7. Νυνὶ δ’ ἤδη καλῶς ἂν ἔχοι μεταβαίνειν
8. ἐπὶ τὸ ἧπαρ, εὐθύς τε κατ’ ἀρχὰς τοῦ λόγου τῶν ἐν τοῖς
9. ἑτέροις ἀποδεδειγμένων ὑπομνῆσαι· χρήσιμα γάρ ἐστιν, οὐκ
10. εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ πάσῃ τῇ μελλούσῃ περανθήσεσθαι
11. διεξόδῳ. χρῆναι γὰρ δή φαμεν ἐν τοῖς συνθέτοις
12. τοῦ σώματος μορίοις, τοῖς ἐνέργειάν τινα πεπιστευμένοις,
13. ἃ δὴ καὶ ὄργανα καλοῦμεν, ἐπισκοπεῖσθαί τι διὰ τῶν
14. ἀνατομῶν τοιοῦτο μόριον, οἷον μηδαμόθι τοῦ σώματός ἐστιν
15. ἑτέρωθι· καὶ τοῦτο μὲν τῆς ἰδίας κατὰ τὸ πᾶν ὄργανον
16. ἐνεργείας αἴτιον εἶναι νομίζειν· τὰ δ’ ἄλλα τῶν κοινῶν,
17. οἷον καὶ νῦν ἐπὶ τοῦ ἥπατος ὑποκείμεθα φλεβῶν ἀρχὴν
1. εἶναι, καὶ τὸ πρῶτον τῆς αἱματώσεως ὄργανον· ταῦτα γὰρ
2. ἡμῖν ἐν ἑτέροις ἀποδέδεικται· καὶ ζητητέον, ὅ τί ποτέ ἐστιν
3. αὐτὸ τοῦτο τὸ μόριον, ὃ τῶν φλεβῶν ἐστιν ἀρχὴ, καὶ τῆς
4. τοῦ αἵματος γενέσεως αἴτιον. οὔτε γὰρ τὰς ἀρτηρίας, οὔτε
5. τὰς φλέβας, οὔτε τὰ νεῦρα δυνατὸν αἰτιάσασθαι, (κοινὰ
6. γὰρ ταῦτα τοῦ παντὸς σώματος) ἀλλ’ οὐδὲ τὸν ὑμένα τὸν
7. ἔξωθεν τῷ σπλάγχνῳ περικείμενον, ὃν ἀπὸ τοῦ περιτοναίου
8. μικρῷ πρόσθεν ἔλεγον πεφυκέναι. καὶ μὴν εἰ μὴ ταῦτα,
9. λοιπὸν ἂν ἔτι τὰ τὴν χολὴν ὑποδεχόμενα μόρια, καὶ τὴν
10. οἷον σάρκα τοῦ ἥπατος ἐπισκεπτέον. ἢ γὰρ τὸ ἕτερον αὐτῶν,
11. ἢ ἀμφότερα τῆς ἐξαιρέτου κατὰ τὸ πᾶν ὄργανον ἐνεργείας
12. ἐστὶν αἴτια. τοὺς μὲν δὴ τὴν χολὴν περιέχοντας πόρους,
13. μὴ καὶ γελοῖον ᾖ, τὸ τῆς αἱματώσεως ὄργανον ὑπολαμβάνειν,
14. ἢ φλεβῶν ἀρχὴν εἶναι νομίζειν. ἀπό τε γὰρ
15. τῆς ἐπὶ τῷ ἥπατι κύστεως, τῆς χοληδόχου καλουμένης, οὗτοι
16. πεφύκασι, καὶ τὴν αὐτὴν ἐκείνῃ τοῦ σώματος ἐνδείκνυνται
17. φύσιν, καὶ χολὴν, οὐχ αἷμα, περιέχουσιν, καὶ οὐδὲ κατὰ τὸ
18. ἧπάρ εἰσι μόνον, ἀλλὰ καὶ ἔξω τοῦ ἥπατος, ὥσπερ ὅ τε
1. καθήκων εἰς τὸ ἔντερον, καὶ οἱ εἰς αὐτὴν τὴν κύστιν ἐμβάλλοντες,
2. οὖσαν οὐδ’ αὐτὴν δήπου μέρος τοῦ ἥπατος. ἐπὶ δέ
3. τινων ζώων οὐδ’ ὅλως ἐστὶ κύστις, ἀλλ’ οἱ πόροι μόνοι
4. οἷον τὴν χολὴν ἐξοχετεύουσι, καὶ ἐκ τοῦ ἥπατος, εἰς τὸ
5. λεπτὸν ἔντερον. ἀπολείπεται τοίνυν ἡ οἷον σὰρξ τοῦ ἥπατος,
6. ἥπερ δὴ καὶ ἴδιός ἐστιν οὐσία τοῦ σπλάγχνου, τό τε
7. πρῶτον εἶναι τῆς αἱματώσεως ὄργανον καὶ ἀρχὴν τῶν φλεβῶν.
