3. Ταύτης οὖν ἐστι μέν τις ἑλκτικὴ δύναμις
4. τῆς οἰκείας ποιότητος, ὡς ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων
5. ὑπομνήμασιν ἀποδέδεικται· ἔστι δέ τις καὶ καθεκτικὴ
6. τῶν ληφθέντων, καὶ αὖθις ἀποκριτικὴ τῶν περιττωμάτων,
7. καὶ πρό γε τούτων ἁπασῶν ἡ ἀλλοιωτικὴ, δι’ ἣν ἐδέησεν
8. αὐτῇ κᾀκείνων. ἀλλὰ τοῖς μὲν ἄλλοις ἅπασι τοῦ ζώου μορίοις,
9. καίτοι τὰς αὐτὰς ἔχουσι δυνάμεις, οὐ συνῆψεν ἡ
10. φύσις αἴσθησιν τῶν ἐλλειπόντων, ἀλλ’ οἷον φυτὰ τρέφεται
11. ταῦτα, διὰ παντὸς ἐκ τῶν φλεβῶν ἀρυόμενα τὴν τροφήν.
12. μόνῃ δὲ τῇ γαστρὶ, καὶ ταύτης μάλιστα τοῖς κατὰ τὸ στόμα
13. μέρεσιν ἐνδείας αἴσθησιν ἐπέστησεν, ἐπεγείρουσάν τε καὶ
14. κεντρίζουσαν τὸ ζῶον προσάρασθαι σῖτον. καὶ τοῦτ’ εὐλόγως
15. εἰργάσατο. τῶν μὲν γὰρ καθ’ ὅλον τὸ σῶμα μορίων
16. ἐκ τῶν ἀπὸ τῆς κοίλης πεφυκυιῶν φλεβῶν ἑλκόντων τὴν
17. τροφὴν, αὐτῆς δ’ αὖ πάλιν τῆς κοίλης ἐκ τῶν κατὰ τὸ
1. ἧπαρ, τούτων δ’ αὖθις ἐκ τῶν ἐπὶ τὰς πύλας ἀναφερομένων,
2. ἐκείνων δ’ αὖ πάλιν ἐκ τῆς γαστρός τε καὶ τῶν ἐντέρων,
3. ὄντος δ’ οὐδενὸς ἔτι μορίου, παρ’ οὗ χρὴ λαβεῖν τὴν
4. κοιλίαν, ἔξωθεν αὐτὴν πληροῦν ἦν ἀναγκαῖον τοῖς ζώοις,
5. κᾀν τούτῳ διαφέρει ἤδη τῶν φυτῶν. τοῖς μὲν γὰρ, εἰ καὶ
6. ὅτι μάλιστα τὰς ἄλλας τέτταρας δυνάμεις τὰς ὀλίγον πρόσθεν
7. εἰρημένας ὁμοίως τοῖς ζώοις ἔχειν ὑπάρχει, ἀλλ’ ἥ γε
8. τῶν ἐλλειπόντων αἴσθησις ἄπεστιν. οὐ γὰρ ἔμελλεν διὰ
9. στόματος θρέψεσθαι, ταμιεῖον ἀφθόνου τροφῆς ὑποβεβλημένην
10. ἔχοντα τὴν γῆν, ᾗ ξυμπεφυκότα τε καὶ συνημμένα
11. διὰ παντὸς εὐπορεῖ τοῦ θρέψοντος. τῇ δὲ τῶν ζώων
12. οὐσίᾳ, πρὸς τῷ πόῤῥω γῆς εἶναι κατὰ τὰς συμφύτους τῶν μορίων
13. ποιότητας, ἔτι καὶ τὸ κινεῖσθαι κατὰ προαίρεσιν ὑπάρχει,
14. καὶ χώραν ἐκ χώρας ἀμείβειν καὶ μεταλλάττειν τοὺς τόπους·
15. ὥστε δι’ ἄμφω ταῦτα ἀδύνατον ἦν αὐτοῖς, ὥσπερ φυτοῖς,
