Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 3.8, ed. Kühn, 1822, vol. 3, p. 200-210. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.8

4. Ἡ μὲν γὰρ πτέρνα μεγίστη τε κατὰ λόγον
5. ἐγένετο καὶ λεία μὲν κάτωθεν, ὄπισθεν δὲ κᾀκ τῶν ἄνω
6. περιφερὴς, καὶ προμήκης ἐπὶ τἀκτὸς τοῦ ποδός· μεγίστη
7. μὲν, ὅτι κατὰ κάθετον ὑπόκειται τῷ κώλῳ παντὶ, λεία δ’
8. ἐκ τῶν κάτωθεν ἕδρας ἀσφαλοῦς ἕνεκεν, περιφερὴς δὲ
9. κατὰ τἄλλα δυσπαθείας χάριν, ἐπὶ δὲ τἀκτὸς μέρη κατὰ
10. τὸν μικρὸν δάκτυλον προμήκης τε καὶ κατ’ ὀλίγον λεπτυνομένη
11. διὰ τὴν ἐντὸς τοῦ ποδὸς κοιλότητα. κατὰ δὲ τὸν
12. αὐτὸν λογισμὸν καὶ ὁ ἀστράγαλος οὐκ ἀπολεπτύνεται, μένων
13. δὲ μετέωρος ὑψηλὸς ὑψηλῷ συντάττεται τῷ σκαφοειδεῖ,
14. ψαλίδι παραπλήσιον ἐνταῦθα ἀπεργαζόμενος σχῆμα.
15. τούτοις δ’ ἐφεξῆς κεῖται τὰ τοῦ ταρσοῦ, τρία μὲν τὰ τῷ
16. σκαφοειδεῖ συνταττόμενα, τέταρτον δὲ τῷ τῆς πτέρνης·
17. τοῦτο μὲν, ὡς εἴρηται, κατὰ τῆς γῆς τιθέμενον ἑδραῖον ἐκ
18. τῶν ἔξω μερῶν τοῦ ποδός· τὰ δ’ ἄλλα κατὰ βραχὺ
1. προσυψούμενα, καὶ πάντων αὐτῶν ὑψηλότατον τοῦτο, ἵν’
2. ἅμα μὲν ἔχοι, δι’ ὧν ἰσχυρίζοιτο τὸ μέλος, ὃ δὴ καλεῖται
3. ταρσὸς, ἅμα δ’ ὑψηλοτέρα γίγνοιτο τὰ ἐντὸς τοῦ ποδός.
4. ἑξῆς δὲ τούτων ἐστὶ τὰ τοῦ πεδίου ψαύοντα τῆς γῆς μετὰ
5. τὸν ἀστράγαλόν τε καὶ τὸ σκαφοειδὲς, καὶ τὰ τούτῳ συνεχῆ
6. τρία τὰ τοῦ ταρσοῦ· διὸ καὶ τοῦτο πρὸς τῶν ἀνατομικῶν
7. ἐπετέθη τοὔνομα τῷδε τῷ μέρει τοῦ ποδός· εἶθ’ οἱ δάκτυλοι.
8. καὶ τούτων ἐντός ἐστιν ὁ μέγιστος, οὐκέτι ἐκ τριῶν,
9. ὥσπερ οἱ λοιποὶ, φαλάγγων συγκείμενος, ἀλλὰ ἐκ δυοῖν.
