Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 4.8, ed. Kühn, 1822, vol. 3, p. 282-285. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.8

1. Καὶ μέν γε καὶ ἡ τῶν χιτώνων φύσις τῇ
2. μὲν γαστρὶ καὶ τῷ στομάχῳ παραπλήσιος, ἀνόμοιος δὲ τοῖς
3. ἐντέροις. ὁ μὲν γὰρ ἔνδοθεν χιτὼν ὑμενωδέστερος ὢν ἔν
4. τε τῇ γαστρὶ καὶ τῷ στομάχῳ τὰς ἶνας εὐθείας ἄνωθεν
5. κάτω φερομένας ἔχει, ὁ δ’ ἔξωθεν ὁ σαρκωδέστερος ἐγκαρσίας,
6. οἵας περ οἱ δύο χιτῶνες ἔχουσιν οἱ τῶν ἐντέρων· εὐλόγως.
7. ἕλκειν μὲν γὰρ εἰς ἑαυτὴν ἐχρῆν τὴν γαστέρα διὰ
8. τοῦ στομάχου τά τε σιτία καὶ τὰ ποτὰ, καθάπερ χερσὶ
9. ταῖς εὐθείαις ἰσὶ ταύταις ἐπισπωμένην, προωθεῖν τε ταῖς
10. ἐγκαρσίαις· τοῖς δ’ ἐντέροις (ἑλκτικῆς γὰρ οὐδὲν ἔδει δυνάμεως)
11. αἱ προωθεῖν ἐπιτήδειαι γεγόνασι μόναι. ἀλλὰ καὶ
12. συνεχής ἐστιν ὁ ἐντὸς τῆς γαστρός τε καὶ τοῦ στομάχου
13. καὶ τῶν ἐν τῷ στόματι πάντων χιτών. καὶ γὰρ καὶ τοῦτ’
14. ἄμεινον ἦν εἴς τε τὴν τῶν περιεχομένων ἐν τῷ στόματι σιτίων
15. ὁλκὴν, καὶ ὅπως ἡ γλῶττα κατασπῷτο σὺν τοῖς κατὰ
16. τὰ παρίσθμια μυσὶν, ὑφ’ ὧν τῆς τάσεως ἁπάντων
17. ἀνατεινομένου τοῦ λάρυγγος καὶ προσανατρέχοντος τῇ ἐπιγλωττίδι
18. καὶ πωμαζομένου πρὸς αὐτῆς, ἀθρόον ὑγρὸν
1. ἐμπίπτειν κωλύεται τῷ πνεύμονι. διὰ τί δὲ σκληρότερα καὶ
2. πυκνότερα τούτων τὰ ἐντὸς, ἢ τὰ τῶν ἐντέρων; ὅτι τὰ μὲν
3. ἔντερα πρὸς τὴν ἀνάδοσιν, ἡ γαστὴρ δὲ καὶ ὁ στόμαχος
4. καὶ τὸ στόμα πρὸς δυσπάθειαν παρεσκεύασται. σκληροὺς
5. γὰρ πολλάκις καὶ μεγάλους καὶ τραχεῖς ὄγκους καταπίνομεν,
6. ὑφ’ ὧν ἐθλᾶτ’ ἂν καὶ κατεξύετο τὰ μέρη, μὴ σκληρὰ καὶ
7. πυκνὰ γενόμενα. διὰ δὲ ταὐτὸ τοῦτο καὶ κατὰ βραχύ πως
8. ὁ χιτὼν οὗτος ὁ κοινὸς τοῦ στόματος καὶ τοῦ στομάχου
9. καὶ τῆς γαστρὸς μανώτερός τε καὶ μαλακώτερος γίγνεται
10. μέχρι τοῦ πυθμένος τῆς κοιλίας, ὥστ’, εἰ τὸ ταύτῃ μέρος
