14. Ὅπως δὲ συνδεῖ θ’ ἅμα καὶ ἀμφιέννυσιν
15. ἕκαστον ἰδίᾳ τῶν κάτω τοῦ θώρακος ὀργάνων, ἑξῆς ἂν εἴη
16. ῥητέον ἐνθένδε ποθὲν ἀρξαμένους. ἐν μὲν τοῖς πρόσω μέρεσιν
17. ἁπάντων αὐτῶν προτέτακται κοινῇ· προέρχεται δ’ ἐντεῦθεν
1. ἐπὶ μὲν τὰ δεξιά τε καὶ τὰ ἀριστερὰ κατὰ τὰς λαγόνας
2. ἄχρι τῶν τῆς ὀσφύος σπονδύλων, ὅθεν ἑκάστῳ τῶν ἐντέρων
3. τε καὶ σπλάγχνων, καὶ ταῖς ἀρτηρίαις ἁπάσαις, καὶ
4. ταῖς φλεψὶ, καὶ τοῖς νεύροις περιτείνεται. τὸ δ’ ἄνω καὶ
5. κάτω πέρας αὐτοῦ, τὸ μὲν ἄνω ταῖς φρεσὶν ὑποφύεται, τὸ
6. δὲ κάτω τοῖς καλουμένοις ἥβης ὀστοῖς, καὶ προσέτι τοῖς
7. τῶν λαγόνων. καὶ τοίνυν ἀμφιέννυται τῶν κατὰ ταῦτα τεταγμένων
8. ὀργάνων τὸ μὲν ἄνω μέρος τῆς γαστρὸς καὶ τοῦ
9. ἥπατος ὑπὸ τοῦ ταῖς φρεσὶν ὑποφύντος, τὸ δὲ κάτω τῆς τε
10. κύστεως καὶ τῶν ἐντέρων ὑπὸ τοῦ τῆς ἥβης ὀστοῦ. ἀλλὰ
11. περὶ μὲν τῶν ἄλλων ἑξῆς εἰρήσεται· τὸ δ’ ἀπὸ τῶν φρενῶν
12. τῷ στόματι τῆς γαστρὸς ἔξωθεν ἐπιφυόμενον ἑνοῦται
13. τοῖς ἑκατέρωθεν ἀπὸ τῆς ῥάχεως ἀνιοῦσι· καὶ αὕτη γενέσεως
14. ἀρχὴ τῷ τρίτῳ τῆς γαστρὸς χιτῶνι τῷ πάντοθεν
15. ἔξωθεν, ὃν δὴ σκέπασμα μέν τι καὶ πρόβλημα δευτέρῳ τῷ
16. σαρκώδει περιέβαλεν ἡ φύσις, σύνδεσμον δ’ ἐποιήσατο τῆς
17. γαστρὸς ὅλης πρὸς τὰ κατὰ τὴν ῥάχιν σώματα. καί σοι
1. δόξει παχὺς ὁ χιτὼν ὑπάρχειν οὗτος, καίτοι τῶν ἄλλων
2. ἀποφύσεων τοῦ περιτοναίου, τῶν εἰς τὰ τῆς τροφῆς ὄργανα
3. φερομένων, λεπτῶν ἁπασῶν γεγενημένων· ἀλλ’ ἐπεὶ μέγα τέ
4. τι μόριον ἡ γαστὴρ καὶ μεγίστας ἔχει διαστάσεις τὰς ἐπὶ
5. τοῖς ἐδέσμασί τε καὶ πόμασιν, εὐλόγως ἰσχυρῶν δεσμῶν καὶ
6. σκεπασμάτων ἐδεήθη.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.10, ed. Kühn, 1822, vol. 3, p. 292-294. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