10. ἐπειδὴ γὰρ ὑψηλόν τε καὶ κοῖλον, οἷον ψαλὶς, ἔμελλεν
11. ἔσεσθαι τὸ ἐντὸς τοῦ ποδὸς, εὔλογον ἦν ἕδρας ἀσφαλεῖς
12. ἑκατέρωθεν αὐτῷ περικεῖσθαι μεγίστων ὀστῶν. ὄπισθεν
13. μὲν οὖν ἤδη τὸ τῆς πτέρνης ἦν· ἔμπροσθεν δὲ εἰ μὴ πολὺ
14. μείζων ἅμα τῶν ἄλλων δακτύλων ὁ μέγας ἐγένετο κᾀκ
15. δυοῖν συνετέθη φαλάγγων, οὐκ ἂν ἦν οὐδεμία τοῖς μετεώροις
16. ὀστοῖς ἀσφάλεια. διὸ πρῶτον μὲν οὐ μόνον τοσοῦτον
17. μείζων τῶν ἄλλων ὁ μέγας ἐν τῷ ποδὶ δάκτυλος,
18. ὅσον περ καὶ ὁ ἐν τῇ χειρὶ, γέγονεν, ἀλλὰ καὶ πολὺ πλέον·
1. δεύτερον δὲ οὐκ ἐκ τριῶν ὀστῶν, ὡς ἐκεῖνος καὶ οἱ ἄλλοι
2. πάντες, ἀλλ’ ἐκ δυοῖν. ἅτε γὰρ, οἶμαι, καὶ μεγάλων
3. ἡ φύσις δεομένη τῶν ταύτῃ τεθησομένων ὀστῶν, ἐφυλάξατο
4. κατακερματίζειν εἰς πολλὰ καὶ μικρά. καὶ μὲν δὴ καὶ αὐτῷ
5. τῷ τοῦ πεδίου μέρει προτεταγμένῳ τοῦ μεγάλου δακτύλου
6. δύο φαίνεται προσυποκεῖσθαι κάτωθεν οἷον ἕρματά τινα
7. καὶ στηρίγματα χάριν τοῦ τὸ πρῶτον ὀστοῦν τοῦ μεγάλου
8. δακτύλου συνάπτεσθαι τῷ προειρημένῳ μέρει τοῦ πεδίου,
9. τελέως ἤδη κατὰ τῆς γῆς ἐστηριγμένῳ, πανταχόθεν, οἶμαι,
10. τῷδε τῷ μέρει τοῦ ποδὸς ἐκποριζούσης τῆς φύσεως τὴν
11. ἀσφάλειαν, ὡς ἂν ἱκανῶς πονήσειν μέλλοντι διὰ τὴν προτεταγμένην
12. αὐτοῦ κοιλότητά τε καὶ οἷον ψαλίδα τῶν ὀστῶν.
13. εἴ ποτ’ οὖν τὸ πεδίον ἀνάλογον ἔχει μετακαρπίῳ, ἢ καὶ εἰ
14. παραλλάττει κατά τι, καιρὸς ἂν εἴη λέγειν. ἐμοὶ μὲν δοκεῖ
15. μὴ πάντη ὁμοίως ἔχειν. ἑκάστου γὰρ τῶν δακτύλων
16. τῆς πρώτης φάλαγγος ἐν ἑκατέρῳ τῶν μερῶν ὀστοῦν φαίνεται
17. προτεταγμένον. ἀλλ’ ἐν ποδὶ μὲν, ὡς ἂν ἐφ’ ἑνὸς
18. στοίχου πάντων κειμένων, ὅσος ὁ ἐκείνων ἀριθμὸς, τοσοῦτος 
1. εὐλόγως καὶ ὁ τῶν ὀστῶν ἐστι τοῦ πεδίου· ἐν χειρὶ δὲ
2. τοῦ μεγάλου δακτύλου θέσιν ἐξαίρετον λαβόντος, καὶ χωρισθέντος
3. μέν τῶν ἄλλων ἐπὶ πλέον, ἐγγὺς δὲ τῆς κατὰ τὸν
4. καρπὸν διαρθρώσεως ἀπαχθέντος, εὐλόγως ἐκ τεττάρων