11. αὐτοῦ παραβάλλοις τῷ κατὰ τὸ στόμα, πολὺ μαλακώτερόν
12. σοι φανεῖται. τὸ γὰρ πρῶτον ἐντυγχάνον ὄργανον τοῖς ἐδέσμασι,
13. πρὶν ἡντιναοῦν δέξασθαι κατεργασίαν, ἁπάντων εὔλογον
14. ἦν γενέσθαι δυσπαθέστατον. διὰ δὲ τὸ αὐτὸ τοῦτο
15. καὶ φλέβες πάμπολλαι μὲν εἰς ἕκαστον τῶν ἐντέρων ἐμβάλλουσιν,
16. ὀλίγαι δ’ εἰς τὰ κάτω τῆς γαστρὸς; ὀλίγαι δ’ εἰς
17. τὰ κατὰ τὸ στόμα, καὶ παντάπασιν ἀμυδραί τινες εἰς τὸν
1. οἰσοφάγον. ὁ μὲν γὰρ ὁδὸς ἦν μόνον σιτίων, ἡ δὲ γαστὴρ
2. ὄργανον πέψεως, τὸ δ’ ἔντερον ἀναδόσεως. ἔνθα μὲν οὖν
3. ἐχρῆν μόνον πέπτεσθαι τὰ σιτία, παντελῶς ὀλίγων ἔδει φλεβῶν
4. ἀναλαμβανουσῶν, ὅσον ἂν ἤδη χρηστὸν ᾖ· τὸ δ’ ἤδη
5. πεπεμμένον ἀναδίδοσθαι ὅτι τάχιστα προσήκει· τῇ δ’ ὁδῷ
6. τῆς τροφῆς εἰς ἑαυτὴν μόνον ἔδει φλεβῶν. εὐλόγως οὖν
7. αὕτη μὲν ἥκιστα φλεβῶν μετέσχηκε, μετρίως δὲ ἡ κοιλία,
8. δαψιλῶς δὲ τὰ ἔντερα. διὰ τί δὲ περιβέβηκε τὴν γαστέρα
9. τὸ ἧπαρ; ἢ ὅπως αὕτη μὲν ὑπ’ ἐκείνου, τὰ σιτία δ’ ὑπὸ
10. ταύτης θερμαίνοιτο; δι’ αὐτὸ γὰρ τοῦτο καὶ ἀκριβῶς αὐτὴν
11. περιλαμβάνει καθάπερ δακτύλοις τισὶ τοῖς λοβοῖς·
12. οὐδ’ ἐστὶν εἷς ἀριθμὸς αὐτῶν καθ’ ἕκαστον ζῶον,
13. ὅτι μηδὲ τὸ σχῆμα μηδὲ τὸ μέγεθος ἀκριβῶς τῆς γαστρὸς
14. ἅπασι ταὐτόν. ὡς κᾀκ τῶν ἀριστερῶν μακρὸν
15. ἔχουσα παρατεταμένον τὸν σπλῆνα, καὶ ταῦτα τὰ μέρη
16. πρὸς ἐκείνου θερμαίνεται· ὄπισθεν δὲ ἡ ῥάχις τε καὶ οἱ
17. ῥαχῖται μύες καλούμενοι, ἡ μὲν οἷον πρόβλημά τι στεγανὸν,
1. οἱ δὲ ὑποστόρεσμά τι μαλθακὸν, ἅμα τῇ κατ’ αὐτοὺς πιμελῇ
2. θερμαίνουσι τὴν γαστέρα. ταῦτα μὲν οὖν σύμπαντα
3. τὰ εἰρημένα μόρια χρείας ἰδίας ἕνεκα ἕκαστον γέγονεν· εὐμήχανος
4. δ’ ἡ φύσις ὑπάρχουσα πλησίον καταθεῖσα τῆς γαστρὸς,
5. οἷον θερμάσματα αὐτὰ παρεσκεύασε.

Cliquer un n° de page pour en afficher l’image