13. Ἀπολείπεται δὲ περί τε θέσεως αὐτῶν εἰπεῖν,
14. καὶ ἀριθμοῦ, καὶ μεγέθους, καὶ πλοκῆς, καὶ διαπλάσεως,
15. καὶ συμφύσεως, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας ξυμπάσης.
16. οὕτω γὰρ ἂν ἐναργῶς ἡ τέχνη δειχθείη τῆς φύσεως, εἰ μὴ
17. τὰς οὐσίας μόνον τῶν μορίων ἕνεκά του φαίνοιτο κατασκευάζειν,
18. ἀλλὰ καὶ τὰ συμβεβηκότα δρᾷν ταύταις ὁμοίως.
1. εὐθὺς γὰρ, εἰ μὴ μάθοις, τί δή ποτε μίαν οὐκ εἰργάσατο
2. μεγάλην κοιλίαν ἐν τῷ ἥπατι τοιαύτην, οἵας περ ἐν τῇ
3. καρδίᾳ τὰς δύο, θαυμαστήν τινα πρόνοιαν ἀγνοήσεις αὐτῆς.
4. οὕτω δὲ καὶ διὰ τί μὲν εἰς τὸν χιτῶνα τοῦ ἥπατος ἐνέφυ
5. τὸ νεῦρον, εἴσω δὲ οὐκέτι προῆλθεν ἐναργῶς, ἡ δ’ ἀρτηρία
6. συγκατασχίζεται σαφῶς ταῖς φλεψὶν ἄχρι παντός. καὶ διὰ
7. τί κατὰ μὲν τὰ σιμὰ μέρη τοῦ ἥπατος πρὸς τὰς πύλας
8. αὐτοῦ φλέβες ἅμα ταῖς ἀρτηρίαις ἐτάχθησαν ἁπασῶν πρῶται,
9. δεύτεροι δ’ ἐπ’ αὐταῖς οἱ χοληδόχοι πόροι, καὶ πασῶν ὕσταται
10. αἱ κατὰ τὰ κυρτὰ τοῦ ἥπατος αἱ τῇ κοίλῃ συνεχεῖς
11. φλέβες. καὶ διὰ τί μὲν παντάπασι μικρὰ ἡ ἀρτηρία, μικρότερον
12. δ’ αὐτῆς ἐστι τὸ νεῦρον, μείζους δ’ ἀμφοῖν
13. οἱ χοληδόχοι πόροι, καὶ μέγισται πασῶν αἱ φλέβες. ἀλλὰ
14. καὶ διὰ τί ταῖς ἐν τοῖς σιμοῖς φλεψὶν αἱ ἐν τοῖς κυρτοῖς οὐ
15. συνάπτονται. καὶ διὰ τί λεπτόταται τοῖς χιτῶσιν αἱ κατὰ
16. τὸ ἧπαρ ἅπασαι φλέβες εἰσί· καὶ διὰ τί ταῖς φρεσὶ συνέφυ
17. τὸ ἧπαρ· καὶ διὰ τί κατὰ τὴν κοίλην φλέβα· καὶ περὶ τῆς
1. πρὸς τὰ παρακείμενα πάντα κοινωνίας αὐτοῦ. ταῦτ’ εἰ μὴ
2. μάθοις σύμπαντα, ἐγὼ μὲν οὐδ’ ἄν σέ τι γιγνώσκειν χρηστὸν
3. εἴποιμι περὶ χρείας μορίων, ἀλλ’ ἄμεινον εἶναί σοι,
4. μηδ’ ἧφθαι τὴν ἀρχὴν, ἢ ἐλλιπῶς μεταχειρίσασθαι τὸν
5. λόγον, ὁμοίως τοῖς πολλοῖς, ὧν τοῖς μὲν ἀπέχρησεν ὑπὲρ
6. ἑκάστου μορίου τῆς γενέσεως εἰπεῖν μόνης, οὐκέτι δὲ καὶ
7. θέσιν αὐτοῦ, καὶ μέγεθος, καὶ πλοκὴν, καὶ διάπλασιν,
8. καὶ τἄλλα, ὅσα τοιαῦτα, διασκέψασθαι. τοῖς δὲ οὐ περὶ
9. τούτων ἁπάντων εἰπεῖν ἐπῆλθε, καὶ ἔνιοι αὐτῶν τὰ μείζω
10. τε καὶ πλείω παρέλιπον. καίτοι θαυμάζειν ἀμφοτέρων δίκαιον.
