάλῳ, τὸ σκαφοειδὲς καλούμενον, ὁμοίως αὐτῷ
14. τῷ ἀστραγάλῳ μετέωρόν ἐστι καὶ ὑψηλὸν ἀπὸ τῆς γῆς, ἔν
15. τε τοῖς ἔνδον μέρεσι τέτακται τοῦ ποδός. οὕτω δὲ
16. καὶ τὰ τρία τούτῳ συνταττόμενα, τὰ τοῦ ταρσοῦ, κατὰ
17. τὸν αὐτὸν τρόπον καὶ αὐτὰ μετέωρά τε φαίνεται κᾀκ τῶν
18. ἐντὸς κεῖται μερῶν τοῦ ποδός· ἔξωθεν γὰρ αὐτῶν ἑδραῖόν
1. τε καὶ ταπεινὸν ὀστοῦν παρατέταται, τὸ κυβοειδὲς, ὃ πρὸς
2. αὐτὴν τὴν πτέρναν ἐλέγετο διαρθροῦσθαι. καὶ οὕτως ἤδη
3. τῶν πρώτων ὀστῶν ἑπτὰ τοῦ ποδὸς ἡ χρεία πρόδηλος.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.7, ed. Kühn, 1822, vol. 3, p. 195-200. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