6. Ἑξῆς δὲ περὶ τῶν ἐντέρων λεκτέον.
7. πέπτεται μὲν οὖν ἔτι καὶ κατὰ τὴν τούτων δίοδον ἡ τροφὴ,
8. καθάπερ καὶ ἐν ταῖς φλεψὶν ἁπάσαις τὸ αἷμα, γέγονε δ’
9. οὔτε τῶν ἐντέρων οὐδὲν ἕνεκα πέψεως, οὔτε φλέβες αἱματώσεως,
10. ἀλλ’, ὡς καὶ πρόσθεν εἴρηται, τὸ μέν πού τι συγχρῆται
11. πρὸς τὸ βέλτιον ἑκάστῳ τῶν ὀργάνων ἡ φύσις, τὸ
12. δέ τι κᾀξ ἀνάγκης ἕπεται πᾶσι τοῖς ἕνεκά του γεγονόσιν.
13. ὥσπερ οὖν, τὰς φλέβας ἀναδόσεως ὄργανα ποιήσασα, δύναμιν
14. ἐνέθηκεν αὐταῖς αἵματος γεννητικὴν, ὅπως μὴ μάτην ὁ
15. χρόνος ἀπόλοιτο τῆς δι’ αὐτῶν φορᾶς τῇ τροφῇ, κατὰ τὸν
16. αὐτὸν λόγον καὶ τοῖς ἐντέροις, ἀναδόσεως ἕνεκα τῆς εἰς
17. τὰς φλέβας γεγενημένοις, δύναμίς τις ὑπάρχει πεπτικὴ σιτίων.
1. ἀλλ’ οὐδὲ δυνατὸν ὅλως ἦν, ὡς ἐν τοῖς περὶ φυσικῶν
2. δυνάμεων ἀποδέδεικται ὑπομνήμασι, μὴ οὐχὶ καθ’ ἕκαστον
3. τῶν τοῦ ζώου μορίων ὑπάρχειν τινὰ δύναμιν ἀλλοιωτικήν.
4. οὐ μὴν οὐδὲ πόῤῥω που τῆς γαστρὸς ἡ τῶν ἐντέρων
5. οὐσία· ὥστ’, εἰ καὶ δύναμιν ἀλλοιωτικὴν ἀναγκαῖον ἦν ἔχειν
6. αὐτὰ καὶ τῇ γαστρὶ παραπλησίαν, ἐξ ἀνάγκης ἕπεται τὸ
7. κᾀν τούτοις πέπτεσθαι τὴν τροφήν. ἀλλ’, ὥσπερ ἐν ἥπατι
8. τὸ οἷον ἐργαστήριόν ἐστι τῆς αἱματώσεως, οὕτως ἐν τῇ γαστρὶ
9. τὸ τῆς πέψεως. ὅτι δὲ οὔτε τῆς τῶν περιττωμάτων εἰς
10. τὸ πρόσω φορᾶς ἕνεκεν, οὔτε πέψεως, ἀλλὰ τοῦ πᾶν εἰς
11. τὰς φλέβας ἀναλαμβάνεσθαι τὸ κεχυλωμένον ἐν τῇ κοιλίᾳ
12. παρεσκεύασται τὰ ἔντερα, μαθεῖν ἔνεστι· πρώτῳ μὲν τῷ
13. μηδενὶ τῶν ζώων ἁπτομένην αὐτὴν τῶν ὀργάνων οἷς ἀποπατεῖ,
14. κατασκευασθῆναι, καίτοι γ’ οὐκ ἦν ἀδύνατον εὐθὺς
15. εἰς τὴν ἕδραν καλουμένην τὸ κάτω πέρας αὐτῆς ἐκτετάσθαι·
16. δευτέρῳ δὲ τῷ παμπόλλας τῶν ἐντέρων τὰς ἕλικας ἐν τοῖς
1. πλείστοις ζώοις γενέσθαι· καὶ τρίτῳ τῷ μηδ’ ἂν ἐκπεμφθῆναι
2. τῆς γαστρὸς τὴν τροφὴν, εἰ μὴ τελέως πεφθῇ· δέδεικται
3. γὰρ καὶ τοῦτο. τὸ μὲν δὴ μὴ συναφθῆναι ταῖς ἕδραις
4. τῶν ζώων τὰς γαστέρας ἐνδείκνυται σαφῶς, ἕτερον μὲν
5. εἶναι δεῖν ὄργανον πέψεως σιτίων, ἕτερον δ’ ἀναδόσεως.