11. εἰ μὲν γὰρ ἄμεινον ἐπίστασθαι τὰς χρείας τῶν μορίων,
12. οὐκ οἶδ’ ὅπως οὐχ ἁπάντων ἄμεινον. εἰ δὲ περίεργόν
13. τε καὶ μάταιον, οὐκ οἶδα δ’ αὖ πάλιν, ὅπως οὐχὶ καὶ
14. τὸ ὀλίγον τις ἐκ περιττοῦ μνημονεύσειεν. ῥᾷστον γὰρ εἰπεῖν,
15. ὡς καὶ νῦν δὴ λέλεκται, τὰς μὲν ἐν τοῖς σιμοῖς τοῦ
16. ἥπατος φλέβας ἀναφέρειν ἐκ τῶν κατὰ τὴν γαστέρα μορίων
17. τὴν τροφὴν, τὰς δ’ ἐν τοῖς κυρτοῖς μεταλαμβάνειν, τοὺς
1. δ’ ἀπὸ τῆς κύστεως πόρους ἐκκαθαίρειν τὸ περίττωμα,
2. τὸ δὲ νεῦρον αἰσθήσεως χορηγὸν, τὰς δ’ ἀρτηρίας τὴν
3. συμμετρίαν τῷ παντὶ σπλάγχνῳ φυλάττειν τῆς ἐμφύτου θερμασίας,
4. τὸν δὲ χιτῶνα σκέπασμα καὶ ἀμφίεσμα περιβεβλῆσθαι,
5. καὶ αὐτὸ δὴ τοῦτο χιτῶνα, τὴν δὲ σάρκα τοῦ ἥπατος
6. τὴν ἀρχὴν εἶναι τῶν φλεβῶν καὶ τὸ πρῶτον τῆς αἱματώσεως
7. ὄργανον. ἀλλ’ εἰ μὴ προστεθείη τῶν ἄλλων ἕκαστον,
8. ἃ δὴ νῦν προὔτεινα, πλέον ἂν ἀγνοοῖτο τῆς χρείας
9. τῶν ἐν ἥπατι μορίων ἢ γινώσκοιτο. τί δήποτε γὰρ, ἵν’ ἀπὸ
10. τοῦ πρώτου τῶν προβληθέντων ἀρξώμεθα, τὰς πολλὰς
11. φλέβας ἐκείνας, τὰς ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων
12. ἁπάντων ἀναφερούσας τὴν τροφὴν, εἰς τὸ ἧπαρ ἑνώσασα
13. κατὰ τὰς πύλας ἡ φύσις, αὖθις εἰς παμπόλλας κατέτεμεν;
14. ἥνωσε μὲν γὰρ αὐτὰς, ὡς μιᾶς δεομένη, ἔσχισε δ’ εὐθὺς,
15. ὡς μάτην ἑνώσασα, ἐνόν γε αὐτῇ, μίαν ἐργασαμένῃ μεγάλην
16. ἐν τῷ σπλάγχνῳ κοιλίαν αἱματικὴν, ἐμφῦσαι ταύτῃ,
17. κάτωθεν μὲν τὴν ἀναφέρουσαν τὸ αἷμα φλέβα τὴν ἐκ τῶν
18. πυλῶν, ἄνωθεν δὲ τὴν διαδεξομένην τε καὶ παντὶ τῷ
1. σώματι διακομίσουσαν. τὰ μὲν οὖν ὑπὸ Ἐρασιστράτου λεγόμενα
2. διακρίσεως ἕνεκα τῆς ξανθῆς χολῆς ἐνδείκνυται τὴν
3. σχίσιν τῶν ἐν ἥπατι φλεβῶν γεγονέναι. φανείη δ’ ἂν, εἴ τις
4. ἀκριβέστερον αὐτὰ διασκέπτοιτο, κακῶς εἰρημένα, δυναμένης