5. ὀστῶν τὸ μετακάρπιον ἐγένετο. Εὔδημος μὴν καὶ τὸ πεδίον
6. καὶ τὸ μετακάρπιον ὡσαύτως ἑκάτερον ἐξ ὀστῶν πέντε
7. συγκεῖσθαι λέγων, ὡσαύτως δὲ καὶ τὸν μέγαν δάκτυλον ἐν
8. ποδί τε καὶ χειρὶ δύο φάλαγγας ἔχειν, ἐκ τοῦ φυλάττειν
9. οἴεσθαι χρῆναι τὴν ἀναλογίαν αὐτῶν ἀκριβῆ, τῆς ἀληθείας
10. ὑπερορᾷ. ἐκ τριῶν γὰρ ὁ ἐν τῇ χειρὶ δάκτυλος ὁ μέγας
11. ὀστῶν συνέστηκε σαφῶς, ὡς αἵ τε διαρθρώσεις καὶ αἱ κινήσεις
12. δηλοῦσιν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων, ἡ ἀναλογία
13. τῶν μορίων σαφὴς, οὐδὲν δεομένων ὁμοίως Εὐδήμῳ
14. ψεύδεσθαι. οὐ μὴν οὐδ’ ἡ τοῦ καρποῦ πρὸς τὸν ταρσὸν
15. ἀναλογία τῆς κατασκευῆς ἀσαφής. ἐκ τεττάρων μὲν γὰρ
16. ὀστῶν ὁ ταρσὸς, ἐκ διπλασίων δ’ ὁ καρπὸς, ὡς ἂν ἐκ
17. δύο στοίχων συγκείμενος, ἐγένετο. τὸ μὲν γὰρ ἐκ πλειόνων
18. τε καὶ μικροτέρων συγκεῖσθαι μορίων ἀντιληπτικῶν ὀργάνων
1. ἴδιον ἦν· τὸ δ’ ἐκ μειζόνων μὲν, ἐλαττόνων δὲ, βαδιστικῶν.
2. τὰ μὲν οὖν πρόσθεν τοῦ ποδὸς, ἀκριβῶς ἐοικότα τοῖς ἀντιληπτικοῖς,
3. ἐξ ἴσων τὸν ἀριθμὸν ἐκείνοις ὀστῶν ἐγένετο·
4. τοῦ γὰρ ἑνὸς, ὅπερ ἀφῄρηται τοῦ μεγάλου δακτύλου, τῷ
5. πεδίῳ προστεθέντος ὁ αὐτὸς ἀριθμὸς ἐφυλάχθη· τὰ δ’
6. ὄπισθεν, ἀκριβῶς ὄντα βάσεως ὄργανα μόνης, οὐδὲν ἀνάλογον
7. ἔχει ἐν χειρὶ μόριον. λοιπὸν οὖν τὸ μέσον ἀμφοῖν
8. οὔτ’ ἀκριβῶς ἐστιν ὅμοιον, οὔτ’ ἤδη παντελῶς ἀνόμοιον,
9. ἀλλ’, ὡς μόνως ἔπρεπε τῷ μέλλοντι μεταξὺ τῶν ἐναντίων
10. τετάξεσθαι τὴν ἑκατέρου μετρίως μιμήσασθαι φύσιν, οὕτως
11. ὁ ταρσὸς ἐδημιουργήθη. τὸ μὲν οὖν ἐκ τῶν ἔξω μερῶν
12. αὐτοῦ τεταγμένον ὀστοῦν, ὃ δὴ καὶ κυβοειδὲς ὀνομάζεται,
13. διαρθροῦται τῇ τῆς πτέρνης κοιλότητι κατὰ τὸ πέρας ἐπικειμένῃ·
14. τά λοιπὰ δὲ τρία τρισὶν ἐπιβαίνει κύβοις τοῦ
15. σκαφοειδοῦς ὀστοῦ. τοῦτο δ’ αὖ πάλιν αὐτὸ περιβέβηκε
16. τὴν κεφαλὴν τοῦ ἀστραγάλου. ἐκεῖνος δ’ αὖ πάλιν ἔγκειται
17. μὲν ταῖς τῆς κνήμης τε καὶ περόνης ἐπιφύσεσιν ἄνωθέν τε
