4. Περὶ μὲν οὖν τῶν ἐν τοῖς ποσὶν ὀστῶν ὀστῶν
5. αὐτάρκως εἴρηται· περὶ δὲ τενόντων καὶ μυῶν ὀλίγον ὕστερον
6. εἰρήσεται. πρότερον μὲν γὰρ δὴ περὶ τῶν ὑπολοίπων
7. ἐν ὅλοις τοῖς σκέλεσιν ὀστῶν διελθεῖν ἔγνωκα, συντελούντων
8. τι καὶ αὐτῶν τοῖς προειρημένοις. ἔστιν οὖν ἓν μὲν τῷ
9. μηρῷ, καθάπερ ἐν τῷ βραχίονι, δύο δ’ ἐν τῇ κνήμῃ, παραπλήσια
10. τοῖς ἐν τῷ πήχει. καλεῖται δὲ τὸ μὲν μεῖζον ὁμωνύμως
11. τῷ μέλει παντὶ κνήμη, τὸ δ’ ἔλαττον περόνη. μέγιστος
12. οὖν ὁ μηρὸς ἁπάντων τῶν κατὰ τὸ σῶμα γέγονεν
13. ὀστῶν εὐλόγως. πρῶτος γὰρ οὗτος ὑπερήρεισται τῇ κοτύλῃ,
14. καὶ πρῶτος ἅπαντα τὸν ὑπερκείμενον ὄγκον τοῦ σώματος
15. ὀχεῖ. καλλίστην δ’ ἕδραν αὐτοῦ παρεσκευακυίας τῇ κεφαλῇ
16. τῆς φύσεως τὴν κατὰ τὸ καλούμενον ἰσχίον κοτύλην, οὐ
17. κατ’ εὐθὺ ταύτης ἐκτεταμένος φαίνεται, ἀλλ’, ὡς ἂν δόξειεν
1. οὐκ ἀκριβῶς ἐξετάζοντι, πεπλημμέληται τὰ τοῦ σχήματος
2. ἱκανῶς τῷ μηρῷ, κυρτῷ μὲν εἴς τε τὰ πρόσω καὶ τὰ ἔξω,
3. σιμῷ δὲ εἰς τἀναντία τούτων γενηθέντι. ταύτην αὐτοῦ τὴν
4. ἰδέαν καὶ Ἱπποκράτης οἶδε, καὶ συμβουλεύει καταγέντος
5. φυλάττειν, καὶ μὴ διαστρέφειν εὐθύς. καὶ ὅσοις ἂν φύσει
6. μηρὸς εὐθύτερος τοῦ δέοντος γένηται, βλαισοῦνται πάντως
7. κατὰ τὸ γόνυ. τοῦτο δὲ ἡλίκον ἐστὶ κακὸν, οὐκ εἰς δρόμον
8. μόνον, ἀλλὰ καὶ εἰς βάδισίν τε καὶ στάσιν ἀσφαλῆ,
9. λέγει μέν που κἀκεῖνος, ἀλλὰ καὶ τοὺς ἐπιτυχόντας οἴομαι
10. θεωροῦντας ὁσημέραι γινώσκειν αὐτό. καὶ μὴν εἴπερ ὁ
11. αὐχὴν αὐτοῦ μὴ παραχρῆμα τῆς κοτύλης λοξὸς εἰς τἀκτὸς
12. ἀποχωρήσειε, πλησίον ἂν οὕτως εἴη τῷ κατὰ τὸν ἕτερον
13. μηρὸν αὐχένι. τοῦτο δ’ εἰ γένοιτο, τίς μὲν ἂν ἔτι χώρα
14. λείποιτο τοῖς ἔνδον τοῦ μηροῦ μυσὶ, μεγίστοις ἐξ ἀνάγκης ὀφείλουσιν
15. εἶναι; τίς δὲ τοῖς ἀπὸ νωτιαίου μυελοῦ νεύροις τοῖς εἰς
16. ὅλα μεριζομένοις τὰ σκέλη; τίς δὲ ταῖς φλεψί; τίς δὲ ταῖς ἀρτηρίαις;
17. τίς δὲ τοῖς ἀδέσι τοῖς τὰς χώρας αὐτῶν ἀναπληροῦσι; οὐ
18. γὰρ ἂν ἔξωθεν τοῦ μηροῦ ταῦτα φαίημεν χρῆναι κατέρχεσθαι,
1. πᾶσι τοῖς ὁπωσοῦν ἐμπίπτουσιν εἰς ἑτοίμην ἐκκείμενα βλάβην.