5. γε τῆς φύσεως, καὶ χωρὶς τοσαύτης τε καὶ τοιαύτης
6. πλοκῆς, διακρίνειν τὰ περιττώματα, καθότι σαφῶς ἐπὶ τῶν
7. νεφρῶν ἐνεδείξατο. πάμπολλοι γοῦν τῶν κωθωνιζομένων
8. ἀμφορέας ὅλους ἐκπίνοντες, ἀνάλογόν τε τῷ πλήθει τοῦ
9. πόματος οὐροῦντες, οὐκ ἐμποδίζονται περὶ τὴν διάκρισιν,
10. ἀλλ’ ἑτοιμότατα καὶ ῥᾷστα τὸ παραγενόμενον εἰς τὴν κοίλην
11. αἷμα καθαίρεται πρὸς τῶν νεφρῶν ἅπαν, οὐδὲ ψαυόντων
12. τῆς φλεβός. καὶ θαυμάζειν ἄξιον Ἐρασιστράτου, πῶς
13. μὲν ἡ ξανθὴ χολὴ διακρίνεται τοῦ αἵματος, ἐπὶ πλεῖστον
14. ἡμῖν διαλεχθέντος, πῶς δὲ τὸ οὖρον, οὐδ’ ὅλως ἐπισκεψαμένου,
15. ἐχρῆν γὰρ ἢ περὶ μηδετέρου μηδὲν εἰπεῖν, ἢ ἀμφοτέρων
16. ὁμοίως μνημονεῦσαι. ἀλλὰ καὶ περὶ τούτων καὶ τῶν
17. ἄλλων ἁπασῶν δυνάμεων τῶν φυσικῶν ἰδίᾳ γέγραπται,
1. καὶ δέδεικται τῶν μορίων ἑκάστῳ τοῦ σώματος ἑλκτικὴ
2. ποιότητος οἰκείας ὑπάρχειν δύναμις· καὶ οὕτω μὲν οἱ χοληδόχοι
3. πόροι τὴν χολὴν, οὕτω δὲ καὶ οἱ νεφροὶ τὸ οὖρον
4. ἐπισπῶνται. οὔκουν διακρίσεως ἕνεκεν ἡ φύσις ἐποίησε τὴν
5. τοσαύτην πλοκὴν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἀλλ’ ὑπὲρ
6. τοῦ χρονίζουσαν ἐν τῷ σπλάγχνῳ τὴν τροφὴν αἱματοῦσθαι
7. τελέως. εἰ γὰρ, ὡς ἐπὶ τῆς καρδίας, μίαν εἰργάσατο μεγάλην
8. κοιλίαν, οἷον δεξαμενήν τινα, κᾄπειτ’ εἰς αὐτὴν διὰ
9. μιᾶς μὲν φλεβὸς εἰσῆγε τὸ αἷμα, δι’ ἑτέρας δ’ ἐξῆγεν,
10. οὐκ ἂν ἀκαρῆ χρόνον κατὰ τὸ ἧπαρ ἔμενεν ὁ ἐκ τῆς γαστρὸς
11. ἀναφερόμενος χυμὸς, ἀλλὰ διεξήρχετ’ ἂν ἑτοίμως δι’
12. ὅλου τοῦ σπλάγχνου τῇ τῆς ἀναδόσεως ῥύμῃ φερόμενος.
13. ἕνεκα δὲ τοῦ μένειν ἐπὶ πλέον καὶ ἀλλοιοῦσθαι τὴν τροφὴν
14. τελέως αἱ τῶν διεξόδων στενότητες ἐγένοντο, ὥσπερ ἐπὶ
15. μὲν τῆς γαστρὸς ὁ πυλωρὸς, ἐπὶ δὲ τῶν ἐντέρων αἱ ἕλικες.
