Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 4.14, ed. Kühn, 1822, vol. 3, p. 311-315. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.14

5. Ἅπαντα μὲν οὖν ἤδη καλῶς ἔχει τῷ ἥπατι·
6. μόνης δ’ ἔτι δεῖται τῷ λόγῳ τῆς ἀσφαλοῦς θέσεως, ἣν ἐν
7. ἔργῳ πάλαι ποτὲ ἡ φύσις αὐτῷ προὐνοήσατο. τῇ μὲν δὴ
8. γαστρὶ καὶ τοῖς ἐντέροις ἅπασι διά τε τῶν φλεβῶν
9. καὶ τοῦ συνδοῦντος αὐτὰ χιτῶνος συνῆπτο, δυσαπόσπαστον
10. δ’ ἦν αὐτῆς διά τε τὸ σχῆμα καὶ τοὺς λοβούς. ἀλλ’ οὐκ
11. ἤρκει ταῦτα. πανταχόθεν οὖν δεσμοῖς αὐτό τισιν ἡ φύσις
12. ἑρματίζουσα τοῖς παρακειμένοις σώμασιν ἐνέφυσεν, ἑνὶ μὲν
13. καὶ μεγίστῳ τῷ σκέπειν αὐτὰ μέλλοντι χιτῶνι, τὴν γένεσιν
14. ἐκ τοῦ περιτοναίου λαβόντι, ὥστε διὰ τούτου πᾶσιν ἔμελλε
15. τοῖς ἐντὸς συναφθήσεσθαι· πᾶσι γὰρ ὁ χιτὼν οὗτος ἐπεκτείνεται.
16. μεγάλῳ δ’ ἄλλῳ δεσμῷ συνῆπται ταῖς φρεσὶ, καὶ
17. τισιν ἄλλοις ὑμενώδεσί τε καὶ σμικροῖς ταῖς νόθαις πλευραῖς.
18. ὁ δὲ δὴ πρὸς τὰς φρένας αὐτὸ συνάπτειν εἰρημένος
1. δεσμός ἐστι μὲν καὶ αὐτὸς, οἷόν περ καὶ τὸ περιτόναιον
2. κατὰ τὴν οὐσίαν τοῦ σώματος. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν
3. ἔκ τε τοῦ περιέχοντος ἔχει τὸ ἧπαρ χιτῶνος καὶ τοῦ τὰς
4. φρένας ὑποζωννύντος κάτωθεν, οὓς ἀμφοτέρους ἀποβλαστάνειν
5. ἔφαμεν τοῦ περιτοναίου. τὸ δὲ πάχος αὐτοῦ, ῥώμη τε
6. καὶ δυσπάθεια πάμπολυ παραλλάττει τοῦ περιτοναίου· δεόντως.
7. εἰ γὰρ ὀρθοὶ σταίημεν, ἐκ τῶν φρενῶν ἀνάγκη κρεμασθῆναι
8. τῷ ἥπατι. κίνδυνος οὖν ἦν οὐ σμικρὸς, ἀποῤῥαγῆναι
9. ῥᾳδίως αὐτὸ κατὰ τὰς σφοδροτέρας κινήσεις, καὶ
10. τεθνάναι τὸ ζῶον αὐτίκα δὴ μάλα· συνάπτεται γὰρ οὐ
11. ταῖς φρεσὶ μόναις ἐνταυθοῖ τὸ ἧπαρ, ἀλλὰ καὶ τῇ καρδίᾳ
12. διὰ τῶν φρενῶν. ἡ γὰρ κοίλη φλὲψ ἐκείνη, περὶ ἧς ἤδη
13. διειλέχθην, παντὶ τῷ σώματι διανέμουσα τὸ αἷμα, πάντως
14. μὲν ἐδεῖτο καὶ πρὸς τὴν καρδίαν ἀνιέναι, δι’ ἑτέρου δὲ οὐκ
15. ἦν ἄμεινον ἀγαγεῖν αὐτὴν χωρίου, μέλλουσαν τὰς φρένας
16. ἐξ ἀνάγκης διέρχεσθαι, μέσας κειμένας τῶν σπλάγχνων ἀμφοτέρων.
