5. Περὶ δὲ τῶν παχέων ᾧδ’ ἔχει. καθάπερ
6. τὸ λεπτὸν ἀναδόσει παρεσκεύασται, καὶ ταύτης ἕνεκεν ἐγεγόνει,
7. καίτοι καὶ πέττον τὴν τροφὴν, καὶ προωθοῦν, οὕτω
8. καὶ τὸ παχὺ πᾶν ἔντερον οὐκ ἀθρόας χάριν ἐκκρίσεως ἐγένετο.
9. καίτοι πολλοῖς γε τῶν πολυβόρων ζώων, οἷς ἐστιν
10. εὐθὺ τὸ ἔντερον, οὐδὲ εἰς εὐρύτητα παραλλάττον αὐτοῦ τὸ
11. κάτω πέρας ἰδεῖν ἐστιν· ἀλλὰ ταῦθ’, ὥσπερ ἀεὶ νέμεται,
12. καὶ ἀποπατεῖ συνεχῶς, ἄμουσόν τινα καὶ ἀφιλόσοφον ὄντως,
13. ὥσπερ καὶ Πλάτων ἔλεγε, διαζῶντα ζωήν. ὅσα δὲ
14. τελεώτατά τε καὶ βελτίω τῶν ζώων, οὔτ’ ἐσθίει διὰ παντὸς,
15. οὔτ’ ἀποπατεῖ. τοῦ μὲν δὴ μὴ δεῖσθαι συνεχοῦς τῆς
16. ἔξωθεν τροφῆς αἱ τῶν ἐντέρων ἕλικες ἐδείχθησαν αἰτίαι.
17. τοῦ δὲ μηδ’ ἀποπατεῖν ἑτοίμως, ἀλλ’ ἐκ μακροτέρων διαστημάτων,
1. στημάτων, ἡ τοῦ παχέος εὐρύτης ἐντέρου τὴν αἰτίαν ἔχει,
2. δευτέρα δὲ τρόπον τινὰ γαστὴρ αὐτοῖς ὑποβεβλημένη, καθάπερ
3. ἡ κύστις τοῖς οὔροις. ἵνα γὰρ μήτ’ ἀποπατῇ συνεχῶς
4. μήτ’ οὐρῇ τὰ ζῶα, τοῖς μὲν ὑγροῖς περιττώμασιν ἡ
5. κύστις ὑπόκειται, τοῖς δὲ ξηροῖς τὸ παχὺ καλούμενον ἔντερον,
6. ὃ καὶ τὴν κάτω γαστέρα ἔνιοι καλοῦσιν. ἡ ἀρχὴ δ’
7. αὐτῆς τὸ τυφλὸν ἔντερον· οὗ γὰρ δὴ τελευτᾷ τὸ λεπτὸν,
8. ἐντεῦθεν εἰς μὲν τὰ δεξιὰ τὸ τυφλὸν, εἰς ἀριστερὰ δὲ τὸ
9. κῶλον ἀποφύεται, διὰ τῆς δεξιᾶς πρότερον ἀνενεχθὲν λαγόνος.
10. τὸ μὲν δὴ τυφλὸν ἄντικρυς οἷον γαστήρ τίς ἐστι
11. παχεῖα, εἰς ὑποδοχὴν περιττωμάτων ἐπιτήδειος, ἀνάλογον
12. δ’ αὐτῷ καὶ τὸ κῶλον. καὶ τοῖς γε πλείστοις τῶν ὀρνίθων
13. διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας τὸ τυφλὸν ἔντερον διττόν
14. ἐστι· καὶ γὰρ οὖν, καὶ εἴ τι διέλαθεν τὴν ἀνάδοσιν ἐν
15. τῇ κατὰ τὸ λεπτὸν ἔντερον διόδῳ, τοῦτ’ ἐν τῇ κατὰ
16. τὸ τυφλὸν ἐπιπλέον μονῇ πᾶν ἀκριβῶς ἐξικμάζεται. καὶ
17. τοῖς ὄρνισι σχεδὸν ἅπασιν, ἰσχυρὰς τῶν κατὰ τὴν γαστέρα
18. καὶ τὰ ἔντερα μορίων τὰς ἐνεργείας ἔχουσιν, ἀποθέσεις τῶν
1. περιττωμάτων ἐγένοντο διτταὶ πρὸς τὸ μήτε ταχέως διεξιούσης
2. τῆς τροφῆς ἀνίκμαστόν τι καταλείπεσθαι καὶ τὴν
3. ἀποπάτησιν ἀθρόαν εἰσάπαξ, οὐ συνεχῶς καὶ κατὰ βραχὺ
4. γίγνεσθαι. ἀλλ’ ἀνθρώπῳ τε καὶ τοῖς πεζοῖς ζώοις ἅπασιν
5. ἓν τὸ τυφλὸν ἔντερον ἡ φύσις ἐργασαμένη κατὰ τὴν δεξιὰν
6. λαγόνα κατέθετο· διότι χώραν ἐνταῦθ’ ἐπιτηδείαν εἶχε σχολάζουσαν,
7. ὑψηλοτέρου τοῦ δεξιοῦ νεφροῦ κειμένου
8. διὰ τὴν ἐν τοῖς ἐφεξῆς εἰρησομένην αἰτίαν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.18, ed. Kühn, 1822, vol. 3, p. 332-334. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.18
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