16. οὕτω δὲ καὶ οἱ πρὸ τῶν ὄρχεων ἑλιττόμεναι πολυειδῶς ἀρτηρίαι
17. καὶ φλέβες ἐγένοντο, καὶ τὸ κατὰ τὴν κεφαλὴν ὑπό
18. τῇ σκληρᾷ μήνιγγι πλέγμα τῶν ἀρτηριῶν, τὸ δικτυοειδὲς
1. ὀνομαζόμενον. ἔνθα γὰρ ἂν ἐπὶ πλέον ἐθέλῃ μένειν ἡ φύσις
2. τὰς ὕλας, ἐνταῦθα δύσπορον αὐταῖς ἀπεργάζεται τὸ
3. πρόσω. γενομένης δὲ μιᾶς μεγάλης κοιλίας, οὔτ’ ἐπὶ πλέον
4. ἂν ἔμενε τῷ ἥπατι τὸ αἷμα, καὶ μέρος ἐλάχιστον αὐτοῦ τῆς
5. σαρκὸς ἔψαυσεν ἂν τοῦ σπλάγχνου, ὥστε καὶ κατὰ τοῦτο
6. χείρονα γίνεσθαι τὴν αἱμάτωσιν· εἰ γὰρ δὴ τὸ ἴδιον σῶμα
7. τοῦ ἥπατος τὸ πρῶτόν ἐστι τῆς αἱματώσεως ὄργανον, ἡ
8. μᾶλλον ὁμιλήσασα τούτῳ τροφὴ θᾶττόν τε καὶ βέλτιον
9. ἔμελλε δέξασθαι τὸ εἶδος τοῦ αἵματος. ταῦτ’ ἄρα καὶ αὐτὰς
10. τὰς φλέβας τὰς κατὰ τὸ ἧπαρ ἁπασῶν ἰσχνοτάτας τῶν
11. καθ’ ὅλον τὸ σῶμα φλεβῶν ἐδημιούργησεν. ἐκείνας μὲν γὰρ,
12. ὡς ἂν μήτε γειτνιώσας τῇ τῆς αἱματώσεως ἀρχῇ καὶ δυσπαθείας
13. δεομένας, εὐλόγως ἰσχυρὰς ἀπειργάσατο· καὶ τούτου
14. τεκμήριον οὐ σμικρότατόν ἐστι τὸ τὰς μὲν μᾶλλον, τὰς
15. δ’ ἧττον γενέσθαι παχείας, ἀνάλογον τῇ χρείᾳ τῆς δυσπαθείας,
16. ὡς προϊόντος τοῦ λόγου δειχθήσεται· τὰς δὲ κατὰ
17. τὸ ἧπαρ ἰσχνοτάτας, ὡς ἂν μήτε παθεῖν τι κινδυνευσούσας,
1. (ἡδρασμέναι γὰρ ἀκριβῶς εἰσιν ἐν τῷ σπλάγχνῳ) καὶ κάλλιον
2. ἂν οὕτω τὴν αἱμάτωσιν ἐργασομένας. ὅτι δὲ βέλτιον ἦν
3. ἐπὶ ταῖς ἀναφερούσαις τὴν ἐκ τῆς κοιλίας τροφὴν φλεψὶ,
4. προτέρους τῶν διαδεξαμένων φλεβῶν τοὺς ἕλκοντας τὴν ξανθὴν
5. χολὴν τετάχθαι πόρους, ἐμοὶ μὲν καὶ τοῦτο πρόδηλον
6. δοκεῖ εἶναι· κεκαθαρμένον γὰρ ἤδη καλῶς τὸ αἷμα
7. τῇ τῶν ἀγγείων τούτων ἐπικαίρῳ θέσει διαδέχοιτ’ ἂν ἡ
