6. Λοιπὸν δὲ τὸ πρόσω μέρος αὐτῆς οὐδὲν
7. εἶχεν ἰδίας ἕνεκα χρείας γεγονὸς ἐνταυθοῖ τεταγμένον, ᾧ
8. πρὸς τοῦτο καταχρήσεται. ὅθεν οὐκ ὤκνησεν ἐπ’ αὐτῷ τούτῳ
9. τῷ θερμαίνεσθαι τὴν γαστέρα καὶ κατὰ τὸ πρόσω γεννῆσαί
10. τέ τι σῶμα καὶ καταπετάσαι καθ’ ὅλης αὐτῆς,
11. πυκνὸν ἅμα καὶ κοῦφον καὶ θερμόν· πυκνὸν μὲν, ἵν’
12. ἔνδον ἀποστέγῃ τὴν σύμφυτον θερμασίαν, κοῦφον δ’, ἵν’
13. ἀλύπως καὶ ἀθλίπτως θερμαίνῃ, θερμὸν δὲ, (τοῦτο μὲν
14. οὐδὲ λόγου δεῖται,) διότι τοιοῦτον ἐχρῆν εἶναι τὸ τοῦ θερμαίνειν
15. ἕνεκα γεγενημένον. ἀλλ’ εἰ μὲν κοῦφόν τε ἅμα καὶ
16. πυκνὸν, ὑμενῶδες ἐχρῆν ὑπάρχειν αὐτό· (τί γὰρ ἂν τοῦ
17. τοιούτου σώματος ἐν ζώῳ κουφότερον ἄλλο καὶ πυκνότερον
1. εὑρεθείη μόριον;) εἰ δὲ θερμὸν, ἀγγεῖά τ’ ἔχειν πάμπολλα,
2. φλέβας καὶ ἀρτηρίας, καί τινα πιμελὴν δαψιλῆ περικεχυμένην,
3. ἥ γ’ ὅτι θερμὸν χρῆμά ἐστι, γνωρίζει μὲν
4. καὶ ἡ αἴσθησις τῶν χρωμένων αὐτῇ καθάπερ ἐλαίῳ, τεκμηριοῖ
5. δ’ οὐχ ἥκιστα καὶ τὸ ῥᾳδίως εἰς φλόγα μεταβάλλειν,
6. ὡς ἂν ἐγγυτάτω τῆς φύσεως ὑπάρχουσαν αὐτήν. ψυχρὸν μὲν
7. οὐδὲν ἑτοίμως καίεται. καί σοι γέγονε φανερὸν ἤδη τῷ
8. λόγῳ τὸ καλούμενον ἐπίπλοον, ἐκ δυοῖν μὲν χιτώνων πυκνῶν
9. καὶ λεπτῶν ἀλλήλοις ἐπικειμένων, παμπόλλων δ’
10. ἀρτηριῶν καὶ φλεβῶν καί πιμελῆς οὐκ ὀλίγης συνεστηκός.
11. ὅτι δὲ τοῦ θερμαίνειν ἕνεκα γέγονεν, ἐναργῶς ἐστι μαθεῖν,
12. ἐφ’ ὧν τρωθέντων κατ’ ἐπιγάστριον ἐκπεσὸν διὰ τοῦ
13. τραύματος, ἔπειτα πελιδνὸν γενόμενον, εἰς ἀνάγκην ἀφαιρέσεως
14. τοῦ βεβλαμμένου μέρους κατέστησε τοὺς ἰατρούς.