8. καὶ μέντοι καὶ σαφῶς εἴ τις αὐτῆς κατασκέψαιτο τὴν
9. φύσιν, ἐγγυτάτω φανεῖται τοῦ αἵματος. εἰ γὰρ ἐννοήσεις
10. ὑπὸ θερμότητος ἐξατμιζόμενον αἷμα καὶ παχυνόμενον,
11. οὐδὲν ἄλλο εὑρήσεις γιγνόμενον, ἢ τὴν τοῦ ἥπατος
12. σάρκα. καὶ μὲν δὴ καὶ μαρτυρεῖται πρὸς τοῦ φαινομένου
13. τὸ πολλάκις ἡμῖν ἐν ἑτέροις ἀποδεδειγμένον, ὡς ἕκαστον
14. τῶν ἀλλοιούντων μορίων τὴν τροφὴν οἷον σκοπόν τινα ἔχει
15. καὶ τέλος, ἑαυτῷ συνεξομοιῶσαι τὸ ἀλλοιούμενον. εἰ δ’ ἐννοήσεις
16. τὸν ἐκ τῆς κοιλίας ἀναλαμβανόμενον χυλὸν, ἀλλοιούμενον
17. ὑπὸ τῆς σαρκὸς τοῦ ἥπατος, καὶ κατὰ βραχὺ μεθιστάμενον
1. εἰς τὴν ἐκείνου φύσιν, παχύτερος ἑαυτοῦ καὶ ἐρυθρότερος
2. ἐξ ἀνάγκης ἔσται, πρὶν ὁμοιωθῆναι τελέως ἐκείνῃ.
3. δέδεικται γὰρ καὶ τοῦθ’, ὡς οὐκ ἐνδέχεται τὰς ἐναντίας, ἢ
4. ὅλως τὰς πολὺ διαφερούσας ποιότητας δέξασθαί τι, μὴ διὰ
5. τῶν ἐν τῷ μεταξὺ πρότερον ὁδοιπορῆσαν. ὥστ’, εἴπερ τέλος
6. μέν ἐστι τῇ σαρκὶ τοῦ ἥπατος ὁμοιῶσαι τὴν τροφὴν ἑαυτῇ,
7. τοῦτο δ’ ἀθρόως οὐκ ἐνδέχεται γενέσθαι, τὸ μέσον ἀμφοῖν
8. ἔσται τὸ αἷμα, τοσούτῳ τῆς σαρκὸς τοῦ ἥπατος ἀπολειπόμενον,
9. ὅσῳ πλεονεκτεῖ τοῦ κατὰ τὴν γαστέρα πεπεμμένου χυμοῦ.
10. περὶ μὲν δὴ τούτων ἐπὶ πλέον ἐν ἑτέροις ἀποδέδεικται.
11. νυνὶ δ’ ἀρκεῖ καὶ τὰ τοσαῦτα πρός γε τὴν περὶ τῆς χρείας
12. τῶν μορίων διδασκαλίαν. ἡ μὲν γὰρ σὰρξ τοῦ ἥπατος, αὐτὸ
13. δὴ τὸ ἴδιον αὐτοῦ σῶμα, τὸ πρῶτον τῆς αἱματώσεως ὄργανόν
14. ἐστι καὶ ἀρχὴ τῶν φλεβῶν. διὸ καὶ ταῖς εἰς τὴν γαστέρα
15. καὶ σύμπαντα τὰ ἔντερα καθηκούσαις φλεψὶν ὑπάρχει
16. δύναμίς τις αἵματος ποιητικὴ, καθ’ ἣν καὶ πρὶν εἰς
17. ἧπαρ ἀφικέσθαι τὸν ἐκ τῶν σιτίων ἀναδιδόμενον χυμὸν αἱματοῦν
18. αὐτὸν αἱ φλέβες πεφύκασιν. οἱ δὲ ἀπὸ τῆς χοληδόχου
1. κύστεως πόροι, δῆλον ὡς τοῦ διακρίνεσθαι τὴν χολὴν
2. ἕνεκα γεγόνασιν. ὁ δὲ ἔξωθεν ὑμὴν οἷον δέρμα τι
3. τοῦ ἥπατός ἐστι. τὸ δ’ εἰς αὐτὸ ἐμφυόμενον νεῦρον, ἵνα
4. μὴ παντάπασιν ἀναίσθητον ᾖ τὸ σπλάγχνον, ὥσπερ γε καὶ
5. ἀρτηρία τοῦ φυλάττεσθαι τὴν συμμετρίαν αὐτῷ τῆς ἐμφύτου
6. θερμότητος, ὡς ἐν τῷ περὶ χρείας σφυγμῶν ἀποδέδεικται
7. γράμματι. ἆρ’ οὖν ἤδη πάντα τὰ μόρια τοῦ ἥπατος διεληλύθαμεν,
8. ἢ λείπεταί τι δεόμενον ἐξηγήσεως; μόριον
9. μὲν οὐδὲν ἔτι λείπεται. τὰ γὰρ σύμπαντα ταῦτά ἐστιν, ὅσα
10. περ εἴρηται, φλέβες καὶ ἀρτηρίαι, καὶ νεῦρα, καὶ ἡ ἴδιος
11. οὐσία τοῦ ἥπατος, καὶ τὰ τῆς χολῆς ἀγγεῖα, καὶ ὁ ἐπὶ
12. τούτοις ἅπασι χιτών.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.12, ed. Kühn, 1822, vol. 3, p. 296-300. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