Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 4.20, ed. Kühn, 1822, vol. 3, p. 337-339. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.20

1. Τὸ δὲ δὴ λοιπὸν ἔτι τῆς περὶ τὰ
2. νῦν προκείμενα μόρια διηγήσεως ἔργον τε καὶ τέχνημα τῆς
3. φύσεως ἤδη λεγέσθω. πάμπολλα μὲν εἰς ἕκαστον τῶν ἐντέρων
4. ἐπεραιοῦτο στόματα φλεβῶν, οἷον δένδρου τινὸς ἔσχατά
5. τε καὶ λεπτὰ ῥιζῶν πέρατα. συνάγουσα δὲ ἡ φύσις,
6. ὥσπερ ἐν τοῖς δένδροις τὰς λεπτὰς ἐκείνας ῥίζας εἰς παχυτέρας,
7. οὕτως ἐν τοῖς ζώοις εἰς ἀγγεῖα μείζω τὰ σμικρότερα,
8. κᾀκεῖνα πάλιν εἰς ἕτερα μείζω, καὶ τοῦτ’ ἀεὶ ποιοῦσα, μέχρι
9. τοῦ ἥπατος εἰς μίαν ἤγαγεν ἅπαντα φλέβα τὴν ἐπὶ πύλαις,
10. ἀφ’ ἧς καὶ ἡ εἰς τὴν γαστέρα καὶ ἡ εἰς τὸν σπλῆνα
11. φερομένη φλὲψ ἀποφύεται. καὶ μήν γε καὶ τὰς ἀρτηρίας
12. εἰς μίαν ὡσαύτως ἁπάσας μεγάλην ἀρτηρίαν ἀνήγαγε τὴν
13. ἐπὶ ῥάχει. μακροῦ δ’ ὄντος τοῦ μεταξὺ χωρίου τῆς ἀρχῆς
14. τῶν ἀγγείων ἁπάντων καὶ τῆς τελευτῆς, οὐκ ἦν ἀσφαλὲς
15. ἀφρούρητα παράγειν ἀγγεῖα λεπτὰ, καὶ γὰρ αὖ καὶ ὥσπερ
16. ἐκρέμαστο τὰ πρὸς τὰς πύλας ἀναφερόμενα τοῦ ἥπατος, ἐπ’
17. οὐδενὸς ἑδραίου βεβαίως κείμενα, καὶ οὐδὲ βοήθεια μέντοι
18. τις ἦν αὐτοῖς ἑτέρα κατὰ τὴν ὁδὸν, ὑφ’ ἧς ἑδράζοιτό τε καὶ
1. διαλαμβάνοιτο καὶ στηρίζοιτο. πῶς οὖν καὶ τούτων προὐνοήσατο
2. τῆς ἀσφαλείας, ὡς μήτε πηδῶντος, μήτ’ ἐμπίπτοντος,
3. μήτε πληττομένου σφοδρῶς ἔξωθεν τοῦ ζώου, θλασθῆναί
4. πη καὶ διαῤῥαγῆναι καὶ παθεῖν αὐτά; ἀπὸ τοῦ
5. συνδοῦντός τε καὶ ἀμφιεννύντος τὰ ἔντερα χιτῶνος, ὃν
6. ἀπὸ τοῦ περιτοναίου τὴν γένεσιν ἔχειν ἐλέγομεν, ἀποφύσασα
7. χιτῶνα παραπλήσιον αὐτῷ τῷ περιτοναίῳ, τούτῳ τῶν ἀγγείων
8. ἕκαστον ἠμφίασεν. ἐν δὲ ταῖς μεταξὺ χώραις τῶν ἀγγείων
9. ταῖς κεναῖς αὐτὸν ἑαυτῷ τοῦτον ἐπιβάλλουσα τὸν χιτῶνα,
10. καὶ διπλοῦν ἐργαζομένη, δυσπαθῆ μὲν οὕτω καὶ αὐτὸν
11. τὸν χιτῶνα δεσμόν τε καὶ φρουρὰν ἀσφαλῆ τοῖς ἀγγείοις
12. κατεσκευάσατο. τοῖς πλείστοις δ’ αὐτῶν, ὅσα πάνυ μετέωρα
13. καὶ ὄρθια πρὸς τὸ ἧπαρ ἀνετέτατο, καθ’ ὃ συνάπτει
14. πρὸς ἄλληλα, ταύτῃ αὑτῶν εὐπαθέστερα ἔσεσθαι γνοῦσα
15. σαρκοειδῆ τινα φύσιν ἐνέθηκε, τοὺς καλουμένους ἀδένας,
16. οἳ δὴ, ὥσπερ σφῆνές τινες ἐγκείμενοι ταῖς σχίσεσι τῶν ἀγγείων,
17. ἕδραν ἀσφαλῆ παρέχουσιν αὐτοῖς, ὡς μηδὲν πάσχειν
18. ὑπὸ βιαίου συμπτώματος μῃδενός. ἤδη μὲν ἡμῖν καὶ τὸ
1. μεσάραιον ἀπείργασται τῷ λόγῳ. σκοπεῖν δὲ χρὴ τοὐντεῦθεν,
2. εἰς τίνα ποτὲ χώραν ἄμεινον ἦν τῇ φύσει κατάγειν τὴν
3. ἐξ ἥπατος ἐκείνην φλέβα τὴν μεγάλην, τὴν τὰς ἐκ τοῦ μεσαραίου
4. φλέβας ἁπάσας ἐκδεχομένην. ἀλλ’ ἐπεὶ μέγεθος
5. αὔταρκές ἐστι τῷ βιβλίῳ, διὰ τοῦ μετ’ αὐτὸ καὶ τοῦτο
6. καὶ τἄλλα τὰ περὶ τῶν ὀργάνων τῆς τροφῆς ὑπόλοιπα
7. διέξιμεν.

Cliquer un n° de page pour en afficher l’image