Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 4.19, ed. Kühn, 1822, vol. 3, p. 334-336. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.19

9. Ταῦτά τε οὖν ἅπαντα θαυμαστῶς τῇ φύσει
10. παρεσκεύασται, καὶ πρὸς τούτοις ἔτι μύες ἑκατέραις ἐπίκεινται
11. τῶν περιττωμάτων ταῖς ἐκροαῖς, οἷον κλεῖθρόν τι,
12. τοῦ μήτε συνεχῶς ἐκκρίνεσθαι μήτε ἀκαίρως ἕνεκα. τῆς
13. μὲν γὰρ κύστεως ὁ καλούμενος αὐχὴν μυώδης ἐστὶ, τοῦ
14. δ’ ἀπευθυσμένου τὸ κάτω πέρας ὑπὸ μυῶν ἐν κύκλῳ περικειμένων
15. σφίγγεται· καὶ δὴ τοὔνομα αὐτῷ σφιγκτῆρα διὰ
16. τοῦτ’ οἶμαι τεθεικέναι τινάς. οἱ γὰρ δὴ μύες ἅπαντες, ὄργανα
17. τῆς κατὰ προαίρεσιν ὑπάρχοντες κινήσεως, οὐκ ἐπιτρέπουσι
18. τοῖς περιττώμασιν ἔξω φέρεσθαι, πρὶν κελεῦσαι
1. τὸν λογισμὸν, καὶ τοῦθ’ ἓν μόνον ὄργανον ψυχικὸν ἐπὶ
2. τοσαύτῃ τε καὶ τοιαύτῃ διεξόδῳ φυσικῶν ὀργάνων ἐπίκειται
3. καθ’ ἑκατέραν τῶν περιττωμάτων τὴν ἐκροήν. καὶ οἷς ἂν
4. ἢ παραλυθῶσιν οἵδε οἱ μύες, ἢ ὁπωσοῦν ἑτέρως φθαρῶσιν,
5. ἀκουσίως ἐκρέοντα τὰ περιττωμάτα τούτοις δεικνῦσιν ἐναργῶς,
6. εἰς ὅσον αἰσχρὸς ἦν καὶ ἄμουσος ἂν ἡμῶν ὁ βίος,
7. εἰ μηδὲν ἐξ ἀρχῆς ἡ φύσις προὐνοήσατο βέλτιον. ἀλλὰ
8. ταῦτά τε θαυμαστῶς αὐτῇ παρεσκεύασται, καὶ ὅπως ἂν
9. ἅπαντα τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα μὴ μόνον
10. τοῖς ἄλλοις μέρεσι τοῦ σώματος ὑπηρετῇ πρὸς θρέψιν;
11. ἀλλὰ καὶ αὐτὰ τρέφηται καλῶς, οὐκ ἀργῶς οὐδὲ ῥᾳθύμως
12. προῆλθε. πρῶτον μὲν γὰρ παντὶ τῷ μεσεντερίῳ φλέβας
13. ἐποίησεν ἰδίας, ἀνακειμένας αὐτῶν τῇ θρέψει τῶν ἐντέρων,
14. μὴ περαιουμένας εἰς τὸ ἧπαρ· ὡς γὰρ καὶ Ἡρόφιλος ἔλεγεν,
15. εἰς ἀδενώδη τινὰ σώματα τελευτῶσιν αὗται αἱ φλέβες,
16. τῶν ἄλλων ἁπασῶν ἐπὶ τὰς πύλας ἀναφερομένων· ἔπειτα 
1. καὶ κατὰ τὸ ἐπίπλοον ἀγγεῖα πάμπολλα τὸν ἀριθμὸν ὄντα
2. παρεσκεύασεν οὐχ ἥκιστα καὶ πρὸς τήνδε τὴν χρείαν, ὡς
3. ἅπαντα θρέψοντα τὰ συνεχῆ. καὶ ταῦτ’ ἐπήρκεσεν ἄμφω
4. τὰ σοφίσματα τῇ φύσει πρὸς τὴν τελείαν θρέψιν ἐντέρων
5. τε καὶ γαστρός. ἦσαν γὰρ δὴ καὶ ἄλλαι δύο τῆς
6. θρέψεως ἐπικουρίαι, μία μὲν ἡ ἐν αὐτῷ τῷ πέπτειν τὴν
7. τροφὴν, (ἐδείχθη γὰρ οὖν καὶ τοῦτο,) καί τις ἑτέρα κατὰ
8. τὰς μακροτέρας ἀσιτίας ἑλκόντων τι τῶν κάτω μορίων καὶ
9. ἐξ αὐτοῦ τοῦ ἥπατος, ἤδη μὲν τῆς ἀναδόσεως τῆς εἰς αὐτὸ
10. καὶ τῆς τῶν ἀναδοθέντων ἀκριβοῦς κατεργασίας τε καὶ διακρίσεως
11. ἐπιτετελεσμένων, τῶν κάτω δὲ ὀργάνων τηνικαῦτα
12. δεομένων τε καὶ ἕλκειν δυναμένων χρηστὸν αἷμα.
13. θαυμάζουσι δέ τινες, εἰ, δι’ ὧν ἔμπροσθεν φλεβῶν ἀνάδοσις
14. εἰς ἧπαρ ἐγίνετο, δι’ αὐτῶν αὖθίς ποτε παλινδρομήσει
15. χρηστὸν αἷμα, μήτ’ ἄλλο τι τῆς φύσεως ἔργον εἰδότες,
16. μήθ’ ὅσην ἔχει δύναμιν ἡ τῶν δεομένων θρέψεως ὀργάνων
17. ὁλκὴ, περὶ ἧς ἐν ἑτέροις ἀποδέδεικται.

Cliquer un n° de page pour en afficher l’image