Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 4.16, ed. Kühn, 1822, vol. 3, p. 322-323. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.16

1. Ἔστραπται δ’ αὐτοῦ τὰ μὲν σιμὰ πρὸς
2. τὸ ἧπάρ τε καὶ τὴν γαστέρα, τὰ δ’ αὖ κυρτὰ δῆλον ὡς ἀντίκειται
3. τοῖς σιμοῖς. καὶ τὰ μὲν σιμὰ τάς τε τῶν φλεβῶν
4. καὶ τὰς τῶν ἀρτηριῶν ἐμφύσεις ἔχει καὶ τὴν πρὸς τὸ ἐπίπλοον
5. διάφυσιν. τοῖς κυρτοῖς δὲ, πρός τε τὰς νόθας
6. πλευρὰς καὶ τὰς λαγόνας ἀποχωροῦσιν, οὐδὲν ἀγγεῖον ἐμπέφυκεν,
7. ἀλλά τινες ἰνώδεις διαφύσεις ἐνταῦθα συνδοῦσιν
8. αὐτὸ τοῖς περικειμένοις, οὔτε τὸ μέγεθος οὔτε τὸ πλῆθος
9. ἴσον ἐν ἅπασιν ἔχουσι τοῖς ζώοις, ἀλλὰ καὶ κατ’ εἶδος ἐν
10. αὐτοῖς ἐστί τις διαφορὰ, καὶ καθ’ ἕκαστον ζῶον ὡσαύτως,
11. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκα γεγόνασιν, ἢ, ὥσπερ εἴρηται,
12. τοῦ συνδεῖν. ὅθεν καὶ πλείους, καὶ ἐλάττους, καὶ ἰσχυρότεροι,
13. καὶ ἀσθενέστεροι, καὶ κατάλληλον τόπον γεγόνασιν,
14. οὐχ οἱ τοῦ σπληνὸς μόνον, ἀλλὰ καὶ οἱ τοῦ ἥπατος δεσμοί.
15. ὁ μέντοι χιτὼν ὁ περιέχων αὐτὸν οὐ σύνδεσμος μόνον ἐστὶ,
16. ἀλλὰ καὶ χιτὼν, ὥσπερ ὀνομάζεται, σκέπων καὶ ἀμφιεννὺς ἐκ
17. παντὸς μέρους τὸ σπλάγχνον. ἡ δ’ ἀρχὴ καὶ τούτου τῆς
1. γενέσεως ἐκ τοῦ περιτοναίου, καθάπερ καὶ πρόσθεν εἴρηται.
2. καὶ μέν γε καὶ ὡς παχύτατον ἐχρῆν εἶναι τὸ τῆς γαστρὸς
3. σκέπασμα τῶν ἄλλων ἁπάντων, ἔμπροσθεν εἴρηται. τὰ μὲν
4. δὴ κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ καὶ τὸ ἐπίπλοόν τε
5. καὶ σπλῆνα μόρια τὸν εἰρημένον κεκόσμηται τρόπον.

Cliquer un n° de page pour en afficher l’image