15. ἅπαντες γὰρ οὗτοι ψυχροτέρας αἰσθάνονται τῆς γαστρὸς,
16. καὶ ἧττον πέπτουσι, καὶ πλεόνων τῶν ἔξωθεν ἐπιβλημάτων
17. δέονται, καὶ μάλισθ’ ὅταν ἀξιόλογον ᾖ τῷ μεγέθει τὸ
1. ἀποτμηθὲν, ὥσπερ δὴ καὶ ἡμεῖς ὀλίγου δεῖν ὅλον
2. ἀπεκόψαμεν αὐτὸ, μονομάχου τινὸς οὕτω τρωθέντος. ὁ δ’
3. ἄνθρωπος ὑγιὴς μὲν ἐγένετο διὰ ταχέως, ἀλλ’ εἰς τοσοῦτον
4. ἦν εὐπαθὴς καὶ ῥᾳδίως ὑπὸ τῆς ἔξωθεν ἐβλάπτετο ψύξεως,
5. ὥστ’ οὐχ ὑπέμεινεν ἀσκέπαστον ἔχειν τὴν κοιλίαν, ἀλλ’
6. ἐρίοις διὰ παντὸς καθείλικτο, λεπτότερος δ’ ἦν ἐξ ἀρχῆς
7. τά τε ἄλλα καὶ τὰ κατὰ τὴν γαστέρα, καί μοι δοκεῖ διὰ
8. τοῦτο ταχέως κατεψύχετο. διὰ τί δ’ ἀνθρώπῳ τοῦτο τὸ
9. μόριον ἕως πλείστου παρήκει, κατὰ πάντων ἐκτεταμένον
10. τῶν ἐντέρων; ἢ ὅτι καὶ αἱ πέψεις ἀσθενέσταται τούτων,
11. καὶ τὸ δέρμα μαλακώτατον, καὶ ψιλὸν τριχῶν, καὶ παντοίως
12. εὐπαθές; οὐ μὴν οὐδὲ τοῖς ἄλλοις ζώοις κατὰ τῆς
13. γαστρὸς ἐπίκειται μόνης, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δ’
14. ἧττον ἐκτέταται κατὰ τῶν ἐντέρων, ὡς ἂν καὶ φύσεως ἕκαστον
15. αὐτῶν ἔχῃ. εἴρηται σχεδὸν ἅπαντα τὰ περὶ τῆς γαστρὸς
16. ἤδη μοι, εἰ δύο ταῦτ’ ἔτι προστεθείη, τίνες οἱ δεσμοὶ
17. πρὸς τὴν ῥάχιν αὐτῇ, καὶ πόθεν ἡ γένεσις τῷ ἐπιπλόῳ.
18. καὶ γὰρ δὴ καὶ ταύτην ἐχρῆν ἐστηρίχθαι, κᾀκεῖνο μὴ ὅθεν
1. ἔτυχε ποιήσασθαι τὴν ἀρχὴν τῆς γενέσεως. εἰς ἄμφω δὴ
2. ταῦτα τῷ περιτοναίῳ θαυμαστῶς ἡ φύσις φαίνεται χρωμένη.
3. πρότερον δ’ εἰπεῖν ἀναγκαῖον, ὁποίῳ τινὶ τὴν οὐσίαν ὄντι
4. τῷ περιτοναίῳ τούτῳ καὶ τίνα τὴν χρείαν τοῖς ζώοις παρέχοντι
5. δεόντως ἡ φύσις εἰς τὰ προειρημένα συνεχρήσατο.
6. τὴν μὲν δὴ τοῦ σώματος οὐσίαν ὑμήν ἐστι τὸ περιτόναιον,
7. χρεῖαι δ’ αὐτοῦ πλείους τοῖς ζώοις· μία μὲν ὡς σκεπάσματος
8. ἁπάντων τῶν ὑποκειμένων μορίων κατά τε τὴν γαστέρα καὶ τὰ
9. ἔντερα καὶ τὰ κάτω τῶν φρενῶν σπλάγχνα· δευτέρα δὲ ὡς
10. διαφράγματος αὐτῶν τούτων πρὸς τοὺς ἔξωθεν ἐπικειμένους
11. μῦς· τρίτη δ’ ὡς πρὸς τὸ θᾶττον ὑπιέναι τὰ περιττώματα
12. τῆς ξηρᾶς τροφῆς· καὶ τετάρτη πρὸς τὸ μὴ ῥᾳδίως
13. πνευματοῦσθαι τά τ’ ἔντερα καὶ τὴν γαστέρα· καὶ πέμπτη
14. πρὸς τὸ πάντα τὰ κάτω φρενῶν συνδεῖσθαί τε ὑπ’ αὐτοῦ
15. καὶ ὡς ὑπὸ δέρματός τινος ἕκαστον ἰδίᾳ ἐσκεπάσθαι. ἡ μὲν
16. δὴ πρώτη χρεία μικρὰ, δυναμένων γε δὴ φρουρεῖσθαι καλῶς
17. τῶν ἐντὸς τοῦ περιτοναίου καὶ πρὸς τῶν ἔξωθεν
1. ἐπικειμένων αὐτοῖς σωμάτων· οἵ τε γὰρ μύες οἱ ταύτῃ μεγάλοι,
2. καὶ ἡ κατ’ αὐτοὺς πιμελὴ δαψιλὴς, καὶ τὸ δέρμα
3. παχύ. αἱ δὲ λοιπαὶ χρεῖαι πᾶσαι μὲν ἀξιόλογοι, τινὲς
4. δ’ ἐξ αὐτῶν καὶ πάνυ μεγάλαι, καὶ εἰς μέγα διαφέρουσαι τοῖς
5. ζώοις. ἡ μὲν οὖν ὡς διαφράγματος αὐτοῦ χρεία τοιάδε.