16. τὸν ἐκ τῆς γῆς εἰσβάλλειν χυμόν. ἐδεήθη τοιγαροῦν κατὰ
17. τὴν οἰκείαν ἕκαστον φύσιν ἢ βοτάναις, ἢ σπέρμασιν, ἢ
18. ἀκροδρύοις, ἢ ζώων ἑτέρων τρέφεσθαι σαρξὶ, καὶ ταῦτα
1. κατ’ ἐκεῖνον προσφέρεσθαι τὸν καιρὸν, καθ’ ὃν ἂν ἡ γαστὴρ
2. αἴσθηται τῆς ἐνδείας. ἀλλ’ οὐδὲν τῶν τοῦ ζώου μορίων
3. ἐξ ἑαυτοῦ κέκτηται σύμφυτον αἴσθησιν, ὡς καὶ τοῦτ’
4. ἐν ἄλλοις ἀποδέδεικται. ἐπιῤῥεῖν οὖν τῇ γαστρὶ τὴν τοιαύτην
5. δύναμιν ἑτέρωθεν ἐχρῆν, οἷον δι’ ὀχετῶν τινων ἀπὸ τῆς
6. αἰσθητικῆς ἀρχῆς. καὶ τούτου χάριν εἰς αὐτὴν ζεῦγος οὐ
7. σμικρῶν νεύρων ἄνωθεν καταφέρεται, καὶ διασπείρεταί τε
8. καὶ διαπλέκει μάλιστα μὲν τὸ στόμα καὶ τὰ τούτῳ συνεχῆ,
9. καὶ τοῖς ἄλλοις δὲ ἤδη τοῖς μέχρι τοῦ πυθμένος αὐτῆς ἐπεκτείνεται
10. μέρεσιν. ἐτέθη δὲ ἡ γαστὴρ οὐκ ἐφεξῆς τῷ στόματι,
11. καίτοι τούτου δεομένη πρός γε τὴν τῆς τροφῆς χορηγίαν,
12. ἀλλὰ τὸν καλούμενον θώρακα καὶ τὰ κατ’ αὐτὸν
13. σπλάγχνα προὔταξεν ἡ φύσις, ἴν’ ἡ μὲν ἐν τοῖς κάτω μέρεσι
14. τὰς ἐκροὰς ἔχῃ τῶν περιττωμάτων, ὁ δὲ διὰ τοῦ στόματος
15. ἕλκων τε καὶ αὖθις ἐκπέμπων τὸν ἀέρα φωνῆς καὶ
16. ἀναπνοῆς γίνηται δημιουργός. ἀλλὰ περὶ μὲν θώρακός
17. τε καὶ τῶν κατ’ αὐτὸν σπλάγχνων ἐπιπλέον ἐν τοῖς μετὰ
18. ταῦτα λεχθήσεται, περὶ δὲ τῆς γαστρὸς αὖθις ἐπάνειμι.
1. οὐ γὰρ, ὅτι κατωτέρω τοῦ θώρακος ἡ φύσις αὐτὴν κατέθετο,
2. διὰ τοῦτο χρὴ μόνον ἐπαινεῖν, ἀλλ’ ἔτι τούτου μᾶλλον, ὅτι
3. μὴ μέσην ἀκριβῶς τῶν ἀριστερῶν καὶ τῶν δεξιῶν τοῦ ζώου
4. μερῶν, ἀλλ’ ἐν τοῖς ἀριστεροῖς μᾶλλον. ἐπειδὴ γὰρ αὐτῇ
5. περιθήσειν ἔμελλε δύο σπλάγχνα, μήτε τοῖς μεγέθεσιν ἴσα,
6. μήτε τοῖς ἀξιώμασιν ὁμότιμα, διὰ τοῦτο τῷ μείζονι καὶ κυριωτέρῳ
7. μείζονά τε ἅμα καὶ ἐντιμοτέραν ἀπενείματο χώραν,
8. καὶ τοῦτο μὲν εἰς τὰ δεξιὰ φέρουσα κατέθετο, θάτερον
9. δὲ, τὸ οἷον ἐκμαγεῖον αὐτοῦ, τοῖς ἀριστεροῖς τῆς γαστρὸς