18. κᾀκ τῶν πλαγίων καὶ προσέτι τῶν ὀπισθίων, ὑπ’ αὐτῶν
1. περιλαμβανόμενος, ἐπίκειται δὲ τῇ πτέρνῃ δύο τινὰς ἐξοχὰς
2. ἐνταῦθα κατὰ δυοῖν ἐκείνης κοιλοτήτων ἐνηδρακώς. καὶ
3. ἔστι τὸ μὲν ἐκτείνειν καὶ κάμπτειν τὸν πόδα τῆς ἄνω
4. τοῦ ἀστραγάλου διαρθρώσεως ἔργον, ἣ γὰρ τὰς τῆς κνήμης
5. τε καὶ περόνης ἐπιφύσεις ἐλέχθη ποιεῖσθαι, τὸ δ’ εἰς τὰ
6. πλάγια περιφέρειν τῆς πρὸς τῷ σκαφοειδεῖ. αἱ γὰρ
7. δὴ ἄλλαι τῶν ὀστῶν συντάξεις τῶν ἐν τοῖς ποσὶν ὁμοίως
8. ταῖς πολλαῖς καὶ μικραῖς ταῖς ἐν χερσὶ βραχὺ μέν τι ταῖς
9. εἰρημέναις ἐπιβοηθοῦσι, αἰσθηταὶ δ’ αὗται καθ’ αὑτὰς οὐκ
10. εἰσίν. ἔοικε μὲν ἐκ τούτων ὁ μὲν ἀστράγαλος τὸ κυριώτατον
11. εἶναι τῶν εἰς τὰς κινήσεις τοῦ ποδὸς διαφερόντων ὀστῶν,
12. ἡ δὲ πτέρνα τῶν εἰς τὴν ἕδραν. ταῦτ’ ἄρα τῷ μὲν πανταχόθεν
13. εἰς περιφερείας τινὰς τελευτᾷν ἔπρεπε, τῇ δὲ λείᾳ
14. μὲν εἶναι κάτωθεν, ἀκινήτῳ δ’ ὡς ἔνι μάλιστα καὶ βεβαίως
15. ἑδραίᾳ πρὸς τὰ παρακείμενα τῶν ὀστῶν. καὶ μὲν
16. δὴ καὶ μεγέθει πάμπολυ πλεονεκτεῖν ἐχρῆν αὐτὴν οὐ τῶν
17. ἄλλων μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἀστραγάλου. καίτοι καὶ
1. οὗτος μέγας, ὡς ἂν μεγίστοις μὲν ὀστοῖς τοῖς ἄνω διαρθρούμενος,
2. οὐ μικρὰν δὲ οὐδὲ εἰς τὰ πρόσω ποιούμενος
3. ἀπόφυσιν, ἵνα συντάττεται τῷ σκαφοειδεῖ· ἀλλ’ ὅμως καὶ
4. οὕτω πάμπολυ μεῖζόν ἐστι τὸ τῆς πτέρνης ὀστοῦν, ὀπίσω
5. τε γὰρ ὑπερεκπέπτωκεν οὐ τὸν ἀστράγαλον μόνον, ἀλλὰ
6. καὶ τὴν κνήμην αὐτὴν, εἴς τε τὸ πρόσω μέχρι πλείστου παρήκει,
7. καὶ τῷ μήκει τὸ πλάτος ἀνάλογον ἔχει, καὶ τούτοις
8. ἀμφοτέροις τὸ βάθος ἀνάλογον. ὑπόκειται γάρ τῇ
9. τῆς κνήμης εὐθύτητι, καὶ σχεδὸν ἅπασαν αὐτὴν μόνον βαστάζει,
10. καὶ διὰ ταύτης τὸν μηρὸν, καὶ διὰ τούτου τὸ ὑπερκείμενον
11. σῶμα, καὶ μάλισθ’ ὅταν πηδῆσαι βουληθῶμεν, ἢ
12. μέγιστον προβῆναι. μέγεθος οὖν ἀξιόλογον ἐχρῆν εἶναι διὰ
13. ταῦτα τῷ τῆς πτέρνης ὀστῷ, ἢ οὐκ ἂν εὐλόγως ἡ φύσις
