7. Καὶ μέν γε καὶ πρὸς τὴν τοῦ ἐπιπλόου
8. γένεσιν, ὅθεν περ ὁ λόγος ὡρμήθη, τοῦτον τὸν χιτῶνα
9. παρεσκεύασεν ἡ φύσις, ὡς ἂν μάλιστα χρηστότατόν τε καὶ
10. δυσπαθέστατον ἔσοιτο. συντυχόντων γὰρ ἀλλήλοις τῶν ἀπὸ
11. τῆς ῥάχεως ἑκατέρωθεν ἀνιόντων μερῶν τοῦ περιτοναίου
12. κατὰ τὸ κυρτότατόν τε καὶ ὑψηλότατον τῆς γαστρὸς, κᾀνταῦθα
13. μεγάλην ἀρτηρίαν τε καὶ φλέβα κατὰ τὸ μῆκος αὐτῆς
14. ἐκτεταμένην εὑρόντων, ὁ τόπος οὗτος ἅπας ἀρχὴ τῆς
15. τοῦ ἐπιπλόου γενέσεώς ἐστιν, ὡς ἂν ἤδη πάντ’ ἔχων, ὧν
16. ἐδεῖτο. καὶ γὰρ ἀρτηρία καὶ φλὲψ αὐτόθι μεγάλαι, καὶ
17. δύο μοῖραι τοῦ περιτοναίου, καὶ τὸ μέρος τῆς γαστρὸς
18. τὸ θάλπεσθαι δεόμενον. ἀποφύσασα δὲ φλέβας τε καὶ
1. ἀρτηρίας ἐντεῦθεν ἡ φύσις παμπόλλας ἀφ’ ἑκατέρου τῶν
2. μεγάλων ἀγγείων, συναπέφυσεν αὐταῖς ἑκάτερον τῶν τοῦ
3. περιτοναίου μορίων, τὸ καθ’ ἑαυτὸ μέρος ἀμφιεννύν τε καὶ
4. ξυνδοῦν τῶν ἀγγείων ἑκάστου. τὴν δὲ μεταξὺ χώραν αὐτῶν
5. συνυφαίνουσιν ἀλλήλαις ἐπιβαίνουσαι, καθάπερ τινὲς πτύχες,
6. αἱ τοῦ περιτοναίου μοῖραι, καὶ τὸ πλεῖστον τῆς πιμελῆς ἐνταῦθα
7. συνιστῶσαι, θάλπον θ’ ἅμα τὴν γαστέρα, καὶ λιπαῖνον
8. τοὺς ὑμένας, καὶ τροφὴ τῆς ἐμφύτου θερμασίας
9. ἐν ταῖς ἀσιτίαις γιγνόμενον. ἐπικεῖσθαι μὲν οὖν τῇ
10. γαστρὶ καὶ οἷον ἐποχεῖσθαι τοὐπίπλοον (ὅθεν περ καὶ τοὔνομα
11. κέκτηται) καλῶς εἶχε διὰ τὰς εἰρημένας αἰτίας, οὐ μὴν
12. παντάπασί γε τῶν ἄλλων μορίων ἀπολελυμένον αἰωρεῖσθαι·
13. ῥᾳδίως γὰρ ἂν ὑπεδιπλοῦτο, καὶ περὶ ἑαυτὸ πολλάκις εἱλίττετο,
14. καὶ συνεστρέφετο, καὶ πολλὰ τῶν σκέπεσθαι δεομένων
15. ἀπελίμπανεν. ὅθεν, οἶμαι, πρός τε τὸν σπλῆνα συνέφυσεν
16. αὐτὸ καὶ πάγκρεας ὀνομαζόμενον· ὡσαύτως δὲ καὶ
17. πρὸς τὴν εἰς τὸ λεπτὸν ἔντερον ἔκφυσιν, καὶ τὸ μεσεντέριόν
18. γε, καὶ τὸ κῶλον, καὶ τῆς γαστρὸς αὐτῆς πρὸς
1. τὰ σιμά. ἀλλ’ εἰ μὲν συνδεῖσθαι μόνον ἑκάστῳ τῶν εἰρημένων
2. ἡ φύσις ἠβουλήθη τὸ ἐπίπλοον, ἐξήρκει τὸ ὑμενῶδες
3. αὐτοῦ καταφῦσαι χωρὶς τῶν ἀγγείων· ἐπεὶ δ’ ἕτερόν τι μεῖζον
4. προὐνοεῖτο, τὴν διὰ τῶν ἀγγείων κοινωνίαν τοῖς εἰρημένοις
5. ὀργάνοις προπαρεσκεύασεν, ἧς τὴν χρείαν ἐξηγήσεται
6. προϊὼν ὁ λόγος ἐν τῷ προσήκοντι καιρῷ.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.11, ed. Kühn, 1822, vol. 3, p. 294-296. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