8. κοίλη φλέψ. διὰ δὲ ταῦτα καὶ τὴν τῶν ἀρτηριῶν θέσιν
9. ἐπαινεῖν χρή· οὐ γὰρ μέσας αὐτὰς ἔταξε τῶν ἄνωθεν καὶ
10. τῶν κάτωθεν φλεβῶν, ἵνα μὴ ἀμφοτέρας ὁμοίως διαψύχωσιν,
11. ἀλλὰ ταῖς ἐν τοῖς σιμοῖς ὑπέτεινε μόναις, ἐπισταμένη
12. τοῖς κυρτοῖς τοῦ ἥπατος ἐνδελεχῆ κίνησιν ὑπάρχουσαν ἐκ
13. τῆς τῶν φρενῶν γειτνιάσεως. εὐλόγως δὲ καὶ μικραὶ πάνυ
14. γεγόνασιν, ὡς ἂν εἰς ἔμψυξιν μόνον ὑπηρετοῦσαι τῷ σιμῷ
15. τοῦ σπλάγχνου, μήτε δ’ αἵματος δεόμεναι μεταλαμβάνειν,
16. (οὐδέπω γὰρ ἀποτέθειται τὰ περιττώματα,) μήτε τὸ ζωτικὸν
17. πνεῦμα πολὺ παρέχειν τῷ ἥπατι, καθάπερ ἄλλοις τισὶν ὀργάνοις,
18. ἀλλ’ οὐδὲ τρέφειν αὐτοῦ τὴν σάρκα λεπτῇ καὶ
1. ἀτμώδει τροφῇ. λεχθήσεται δὲ περὶ τούτου σαφέστερον
2. ἐφεξῆς. ἐλαχίστου δὲ νεύρου μετέδωκεν ἡ φύσις τῷ ἥπατι,
3. ὡς ἂν μήτ’ εἰς κίνησίν τινα τῷ ζώῳ, μήτ’ εἰς αἴσθησιν
4. προπαρασκευάζουσα· τοιαύτης γάρ ἐστιν ἀρχὴ δυνάμεως,
5. καὶ τοιαύτας ἐνεργείας αὐτό τε καὶ αἱ ἀπ’ αὐτοῦ
6. φλέβες ἐπιστεύθησαν, οἶαι κᾀν τοῖς φυτοῖς εἰσι. δέδεικται
7. δὲ καὶ περὶ τούτων ἐπιπλέον ἑτέρωθι, καὶ χρὴ μεμνῆσθαι
8. τῶν κατ’ ἀρχὰς εὐθὺς εἰρημένων τε καὶ ἀποδεδειγμένων, ὡς
9. οὔτ’ ἐνδέχεται καλῶς εὑρεῖν χρείαν οὐδεμίαν οὐδενὸς μορίου,
10. πρὶν τοῦ παντὸς ὀργάνου γνῶναι τὴν ἐνέργειαν, οὔτ’ ἐροῦμέν
11. τι νῦν εἰς ἀπόδειξιν ἐνεργείας οὐδεμιᾶς, ἀλλὰ τῶν ἀποδεδειγμένων
12. μόνον ἀναμνήσαντες, οὕτως ἑκάστοτε τὸν περὶ
13. τῶν χρειῶν λόγον αὐτοῖς ὑποτάξομεν. οὔκουν ἔτ’ ἀπορήσεις
14. περὶ τῆς τοῦ νεύρου μικρότητος, εἰ μνημονεύεις τῶν ἀποδεδειγμένων,
15. ἀλλὰ μᾶλλον ἴσως ζητήσεις, ἕνεκα τίνος ὅλως
16. μετέδωκεν ἡ φύσις τῷ ἥπατι τοῦ σμικροῦ τούτου νεύρου.