6. εἴπερ γὰρ ταὐτὸν ἦν, ἐκινδύνευον ἂν πολλάκις ὠμὴν καὶ
7. ἄπεπτον ἀναλαμβάνειν αἱ φλέβες τροφήν· οὐ μὴν ἔδει γίνεσθαι
8. τοῦτο. δῆλον γὰρ ἦν, ὡς ἕτερον μὲν πέψεως, ἕτερον
9. δ’ ἀναδόσεως ἐχρῆν εἶναι μόριον. τὸ δὲ μηδ’ ἁπλοῦν
10. ἐκτετάσθαι μέχρι τῆς ἕδρας αὐτὸ, παμπόλλαις δ’ ἐπανόδοις
11. κυκλοτερέσιν ἐν τῷ μεταξὺ διειλῆφθαι, τοῦ μὴ ῥᾳδίως ἐκπίπτειν
12. τοῦ ζώου τὴν τροφὴν ἐνδεικτικὸν ὑπάρχον ὁμολογεῖ
13. τοῖς προειρημένοις. εἰ γὰρ ἑτέρα τις κοιλία διεδέχετο τὴν
14. προτέραν, καὶ ἦν, ὥσπερ ἐκείνη πέψεως ὄργανον, οὕτως ἡ
15. δευτέρα ταμιεῖον ἀναδόσεως, οὐκ ἂν ἐν ὀλίγῳ χρόνῳ παμπόλλη
16. τε καὶ διὰ πολλῶν φλεβῶν εἰς ἧπαρ ἀνελαμβάνετο ἡ
1. τροφή. νῦν μὲν γὰρ αἱ τῶν ἐντέρων ἕλικες, ἀναρίθμητόν τι
2. πλῆθος φλεβῶν ἐξ ἥπατος εἰς αὐτὰς ἐμφυόμενον ἔχουσαι,
3. σύμπαντα τὸν ἐν τῇ γαστρὶ πεπεμμένον χυμὸν ἀναπέμπουσι·
4. τότε δ’ ἂν ὀλίγοις στόμασι φλεβῶν, ὀλίγον ἑκάστοτε τῆς
5. κεχυλωμένης ἐναρμόττων τροφῆς, βραδεῖάν τε καὶ πολυχρόνιον
6. ἐποιεῖτο τὴν ἀνάδοσιν. ἅπτεσθαι μὲν γὰρ δεῖ τὰ στόματα
7. τῶν ἀγγείων τοῦ κατειργασμένου καὶ πεπεμμένου χυμοῦ.