10. παρέτεινε μέρεσιν. ἐπεὶ δὲ τὸ μὲν ἧπαρ ἀνωτέρω τὴν θέσιν
11. εἶχεν, ὡς ψαύειν τῶν φρενῶν, ὁ δὲ σπλὴν κατωτέρω δι’ ἣν
12. ὀλίγῳ πρόσθεν ἐλέγομεν αἰτίαν, εὐλόγως εἰς τὰ δεξιὰ τὸν
13. πυθμένα τῆς κοιλίας ἐξέτεινεν, ἀργὸς γὰρ ἂν ὁ τόπος οὗτος
14. ἦν καὶ τελέως κενὸς, ὡς ἂν μηκέτ’ εἰς αὐτὸν ἐξικνουμένου
15. τοῦ ἥπατος. αὕτη μὲν ἡ πρόνοια τῆς θέσεως τῶν τριῶν ὀργάνων,
16. ἥπατός τε καὶ σπληνὸς καὶ γαστρός· ἡ δὲ τοῦ
17. σχήματος καὶ τῆς διαπλάσεως ἁπάσης, καὶ προσέτι τῆς πλοκῆς
1. καὶ τῆς πρὸς τὰ παρακείμενα συμφύσεως ᾧδ’ ἔχει. ἡ μὲν
2. γὰρ γαστὴρ, ὡς ἂν ὑποδοχῆς σιτίων ἕνεκα γεγενημένη καὶ
3. μέλλουσα τὸν μεταξὺ τόπον ἅπαντα καθέξειν ἥπατος καὶ
4. σπληνὸς, εὐλόγως ἅμα μὲν περιφερὴς, ἅμα δὲ προμήκης
5. ἐγένετο· περιφερὴς μὲν, ὅτι δυσπαθέστατον τοῦτο τῶν σχημάτων
6. καὶ μέγιστον, ἁπάντων γὰρ τῶν ἴσην ἐχόντων τὴν
7. περίμετρον σχημάτων, τῶν μὲν ἐπιπέδων ὁ κύκλος, τῶν δὲ
8. στερεῶν ἡ σφαῖρα μέγιστα τετύχηκεν ὄντα· προμήκης δὲ,
9. διότι κάτω μὲν ἡ εἰς τὰ ἔντερα ἔκφυσις, ἄνω δὲ ἡ ἐπὶ τὸν
10. οἰσοφάγον αὐτὴ προέρχεται, καθ’ ἃ δὲ περιβέβηκε τοῖς σπονδύλοις,
11. ἐντετύπωταί τε καὶ διέφθαρται, καὶ κατὰ τοῦτ’ αὐτῆς
12. ἡ κυρτότης. ἔστι δὲ ἐπὶ μὲν ἀνθρώπων εὐρύτερος ὁ
13. πυθμὴν τῶν κατὰ τὸ στόμα διὰ τὸ καταῤῥέπειν, ὀρθοῦ
14. μόνου τούτου τοῦ ζώου γεγονότος· ἐπὶ δὲ τῶν ἄλλων
15. εἰς τὰ πρόσω κατὰ τὸ ὑποχόνδριον ἡ ῥοπὴ τῆς γαστρὸς,
16. ἐκείνοις γὰρ τοῦτο κάτω. καί σοι δῆλον ἤδη τὸ σύμπαν
17. αὐτῆς σχῆμα. σφαῖραν γὰρ ἀκριβῆ νοήσας, αὖθις αὐτὴν
1. εὐρυτέραν ἐπινόησον κάτωθεν, εἶτ’ ἔργασαι διττὰς
2. ἀποφύσεις, εὐρυτέραν μὲν τὴν κατὰ τὸν οἰσοφάγον, στενοτέραν
3. δὲ τὴν κάτω. εἶτ’ ἐπὶ τούτοις ἔτι θλίψας αὐτὴν, καὶ
4. σιμώσας τὴν ὄπισθεν κυρτότητα, τὸ σύμπαν σχῆμα μεμαθηκὼς
5. ἔσῃ τῆς γαστρός. ἀλλὰ τὰ μὲν ἄλλα δῆλα. διὰ τίνα
6. δὲ αἰτίαν ὑπεναντίως ἔχει τὰ μέρη ταῖς ἀποφύσεσιν, ἄνωθεν