14. αὐτῷ ἐπίστευσε βάρη τηλικαῦτα. διὰ τὴν αὐτὴν αἰτίαν
15. ἄμεινον ἑδραίαν εἶναι αὐτῷ τὴν ἔνθεσιν, οὐ σφαλερὰν καὶ
16. πλανώδη γενέσθαι. ἀλλ’ εἴπερ τῇ κνήμῃ τε καὶ τῇ περόνῃ
17. διήρθρωτο, καὶ μὴ μέσος ἀστράγαλος ἐτέτακτο, πάντως ἂν
18. ἦν ἀστήρικτος καὶ χαλαρά. ἐντεῦθεν γὰρ ὁ ποὺς ἀρχόμενος
1. ἐπὶ τελευτῶντι τῷ προτέρῳ κώλῳ μεγίστην ἐξ ἀνάγκης
2. ἔμελλε τῶν καθ’ ἑαυτὸν ἁπασῶν τήν τε διάρθρωσιν καὶ
3. τὴν κίνησιν ἕξειν. διὰ ταῦτα μὲν δὴ μέσος ἐτάχθη κνήμης
4. τε καὶ πτέρνης ὁ ἀστράγαλος. ἀλλ’ ἐπεὶ τούτῳ γε πάντως
5. συνταχθῆναι τὴν πτέρνην ἐχρῆν, εὐλαβουμένη πάλιν ἡ φύσις,
6. μή τινος ἀπολαύουσα διὰ τὴν γειτνίασιν αὐτοῦ σφοδροτέρας
7. κινήσεως εἰς τὴν τῆς ἕδρας ἀσφάλειαν παραβλάπτοιτο;
8. πρῶτον μὲν, ὡς ἤδη προείρηται, δύο τινὰς ἀποφύσεις
9. αὐτοῦ κατέπηξεν εἰς τὰς ἐκείνης κοιλότητας, ἔπειτα
10. δὲ παμπόλλοις συνδέσμοις σκληροῖς καὶ χονδρώδεσι, τοῖς
11. μὲν πλατέσι, τοῖς δὲ στρογγύλοις, συνῆψεν, οὐκ ἀστραγάλῳ
12. μόνον αὐτὴν, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς παρακειμένοις
13. ὀστοῖς ἅπασι τοῖς πανταχόθεν, ὡς οἷόν τ’ ἦν, ἐναρμόζουσα,
14. τοῦ φυλάττειν ἕνεκα τὴν πρέπουσαν ἕδραν. πονήσειν δὲ
15. αὐτὴν ἐν ἅπασι τούτοις εἰδυῖα, σκληρὰν μὲν ἐσχάτως καὶ
16. τὴν ἰδίαν οὐσίαν αὐτῆς ἀπειργάσατο, σκληρὸν δὲ καὶ τὸ
17. κάτωθεν ὑπέτεινε δέρμα, προμαλάττειν τε καὶ προεκλύειν
18. ἐπιτηδειότατον ἐσόμενον πάντων τῶν βιαίων τε καὶ σκληρῶν 
1. σωμάτων τὰς προσβολάς. ἐπεὶ δ’, ὡς εἴρηται, τὰ μὲν ἐκτὸς
2. τοῦ ποδὸς ἐχρῆν εἶναι ταπεινότερα, τὰ δὲ ἐντὸς ὑψηλότερα,
3. καὶ φόβος ἦν, εἰ διὰ πολλῶν καὶ μεγάλων ὀστῶν ὑψωθείη,
4. βαρὺν ἀποδειχθῆναι τὸν πόδα, κοῖλον αὐτοῦ τοὐντεῦθεν
5. μέσον ἀπειργάσατο, προμηθουμένη καὶ ἄλλο τι χρηστὸν ἐκ
6. τῆς τοιαύτης κατασκευῆς ὡς ἀντιληπτικοῖς ὀργάνοις ἔσεσθαι
7. τοῖς ποσὶν, εἰς ἕδρας ἀσφάλειαν ἐν τοῖς κυρτοῖς ἐδάφεσι
8. διαφέρον, ὑπὲρ οὗ φθάνομεν ἤδη διειλέχθαι. τριῶν οὖν