8. μεγάλῃ δ’ ὑποτεθείσης τῇ προτέρᾳ κοιλίᾳ δευτέρας,
9. βραχέος ἂν ἥπτετο μέρους ἡ τροφὴ τῆς γαστρὸς, ὅσον περ
10. ἔψαυσεν αὐτῆς μόνον, τὸ πλεῖστον δ’, ὅσον ἦν ἐν τῷ βάθει,
11. διέφυγεν ἂν τὰς λαβὰς τῶν φλεβῶν. ἀλλὰ νῦν γε τὸ τῆς
12. διεξόδου στενὸν, εἰς βραχέα μόρια κατακερματίζον τὴν τροφὴν
13. ἅπασαν, ὀλίγου δεῖν ἀναγκάζει τῶν ἐντέρων ἅπτεσθαι
14. τοῦ χιτῶνος, εἰς ὃν αἱ φλέβες ἀναστομοῦνται, καὶ διὰ
15. τοῦτο καὶ τῶν ἐπὶ τοῖς ἀγγείοις στομάτων. εἰ δὲ δὴ καὶ
16. διαφύγοι τις ἐν τῇ κατὰ τὴν πρώτην ἕλικα διεξόδῳ, κατὰ
17. τὴν δευτέραν ἅψεται, κᾂν εἰ ταύτην διαφύγοι, κατὰ τὴν
18. τρίτην, ἢ τετάρτην, ἢ πέμπτην, ἤ τινα τῶν ἐφεξῆς·
1. πάμπολλαι γάρ εἰσι. κατά γε τὴν οὕτως στενὴν καὶ μακρὰν
2. καὶ παμπόλλας ἕλικας ἔχουσαν ὅλον ἀναγκάζεται τῆς τροφῆς
3. τὸ μέρος ὁμιλῆσαί ποτε τῷ τοῦ ἀγγείου στόματι. καταπεπύκνωται
4. γὰρ ἐν κύκλῳ πᾶν ἔντερον ἀναρίθμῳ τινὶ
5. πλήθει στομάτων εἴσω καθηκόντων, ὑφ’ ὧν ἀναρπάζεται
6. τὸ χρηστὸν τῆς διεξερχομένης τροφῆς. ὥστ’ οὐκ ἄν τις διαλάθοι
7. καὶ ἐκπέσοι τοῦ ζώου χυμὸς εἰς θρέψιν χρήσιμος,
8. ὅταν γε νόμῳ φύσεως διοικῆται τὰ κατὰ τὸ σῶμα.
9. τούτων γὰρ ἡ νῦν ἐξήγησις, οὐ τῶν ἀῤῥωστημάτων, ἡνίκα
10. συγκέχυται μὲν ἡ τάξις, ἐμποδίζεται δὲ ἡ τέχνη τῆς
11. φύσεως, ἐπικούρου δέ τινος ὀρέγοντος χεῖρα καὶ τὸ λυποῦν
12. ἐξάγοντος προσδεῖται. τοῦτο μὲν οὖν καὶ εἰ μὴ λέγοιτο καθ’
13. ἑκάστην ὧν προχειριζόμεθα χρειῶν, οὐχ ὁ μὴ λέγων ἀμελητὴς,
14. ἀλλ’ ὁ μὴ προσυπακούων ἀβέλτερος. αἱ δὲ δὴ τῶν
15. ἐντέρων ἕλικες ἐδείχθησαν ἕνεκα τοῦ πᾶσαν ἀκριβῶς ἀναδοθῆναι
16. τὴν πεπεμμένην τροφὴν γεγονυῖαι· καὶ τοῦτο ἄρα ἦν
17. τὸ πρὸς τοῦ Πλάτωνος εἰρημένον, ὅπως μὴ ταχὺ διαπερῶσα
1. ἡ τροφὴ ταχὺ πάλιν ἑτέρας δεῖσθαι τὸ σῶμα ἀναγκάζῃ,
2. καὶ παρέχουσα ἀπληστίαν διὰ γαστριμαργίας ἀφιλόσοφον
3. καὶ ἄμουσον ἀποτελῇ πᾶν τὸ θνητὸν γένος. ὅσοις
4. γοῦν τῶν ζώων οὐκ εἰσὶν ἕλικες, ἀλλ’ ἁπλοῦν ἔχει μέχρις
5. τῆς ἕδρας ἀπὸ τῆς γαστρὸς ἐκτεταμένον ἔντερον, ἄπληστα
6. πάντα καὶ γαστρίμαργα, καὶ διὰ παντὸς προσκείμενα τῇ
7. τροφῇ, καθάπερ φυτά. ἀλλὰ γὰρ καὶ περὶ τούτων Ἀριστοτέλει
8. καλῶς εἴρηται τά τ’ ἄλλα καὶ ὅτι κατὰ βραχὺ τῶν
9. φυτῶν ἡ φύσις ἀποχωροῦσα ἕτερον ἑτέρου ζῶον ἐργάζεται
10. τελεώτερον, ἕως πρὸς τὸ πάντων ἀφίκηται τελεώτατον, ὑπὲρ
11. οὗ νῦν ἡμῖν πρόκειται λέγειν. οὐκ οὖν περὶ τοῦ πλήθους
12. τῶν ἐν τοῖς μηρυκάζουσι ζώοις κοιλιῶν ἐμὸν ἂν εἴη λέγειν,
13. οὐδὲ περὶ τῆς καθ’ ἕκαστον εἶδος ζώου γαστρὸς, ὥσπερ
14. οὐδὲ περὶ τῶν ἄλλων ὀργάνων τῆς τροφῆς· εἴρηται γὰρ
15. Ἀριστοτέλει καλῶς ὑπὲρ ἁπάντων. εἰ δὲ μὴ βραχὺς ἦν
16. ὁ βίος εἰς τὸν τῶν καλλίστων ἔρανον, ἴσως ἄν ποτε
17. καὶ τὸ κατ’ ἐκείνην τὴν θεωρίαν ἐλλεῖπον ἐξειργασάμεθα.