17. οὔκουν ἑτέρους μὲν δεσμοὺς τῇ φλεβὶ παρασκευάζειν,
1. ἑτέρους δὲ τῷ σπλάγχνῳ καλῶς εἶχεν. ἀλλὰ σκληρὸν
2. ἕνα καὶ παχὺν, ἀμφίεσμά τε ἅμα τῆς κοίλης φλεβὸς καὶ
3. κοινὸν σύνδεσμον πρὸς τὸ διάφραγμα, τῇ τε φλεβὶ καὶ
4. παντὶ τῷ σπλάγχνῳ ποιήσασθαι βέλτιον ἦν. ἐπίκαιρον οὖν
5. ἱκανῶς ἔμελλεν ἔσεσθαι τουτὶ τὸ χωρίον, καὶ ἡ βλάβη τῆς
6. ἐνθάδε φλεβὸς ἁπάσαις διαφέρειν ταῖς κατὰ τὸ ζῶον
7. φλεψίν, ὡς εἰ καὶ πρέμνον ποτὲ δένδρου πάθοι. τρωθείσης
8. γὰρ τῆσδε τῆς φλεβὸς, ἢ ἀποσπασθείσης, οὕτως ὀξὺς ἕπεται
9. θάνατος, ὥστε, καίτοι πολλαπλασίῳ τὸ μέγεθος ὄντι τῷ
10. Κύκλωπι, τὸν σοφώτατον Ὀδυσσέα γράφων ὁ ποιητὴς, ἐπιχειροῦντά
11. τε καὶ σφάττειν διανοούμενον, οὐκ εἰς ἄλλο τι
12. μέρος τοῦ σώματος ὠθεῖν μέλλοντα τὸ ξίφος ἐποίησεν, ἀλλ’
13. ἵνα τε φρένες ἧπαρ ἔχουσι· κᾂν ἔπραξε, φησὶν, οὕτως, εἴ
14. περ ἤλπισεν, ἀποθανόντος αὐτοῦ, καὶ χερσὶν ἀπώσασθαι
15. λίθον ὄμβριμον, ὃν προσέθηκεν. οὕτως ἄρα πάνυ σφόδρα
16. τῷ χωρίῳ τούτῳ κατεπίστευσεν, ὡς οὐδ’ ἐπ’ ὀλίγον χρόνον,
17. εἰ τρωθείη, ζῇν ἐπιτρέψοντι. τοῦ δὲ δὴ δεσμοῦ τοῦ μεγάλου
18. καὶ σκληροῦ, τοῦ τὴν κοίλην φλέβα περιέχοντος,
1. ἐν μὲν τοῖς ὀπίσω μέρεσι τὸ λεπτότατον, ἐν δὲ τοῖς πρόσω
2. τὸ παχύτατον ἡ φύσις ἐπέθηκεν, ὑπὲρ τοῦ μὴ μόνον ἀπείργειν
3. τὴν ἐξ αὐτῶν τοῖς ζώοις ἐσομένην εὐπάθειαν, ἀλλὰ
4. καὶ τὴν ἀπὸ τῶν ἔξωθεν. ὅσα μὲν γὰρ ἢ τρεχόντων ἢ
5. πηδώντων αὐτῶν σφοδρῶς ἡ φλέψ ἔμελλε πείσεσθαι μὴ
6. καλῶς συνδεθεῖσα, ταῦτα μὲν ἐξ αὐτῶν τοῖς ζώοις ὁρμᾶται
7. τὰ παθήματα, τὰ δ’ ἄλλα ἀπὸ τῶν προσπιπτόντων, ὅσα
8. θλᾷν ἢ τιτρώσκειν πέφυκεν, ἔξωθεν ἐπέρχεται. καὶ τοίνυν,
9. τῇ τούτων ἐφόδῳ πλεονεκτούντων εἰς εὐπάθειαν τῶν πρόσω
10. τῆς κοιλίας, οὐκ ἴσον ἐχρῆν εἶναι τοῦ σκεπάσματος αὐτῆς
11. τὸ πάχος, ἀλλ’ ἐν τοῖς ἑτοιμοτέροις πάθεσιν εὐρωστότερον
12. γενέσθαι δίκαιον ἦν. ἐπεὶ δ’ αἱ φρένες οὐ τοῦτο
13. μόνον ἦσαν, ὡς Πλάτων αὐτάς φησι, διάφραγμα τῶν ἄνω
14. σπλάγχνων πρὸς τὰ κάτω, ἀλλ’, ὡς ἐν ἑτέροις ἐδείξαμεν, οὐ
15. τὸ φαυλότατον ὄργανον ὑπάρχουσι τῆς ἀναπνοῆς, οὐκ ἐχρῆν
16. αὐτὰς στενοχωρεῖσθαι καὶ θλίβεσθαι, καί ποτε καὶ τῆς
17. ἐπιπλέον κωλύεσθαι κινήσεως οὐδὲ πρὸς ἑνὸς τῶν κάτω
18. μορίων. ταῦτα δὴ προορώμενος ὁ δημιουργὸς, εἰς ὅσον
1. οἷόν τ’ ἦν, ἑκάτερον τῶν γειτνιώντων ὀργάνων ἐπὶ πλεῖστον
2. ἀπήγαγεν, οὔτε τῆς γαστρὸς τὸ κύτος εὐθὺς συνάψας τῷ
3. στομάχῳ κατὰ τὸ ἐξελθεῖν τὰς φρένας, ἀλλ’ οἷον ἐξ
4. ἰσθμοῦ τινος ἐπιμήκους καὶ στενοῦ τὸν διαδεχόμενον αὐλῶνα,
5. κατὰ σμικρὸν ἀνευρυνόμενον ἐργασάμενος τὸ καλούμενον
6. στόμα τῆς γαστρὸς, οὔτε τοῦ ἥπατος ἅπαν τὸ κυρτὸν
7. ἐνθεὶς ταῖς φρεσὶν, ἀλλ’ ἐπὶ πλεῖστον ὑψώσας τε καὶ κυρτώσας
8. καὶ ἀνατείνας τὸ κατὰ τὴν κοίλην φλέβα, καὶ τούτῳ
9. μόνῳ ψαύειν ἀλλήλων ἐργασάμενος τὰ μόρια. περὶ μὲν
10. οὖν τῶν ἐν ἥπατι τοσαύτη τε καὶ τοιαύτη τέχνη.

Cliquer un n° de page pour en afficher l’image