9. ἕνεκεν ἡ κοιλότης αὕτη φαίνεται γεγενημένη, καὶ πρώτου
10. μὲν ὕψους τῶν ἐντὸς μερῶν τοῦ ποδὸς, δευτέρας δ’ ἀντιλήψεως,
11. καὶ τρίτης ἐπὶ τούτοις κουφότητος· ὧν τὸ μὲν
12. πρῶτον εἰς ἀσφάλειαν ἕδρας, τὸ δὲ δεύτερον εἰς ποικιλίαν
13. βαδίσεως, τὸ δὲ τρίτον εἰς ὠκύτητα κινήσεως
14. διαφέρει. μνημονεύσωμεν οὖν πάλιν κᾀνταῦθα τοῦ πιθηκείου
15. ποδός. οὐ γὰρ, ὥσπερ ἡ χεὶρ αὐτοῦ μόνον τὸν μέγαν
16. δάκτυλον κολοβὸν κτησαμένη μίμημα γελοῖον ἐδείκνυτο τῆς
17. ἀνθρωπείας χειρὸς, οὕτω καὶ ὁ ποὺς ἔκ τινος ἑνὸς μορίου
18. κατασκευῆς πλημμεληθεὶς παραλλάττει τὸν ἀνθρώπειον,
1. ἀλλ’ ἐν πάνυ πολλοῖς κεχώρισται. διεστήκασι μὲν γὰρ
2. ἐπὶ πλεῖστον ἀλλήλων οἱ δάκτυλοι, καὶ πολὺ μείζονές εἰσι
3. τῶν τῆς χειρός. ὃν δ’ ἐχρῆν ἐν αὐτοῖς μέγιστον τῶν ἄλλων
4. ὑπάρχειν, οὗτος σμικρότατός ἐστιν. οὐχ ὑπόκειται δὲ οὐδὲ
5. τοῖς προτεταγμένοις αὐτοῦ μέρεσι τὰ στηρίζοντα τὸ ταύτης
6. πεδίον· οὐδὲ γὰρ ἀσφαλὴς ὅλως ἡ βάσις αὐτῶν, κοίλη μᾶλλον
7. ὥσπερ χεὶρ γενηθεῖσα. καὶ ἡ τῶν σκελῶν δὲ φύσις οὐκ
8. ἀκριβῶς ὀρθὴ πρὸς τὴν ῥάχιν ἐστὶν ὥσπερ ἀνθρώποις, οὐδ’
9. ἡ κατὰ γόνυ καμπὴ τῇ τῶν ἀνθρώπων ἔοικεν. ἀπολώλασι
10. δὲ τελέως αὐτοῦ καὶ αἱ κατὰ τὰ ἰσχία σάρκες ὄπισθεν αἱ
11. σκέπουσαι καὶ κατακρύπτουσαι τὸν πόρον ταῖς τῶν περιττωμάτων
12. ἐκκρίσεσιν, ἑδραζομένοις δὲ ἐπ’ αὐτῶν ἐπιτηδειότατον
13. γενόμεναι πρόβλημα τῶν ὑποκειμένων σωμάτων. ὥστε
14. οὔτε καθέζεσθαι καλῶς, οὔθ’ ἵστασθαι πίθηκος, ἀλλ’ οὐδὲ
15. θέειν δύναται. τάχιστα δ’ ἀναῤῥιχᾶται, καθάπερ οἱ μύες,
16. πρὸς ὄρθιά τε καὶ λεῖα διά τε τὸ κοῖλον κτήσασθαι πόδα
17. καὶ τοὺς δακτύλους ἐπὶ πλεῖστον ἐσχισμένους. ἡ γὰρ τοιαύτη
1. κατασκευὴ, περιπτύσσεσθαι καλῶς ἅπασι τοῖς κυρτοῖς σώμασι
2. δυναμένη καὶ πάντοθεν αὐτὰ περιλαμβάνειν ἀσφαλῶς,
3. ἐπιτήδειός ἐστι τοῖς ἀνέρπειν εἰς ὑψηλὰ πεφυκόσι.

Cliquer un n° de page pour en afficher l’image