1. νυνὶ δ’ ἀγαπῶμεν, εἰ μόνου δυνηθείημεν ἀνθρώπου τὴν
2. κατασκευὴν ἀκριβῶς ἐξηγήσασθαι. πάλιν οὖν τὸν λόγον ἐπὶ
3. τὰ συνεχῆ τοῖς εἰρημένοις ἐπαναγάγωμεν, ἀναμνήσαντες κᾀνταῦθα
4. τοὺς ἀναγνωσομένους τόδε τὸ γράμμα, μηδεμίαν ἐπιζητεῖν
5. ἀκούσειν ἀπόδειξιν ἐνεργείας μηδεμιᾶς, εἰρῆσθαι γὰρ
6. ἅπασαν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν, ὥσπερ
7. καὶ ὅτι τὰ καθήκοντα ἀρτηριῶν εἰς ἔντερα στόματα βραχύ
8. τι τῆς τροφῆς ἀναλαμβάνει, τὸ δὲ πλεῖστον αἱ φλέβες.
9. αὐτὸ μέντοι τοῦτο, ὅτι κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται,
10. καθ’ ἕτερον λόγον ἰδίᾳ λέλεκται. νῦν οὖν, ὅσον
11. ἐλλεῖπόν ἐστι τῆς τῶν ἐντέρων κατασκευῆς, λεχθήσεται.
12. πάσας τὰς ἐκκριτικάς τε καὶ προωστικὰς ὀνομαζομένας ἐνεργείας
13. τε καὶ δυνάμεις αἱ τῶν ἐγκαρσίων ἰνῶν ἐδείχθησαν
14. ἐργαζόμεναι κινήσεις, ὡς τὰς ἐπισπαστικὰς αἱ τῶν εὐθειῶν.
15. ὥσπερ οὖν ἡ γαστὴρ ἀμφοτέρας ἔχουσα δυοῖν ἐδεήθη χιτώνων
16. ἐναντίως ἐχόντων ἀλλήλοις, οὕτω τῶν ἐντέρων ἕκαστον,
17. ἓν εἶδος ἔχον κινήσεως τὸ προωστικὸν, ἓν καὶ χιτῶνος
1. εἶδος εἰς ἐγκαρσίας τε καὶ κυκλοτερεῖς ἶνας ἀναλυόμενον
2. ἐκτήσατο. τί δὴ οὖν οἱ χιτῶνες αὐτῶν δύο γεγόνασιν, εἴπερ
3. ὁμοίως ἔχουσιν ἀμφότεροι; περιττὸς γὰρ ἂν εἶναι δόξειεν ὁ
4. ἕτερος. ἀλλ’ οὐχ ᾧδε ἔχει· σφοδρότητός τε γὰρ ἕνεκα τῆς
5. ἀποκριτικῆς δυνάμεως καὶ δυσπαθείας αὐτῶν τῶν ὀργάνων
6. ὁ τῶν ἐντέρων χιτὼν διττὸς ἐγένετο. ὥσπερ γὰρ ἐν τῇ γαστρὶ
7. μένειν ἐπὶ πλέον, ἵν’ ἀκριβῶς πεφθῇ, βέλτιον ἦν τὰ
8. σιτία, οὕτως ἐνταυθοῖ μὴ μένειν. ἐν γὰρ τῷ φέρεσθαι διὰ
9. μακρᾶς ὁδοῦ καὶ στενῆς ἀκριβῶς θ’ ἅμα καὶ ταχέως ἡ
10. ἐξ αὐτῶν εἰς ἧπαρ ἀνάδοσις ἐγίνετο. ὅτι δὲ καὶ τὴν εἰς
11. ἀσφαλείας καὶ δυσπαθείας ἀκρίβειαν οὐ μικρὰν ἐν τοῖς ἐντέροις