2. τάχα δ’ ἂν οὐδ’ ἡμᾶς τοῦτό γε, μὴ ὅτι τὴν φύσιν
3. ἔλαθεν, ἐπιτηδείοις εἰς βλάβην χωρίοις ἐπιθεῖναι φλέβας
4. οὕτω μεγάλας, ὧν εἴ τις τρωθείη, χαλεπῶς ἂν περιγένοιτο
5. τὸ ζῶον· ἀρτηρίας μὲν γὰρ τρωθείσης ἀξιολόγου τῶν τῇδε
6. τεταγμένων, οὐκ ἂν σωθείη τὸ παράπαν. εἴπερ οὖν καὶ
7. νεύροις, καὶ φλεψὶ, καὶ ἀρτηρίαις, καὶ ἀδέσι, καὶ μυσὶ,
8. πολλοῖς καὶ μεγάλοις οὖσιν, ἔδει παρασκευάσασθαι τὴν ἐνταυθοῖ
9. χώραν, ἐκτὸς ἀποχωρῆσαι τῆς κοτύλης ἀναγκαῖον ἦν
10. τὸν μηρόν. καὶ τοίνυν ἀποχωρεῖ, καὶ φαίνεται τἀκτὸς αὐτοῦ
11. μέρη τὴν εὐθυωρίαν ὅλην ὑπεραίροντα τῶν ἔξω τοῦ
12. σώματος μερῶν. εἰ δέ τινων ἐλάττων εἰς τἀκτὸς ἀπεβλάστησεν
13. αὐχὴν κεφαλῆς τοῦ μηροῦ, στενὰ τούτων τὰ κατὰ τοὺς
14. βουβῶνάς ἐστι, καὶ τεθλιμμένα πρὸς ἄλληλα, καὶ ῥέπειν
15. ἔξω διὰ τοῦτο τόν τε μηρὸν ὅλον ἀναγκάζονται καὶ τὸ
16. γόνυ. τί δὴ οὖν οὐκ ἐξωτέρω τὰς κοτύλας ἡ φύσις
17. ἔθηκεν, ἵνα περ νῦν ἐστι τὰ κυρτὰ τῶν μηρῶν; οὕτω γὰρ
18. ἂν τούς τ’ αὐχένας αὐταῖς ὑπέθηκεν εὐθὺ τῶν κεφαλῶν,
1. τούς τε μηροὺς εὐθεῖς ἐδημιούργησεν. ὅτι τὸ βάρος τοῦ
2. σώματος ἐχρῆν ἐν εὐθείᾳ γραμμῇ κατὰ κάθετον πρός τε
3. τὴν κοτύλην εἶναι καὶ τοῦ μηροῦ τὴν κεφαλὴν, καὶ μάλιστ’
4. ἐπειδὰν βαδίζοντες ἢ τρέχοντες τὸ μὲν ἕτερον τῶν
5. σκελῶν ὑψηλὸν περιφέρωμεν, τὸ δ’ ἕτερον ἐπὶ τῆς γῆς
6. ἑδραῖον ἔχωμεν. τοῦτο δ’ ἐκ. τοῦ κατὰ μέσον ὑπερηρεῖσθαι
7. τὸ βαστάζον αὐτὸ μάλιστ’ ἂν γίγνοιτο. εἰ δ’ ἡ τοιαύτη
8. θέσις τοῦ σκέλους ἀσφαλεστάτη τοῖς βαδίζουσιν, ἡ ἐναντία
9. δηλονότι σφαλερωτάτη. διὰ ταῦτα μὲν δὴ πρὸς τἀκτὸς
10. μέρη τῶν ἰσχίων τάς τε κοτύλας ἀπαγαγεῖν καὶ σὺν αὐταῖς
11. τὰς κεφαλὰς τῶν μηρῶν οὐκ ἦν ἀσφαλὲς, ἀλλ’ ἀρίστη
12. θέσις αὐτῶν ἐστιν ἡ νῦν οὖσα. στενοχωρίας δ’ αὖ πάλιν