17. ὅσον γὰρ ἐπὶ τῷ τῆς θρεπτικῆς φύσεως ἀρχὴν εἶναι τὸ
1. σπλάγχνον, οἵα κᾀν τοῖς φυτοῖς ἐστιν, οὐδ’ ὅλως φαίνεται
2. νεύρου δεόμενον. εἴτε δὲ φύσιν, εἴτε θρεπτικὴν ψυχὴν ὀνομάζειν
3. χρὴ, παρίημι ζητεῖν τοῖς ἐν ὀνόμασιν μόνον δεινοῖς,
4. καὶ κατατρίβουσιν ὅλον εἰς τοῦτο τὸν ἑαυτῶν βίον, ὥσπερ
5. οὐ χρησιμώτερα πάμπολλα ζητεῖν ἔχοντες, οὐχ ἱκανῶς τοῦ
6. πράγματος δι’ ἑκατέρας δηλουμένου τῆς λέξεως. ἀλλὰ τοῦτο
7. μὲν ἐν ὅλῳ χρὴ φυλάττειν τῷ λόγῳ, τῆς Πλατωνικῆς παραινέσεως
8. ἀεὶ μεμνημένους, ὡς, ἂν παραμελῶμεν ὀνομάτων,
9. πλουσιώτεροι φρονήσεως εἰς τὸ γῆρας ἀφιξόμεθα. τὸ δὲ
10. ἧπαρ ὅτι μὲν ἀρχὴ τῆς τοιαύτης ἐστὶ δυνάμεως, οἵα καὶ
11. τὰ φυτὰ διοικεῖ, δέδεικται δι’ ἑτέρων· ἀλλὰ καὶ ὡς συνῆφθαι
12. ἐχρῆν αὐτὸ ταῖς ἄλλαις δύο, καὶ μὴ παντάπασιν ἀπεσχίσθαι,
13. καθάπερ οὐδ’ ἀλλήλων ἐκεῖναι. τὸ μὲν γὰρ οἷόν
14. τι θρέμμα ἄγριόν ἐστιν, ᾗ φησιν ὁ Πλάτων, τρέφειν δὲ
15. ξυνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλει ποτὲ θνητὸν ἔσεσθαι
16. γένος· τὸ δὲ λογιζόμενον, ὅ ἐστιν ἄνθρωπος, ἐν ἐγκεφάλῳ
17. καθιδρυμένον, ὑπηρέτην τέ τινα καὶ βοηθὸν ἔχον τὸν θυμὸν,
1. ἐπίκουρον ἑαυτοῦ κατὰ τοῦδε τοῦ θρέμματος· ὅθεν
2. αὐτὰ διὰ τῶν ἀποφύσεων ὁ δημιουργὸς ἡμῶν συνάψας ἐπαΐειν
3. ἀλλήλων ἐτεχνήσατο. ἀλλ’ οὗτοι μὲν μείζονές τε καὶ θειότεροι
4. λόγοι, κᾀν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος
5. δογμάτων ἐπιπλέον αὐτοὺς διέξιμεν. εἰς δὲ τὰ παρόντα,
6. κᾂν εἰ οὕτως λέγοις, ὡς ὀλίγῳ πρόσθεν εἶπον, ἵνα μὲν ἡ
7. συμμετρία τῆς θερμασίας φυλάττοιτο τῷ σπλάγχνῳ, τὰς
8. ἀρτηρίας ἀπὸ καρδίας εἰς αὐτὸ παραγενέσθαι, τοῦ δὲ μὴ
9. παντάπασιν ἀναίσθητον μεῖναι, τὸ νεῦρον ἐμφῦναι τῷ περιέχοντι
10. χιτῶνι, πιθανώτερός τ’ ἂν εἴης καὶ σαφέστερος
11. τοῖς πολλοῖς. εἰ γὰρ μήτε φλεγμονῆς ἐμέλλησεν αὐτὸ, μήτ’
12. ἐμπυήματος, μήτε ἄλλου τινὸς πάθους ἕξειν αἴσθησιν,
13. οὐδὲν ἂν οὕτω γε διήνεγκε φυτοῦ· καὶ διὰ τοῦτό γε ἀμυδρῶς
14. αἰσθάνεται πάντων τῶν τοιούτων παθημάτων, οὐχ
15. ὥσπερ ἕτερα μόρια τοῦ σώματος ἐναργῶς, ὅτι τὸ νεῦρον
16. σμικρὸν ὂν, εἰς τὸν περιέχοντα χιτῶνα διανεμηθὲν, ἢ οὐδ’
17. ὅλως εἰς τὸ σπλάγχνον ἐνέφυ, ἢ οὐκ εἰς ὅλον γε διέφυ.
18. δέδεικται δὲ καὶ τοῦθ’ ἡμῖν, ὡς εἰς τὰ συνεχῆ μόρια μέχρι
1. τινὸς αἱ δυνάμεις διαδίδονται. καὶ διὰ τοῦτο περιττὸν ἦν
2. εἰς ὅλον διανέμεσθαι τὸ σπλάγχνον τὸ νεῦρον· τὴν μὲν
3. γὰρ ἀμυδρὰν αἴσθησιν αὐτῷ καὶ κατὰ διάδοσιν ἔμελλε
4. παρέξειν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.13, ed. Kühn, 1822, vol. 3, p. 300-311. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