12. ὠφέλειαν οἱ δύο χιτῶνες παρέχονται, δηλοῖ
13. μάλιστα τὰ δυσεντερικὰ παθήματα. πολλοῖς γοῦν καὶ πολλάκις
14. ἐθεασάμεθα, κακῶς θ’ ἅμα καὶ χρονίως νοσήσασι,
15. πλεῖστον τῶν ἐντέρων ἀποσαπὲν, ὡς πολλαχόθεν τὸν ὅλον
16. ἔνδον ἀπολέσθαι χιτῶνα, καὶ ὅμως ἐβίων τε οὗτοι καὶ
17. διεγένοντο, μὴ ἂν διασωθέντες, εἰ μὴ καὶ δεύτερός τις ἦν
1. ἐπὶ τῷ διεφθαρμένῳ χιτῶνι ἕτερος ἔξωθεν. ἐνίοις δὲ τῶν
2. ἐντέρων ἐπιτείνονταί τινες ἔξωθεν ἶνες εὐθεῖαι κατὰ μῆκος
3. ἕνεκα τῆς τῶν ἐγκαρσίων δυσπαθείας· διὸ καὶ τοῖς λεπτοὺς
4. ἔχουσι ζώοις τοὺς τῶν ἐντέρων χιτῶνας ἢ τὰς ἐνεργείας
5. σφοδροτέρας τοῦθ’ ὑπάρχει μάλιστα. κίνδυνος γὰρ ἦν
6. ἀποσπασθῆναι τὰς ἐγκαρσίας ἀλλήλων μὴ συνεχομένας ἔξωθεν
7. οἷον δεσμῷ τινι ταῖς εὐθείαις. διὰ τοῦτο δὲ καὶ
8. κατὰ τὸ ἀπευθυσμένον αἱ τοιαῦται πλείους εἰσὶν, ὅτι πολλοῖς
9. καὶ σκληροῖς περιττώμασι τῆς ξηρᾶς τροφῆς ἀθροιζομένοις
10. ἐνταῦθα βιαίως περιστέλλεσθαι τοὺς ταύτῃ χιτῶνας
11. ἀναγκαῖον ἦν. ἔξωθεν οὖν αὐταῖς ἐπιβέβληται δεσμὸς,
12. εὐθεῖαί τινες ἶνες. ἐπὶ δὲ τῶν πλείστων ζώων ὅλον τὸ
13. κῶλον ἰσχυροῖς δεσμοῖς ἔσφιγκται κατὰ μῆκος, ἄνωθεν
14. κάτω παρατεταμένοις ἑνὶ καθ’ ἑκάτερον μέρει. ὅτι δὲ καὶ
15. τὸ περιτόναιον αὐτὸ πάλιν τοῦτον τὸν δεύτερον χιτῶνα ἀμφιέννυσι
16. καὶ συνδεῖ τὰ ἔντερα πάντα πρός τε τὰ κατὰ τὴν
17. ῥάχιν σώματα καὶ πρὸς ἄλλα, πρόσθεν εἴρηται. καθόλου
1. γὰρ οὐδέν ἐστι τῶν κάτω φρενῶν ὄργανον, ὃ μὴ καλύπτεταί
2. τινι χιτῶνι, τὴν ἀρχὴν τῆς γενέσεως ἐκ τοῦ περιτοναίου
3. λαμβάνοντι. ἀλλὰ περὶ μὲν τῶν ἐντέρων τῶν λεπτῶν ἱκανὰ
4. ταῦτα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.17, ed. Kühn, 1822, vol. 3, p. 323-332. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