13. ἐκ τούτου γιγνομένης, ἓν λοιπὸν ἦν ἐπανόρθωμα, μὴ κατ’
14. εὐθὺ ταῖς κεφαλαῖς ἐκτεταμένους ἐργάσασθαι τοὺς μηροὺς,
15. ἀλλ’, ὥσπερ νῦν εἰσιν, ἐπὶ τὰ ἔξω ῥέποντας. εἰ δ’ αὖ πάλιν
16. ἄχρι τοῦ γόνατος εἰς τἀκτὸς ἀποχωροῦντες ἐφυλάττοντο,
17. καὶ μηδεμίαν ἐπιστροφὴν ἐποιοῦντο πρὸς τἀντὸς, ἕτερος ἂν
18. οὗτος ἦν βλαισώσεως τρόπος αὐτοῖς. ὥστ’ εὐλόγως ὁ μὲν
1. αὐχὴν πρῶτός τε καὶ μάλιστα τῆς κεφαλῆς ἀπονεύει πρὸς
2. τἀκτὸς, ἐπ’ αὐτῷ δὲ καὶ τὸ συνεχὲς ἥμισυ τοῦ μηροῦ παντός·
3. μετὰ ταῦτα δ’ εἴσω πάλιν ἐπιστρέφεται πρὸς τὸ γόνυ.
4. καὶ διὰ ταῦτα τὸ σύμπαν σχῆμα τοῦ μηροῦ κυρτὸν μὲν
5. ἔξωθεν, ἔσωθεν δὲ γίγνεται σιμόν· ὡσαύτως δὲ καὶ σιμότερον
6. μὲν ὄπισθεν, ἔμπροσθεν δὲ κυρτότερον, εἰς τὰς καθίσεις
7. ἐπιτήδειον καὶ πρὸς πολλὰ τῶν ἔργων, ὅσα δρῶμεν καθήμενοι,
8. καθάπερ καὶ τὸ γράφειν, ἐκτείναντες κατὰ τοῦ μηροῦ τὸ βιβλίον.
9. οὕτω δὲ καὶ πᾶν ὁτιοῦν ἄλλο κατὰ τῆς κυρτότητος
10. αὐτῶν ἐκτείνοιτ’ ἂν ῥᾷον, ἢ εἰ ἑτέρως ἔχοντες ἐγεγόνεισαν.
11. καὶ μὲν δὴ κᾀν τῷ καθ’ ἑνὸς ἑδράζεσθαι σκέλους τὸ σῶμα
12. (πολλάκις δ’ ἴσμεν ἡμῖν τούτου χρείαν οὖσαν ἔν τε τῷ βίῳ
13. παντὶ καὶ κατὰ τὰς τέχνας) ἄμεινον τὸ ῥαιβὸν σχῆμα τοῦ
14. εὐθέος. ὥσπερ γὰρ, εἰ τὸ πλάτος ἴσον ἦν τοῖς τ’ ὀχοῦσι
15. κώλοις καὶ τοῖς ὀχουμένοις μέρεσι τοῦ σώματος, ἀσφαλὴς
16. ἂν οὕτω μάλιστα καὶ δυσπερίτρεπτος ἡ ἐφ’ ἑνὸς αὐτῶν
17. ὑπῆρχεν ἕδρα, ἔχοντος ἑκάστου τῶν ὑπερκειμένων ἐν τῷ
18. σώματι μερῶν ὑπερηρεισμένον ἐν ἑαυτῷ τι κατὰ κάθετον,
19. οὕτω καὶ νῦν ἐκ τοῦ ῥαιβὸν γενέσθαι τὸν μηρὸν, τῶν
1. μερῶν αὐτοῦ τῶν μὲν ἔξω, τῶν δ’ ἔσω μᾶλλον, τῶν δ’ ἐν
2. τῷ μέσῳ ταχθέντων, οὐδὲν ἀπορεῖ τῶν ἄνω τοῦ κατ’ εὐθύ.
3. καὶ διὰ ταύτην ἄρα τὴν χρείαν οὐ τοῦτο μόνον, ἀλλὰ καὶ
4. τὴν κνήμην κυρτοτέραν εἰς τἀκτὸς ἡ φύσις ἀπειργάσατο.