7. μὲν, ἐν οἷς ἐστιν αὐτὴ ἡ στενότης, τοῦ στομάχου γενηθέντος
8. εὐρυτέρου, κάτωθεν δὲ, ἐν οἷς ἐστιν ἡ εὐρύτης, τῆς εἰς
9. τὸ ἔντερον ἐκφύσεως στενοτέρας ἀποτελεσθείσης; ἢ ὅτι πρῶτον
10. μὲν ἀτρίπτους καὶ σκληροὺς ὄγκους καὶ μεγάλους
11. ἐνίοτε καταπίνει τὰ ζῶα, καὶ χρὴ πρὸς τὴν τούτων δίοδον
12. εὐρεῖαν ὁδὸν τετμῆσθαι τὴν διὰ τοῦ στομάχου, κάτωθεν
13. δ’ ἔμπαλιν οὐδὲν χρὴ παριέναι μέγα καὶ σκληρὸν καὶ
14. ἀχύλωτον καὶ ἄπεπτον, ἀλλ’ οἷον πυλωρός τις δίκαιος ἡ
15. στενότης ἐστὶ τούτου τοῦ πόρου, μηδενὶ, πρὶν χυλωθῆναί τε
16. καὶ πεφθῆναι, συγχωροῦσα παρέρχεσθαι ῥᾳδίως κάτω; καὶ
17. πολλοῖς γε τῶν ζώων οἷον ἀδενώδης τις φύσις ἐνταῦθα
1. πρόσκειται συνεπαύξουσα τὴν στενοχωρίαν, καὶ μάλισθ’ ὅταν
2. ἡ γαστὴρ τῇ καθεκτικῇ δυνάμει χρωμένη, συναγαγοῦσα πανταχόθεν
3. ἑαυτὴν καὶ συσπειράσασα καὶ περισταλεῖσα τοῖς
4. ἐνυπάρχουσι, περὶ τὴν πέψιν αὐτῶν καταγίνηται. τηνικαῦτα
5. γὰρ ἑκάτερον τῶν στομάχων εἰς ἐλάχιστον συνῆκται καὶ
6. μέμυκεν, ὥσπερ αὖ πάλιν, ὅταν τῇ προωστικῇ καλουμένῃ
7. δυνάμει χρωμένη τὰ μὲν ἄλλα πάντα στενώσῃ καὶ συναγάγῃ
8. καὶ σφίγξῃ, τὸν πόρον δ’ ἀναπετάσῃ, δι’ οὗ χρὴ κενωθῆναι
9. τὰ προωθούμενα. ταῦτά τε οὖν αὐτῆς τὰ ἔργα,
10. δι’ ἑτέρων ἡμῖν ἀποδεδειγμένα γραμμάτων, τῇ κατασκευῇ
11. θαυμαστῶς ὁμολογεῖν φαίνεται, καὶ πρὸς τούτοις ἔτι τὸ
12. κατὰ βραχὺ μὲν ἀπὸ τῆς τοῦ στομάχου καταφύσεως ἀνευρύνεσθαι,
13. σαφῶς αὐτοῦ τοῦ φαινομένου διδάσκοντος, μέρος
14. τι πρόμηκες ἀποτεταμένον αὐτῆς ὑπάρχειν τὸν οἰσοφάγον,
15. οὐ κατὰ βραχὺ δὲ, ἀλλ’ ἀθρόως ἐκ τοῦ πυθμένος ἐκφύεσθαι
16. τὸ ἔντερον, ὡς ἂν οὐκ αὐτοῦ τοῦ σώματος τῆς κοιλίας μόριον
17. ὑπάρχον, ἀλλ’ ἕτερόν τι συμφυὲς αὐτῇ.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.7, ed. Kühn, 1822, vol. 3, p. 275-281. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