5. μεγίστη δὲ πίστις τοῦ λόγου τὸ τοὺς ἐπὶ πλέον ἤδη ῥαιβωθέντας
6. τὰ σκέλη, τοὺς μὲν ἔτι κυουμένους, τοὺς δὲ
7. κατὰ τὴν πρώτην τροφὴν, εἴτ’ ἐπὶ τοῖν δυοῖν ποδοῖν,
8. εἴτ’ ἐπὶ θατέρου ἑστάναι δέοιντο, βεβαιοτέραν πολὺ καὶ
9. δυσπεριτρεπτοτέραν τῶν ὀρθὰ τὰ κῶλα κεκτημένων ἔχειν
10. τὴν ἕδραν. ἀλλὰ γὰρ οὐκ ἀσφαλοῦς ἕδρας μόνον ἡ φύσις ἐν
11. τῇ τῶν σκελῶν κατασκευῇ στοχαζομένη, προνοουμένη δ’ οὐδὲν
12. ἧττον καὶ τοῦ δύνασθαι θέειν ἡμᾶς ὠκέως, εἴ ποτ’
13. ἄρα δεήσειε, τὸ μὲν ἐπὶ πλέον αὐτὰ διαστρέφειν ἐφυλάξατο,
14. ῥαιβὰ δ’ εἰς τοσοῦτον ἀπέδειξεν, ὡς καὶ τὴν
15. ἀσφάλειαν ἔχειν τῆς ἕδρας, καὶ τὴν ὠκύτητα τοῦ δρόμου
16. παραβλάπτειν μηδέν. ἐπεὶ δ’ εὔλογον ἦν, ὡς νῦν δέδεικται,
17. τῶν τῆς κνήμης μερῶν τὰ μὲν ἄνω τὰ μετὰ γόνυ
1. πρὸς τοὐκτὸς ἀποχωρεῖν ἀτρέμα, τὰ δὲ κάτω τὰ πρὸς τοῖς
2. σφυροῖς τὴν ἐπιστροφὴν εἴσω ποιεῖσθαι, καλῶς εἶχεν καὶ
3. διὰ τοῦτο τῶν τοῦ ποδὸς μορίων ὑψηλότερα γενέσθαι τὰ
4. ἔνδον, ἵν’ ἀντιστηρίζῃ δηλονότι τὴν ἔσω τῶν ταύτῃ μερῶν
5. τῆς κνήμης ῥοπήν. καὶ τοῦτ’ ἦν ὃ, κατὰ τὸν ἔμπροσθεν
6. λόγον ἐρεῖν ἀνεβαλόμεθα, τὴν χρείαν τῶν ἐντὸς μερῶν ἐξηγούμενοι
7. τοῦ ποδός. οὔκουν ἔτι παραλείπεται τῶν ἐν τοῖς
8. σκέλεσιν ὀστῶν οὐδενὸς ἀκόσμητον οὐδὲν, ἀλλὰ καὶ μέγεθος
9. ἑκάστου, καὶ μικρότης, καὶ θέσις, καὶ σχῆμα, καὶ σύνθεσις,
10. καὶ ἡ κατὰ τὴν σκληρότητα διαφορὰ, καὶ οἱ πρὸς
11. ἄλληλα σύνδεσμοι στρογγύλοι καὶ περιφερεῖς εἰς ἄκρον
12. ἥκουσι προνοίας τε καὶ τέχνης τῇ φύσει. λείποι δ’ ἂν ἔτι
13. περί τε μυῶν καὶ τενόντων εἰπεῖν. ἀρτηριῶν μὲν γάρ τε
14. καὶ φλεβῶν ἐπὶ προήκοντι παντὶ τῷ λόγῳ τὴν ἐξήγησιν ἔφαμεν
15. ποιήσεσθαι, κοινῶν ὄντων ὀργάνων ἅπαντος τοῦ σώματος,
16. ὅτι καὶ χρείας ἐπιστεύθησαν κοινὰς, εἴ γε δὴ καὶ
17. ἀναψύχεσθαι, καὶ τρέφεσθαι, καὶ ψυχικῆς μεταλαμβάνειν
18. δυνάμεως ἅπασι τοῖς μέλεσι χρηστὸν ἦν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 3.9, ed. Kühn, 1822, vol. 3, p. 210-216. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:3.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