6. πολλῶν καὶ μεγάλων μυῶν κατὰ τὸ ἐπιγάστριον τεταγμένων
7. ἕνεκεν ἐκφυσήσεως καὶ φωνῆς καὶ ἀποπατήσεως καὶ
8. οὐρήσεως, ὡς ἑτέρωθι δέδεικται καὶ ἐν τοῖς ἐφεξῆς εἰρήσεται,
9. παρενέπιπτεν ἂν εἰς τὰς μεταξὺ χώρας αὐτῶν ἐνίοτε
10. τῶν λεπτῶν ἐντέρων ἔνια καὶ θλίβοντά τε καὶ θλιβόμενα,
11. καὶ στενοχωροῦντα καὶ στενοχωρούμενα, καὶ ὀδυνῶντα
12. καὶ ὀδυνώμενα ταῖς τε κινήσεσιν ἐμποδὼν ἵστατο καὶ
13. αὐτὰ δυσχερέστατον ἂν προὔπεμψε κάτω τὰ περιττώματα.
14. μαθεῖν δ’ ἔστιν ἐκ τῶν τρωθέντων μὲν τὸ περιτόναιον, οὐ
15. καλῶς δὲ θεραπευθέντων, ὡς ἅπαντες ἐνέχονται τοῖς εἰρημένοις
16. παθήμασιν. ἀλλὰ νῦν γε περικειμένου τοῦ περιτοναίου, τά τε
17. τῶν κινήσεων ἀπαρεμπόδιστα, καὶ τὰ τῆς θέσεως ἑκατέροις
18. ἄθλιπτα τοῖς ἐκτὸς ἐπικειμένοις μυσὶ καὶ τοῖς ἐντὸς ἅπασιν.
1. οὐκ ἐντέροις μόνον, ἀλλὰ καὶ τοῖς σπλάγχνοις. ἄλλη δὲ
2. χρεία τοῦ περιτοναίου τούτου σκεπάσματος. ἀκριβῶς γὰρ
3. ἅπασι τοῖς ἐντὸς περιτεταμένον, ὅθεν περ καὶ τοὔνομα
4. αὐτῷ, καὶ τοῖς ἄνω πέρασι τοῖς κατὰ τὸ στέρνον, καὶ ταῖς
5. νόθαις πλευραῖς εἰς ταὐτὸν ἧκον ταῖς φρεσὶ λοξαῖς ὑποτεταμέναις,
6. ἐπιβοηθεῖ τι τῇ περισταλτικῇ κινήσει τῆς γαστρὸς
7. καὶ τῶν ἐντέρων, καθ’ ἣν ὑπιέναι τὰ περιττώματα
8. τῆς τροφῆς ἐλέγομεν. οἷον γὰρ ὑπὸ δυοῖν τινων χειρῶν,
9. τοῦ τε περιτοναίου καὶ τῶν φρενῶν, ἄνω μὲν ἡνωμένων,
10. κάτω δὲ διεστηκότων, σφιγγόμενα τὰ μεταξὺ θλίβει τε καὶ
11. ὠθεῖ τὰ τῆς τροφῆς περιττώματα κάτω· ὡς, εἴπερ ἐκ μὲν
12. τῶν κάτω μερῶν τὸ περιτόναιον ἥνωτο πρός τι παραπλήσιον
13. ἕτερον ταῖς φρεσὶ, διΐστατο δ’ ἄνω, τὴν περισταλτικὴν
14. ἂν οὕτω κίνησιν, ὑπὸ τῶν ἐγκαρσίων ἐκείνων ἰνῶν ὧν
15. ἔμπροσθεν εἶπον ἐπιτελουμένην, οὐδὲν μᾶλλον ἂν εἰς τὰ κάτω
16. τὴν τροφὴν ὠθεῖν ἢ εἰς τὰ ἄνω συνέβαινεν. οὐ σμικρὸν οὖν
17. οὐδὲ τοῦτ’ ἔργον τοῦ περιτοναίου χιτῶνος, ἢ ὑμένος, ἢ σκεπάσματος,
1. ἢ ὅ τι καὶ βούλεταί τις ὀνομάζειν αὐτὸ τῶν κατατριβόντων
2. τὸν βίον ὅλον εἰς τὴν περὶ τῶν ὀνομάτων ἔριν. οἱ
3. μὲν γὰρ τὰ σύνθετα μόνα καλύμματα χιτῶνας ὀνομάζειν
4. ἀξιοῦσιν, οἱ δὲ τὰ παχέα· τινὲς δ’, εἰ μὴ σύνθετά τε ἅμα
5. καὶ παχέα τὴν φύσιν ὑπάρχει, τῆς προσηγορίας οὐδέπω
6. μεταδιδόασιν. ὡσαύτως δὲ καὶ περὶ τῶν ὑμένων ἐρίζουσι.
7. τοῖς μὲν γὰρ ἡ ἁπλότης ἀρκεῖ, τοῖς δ’ ἡ λεπτότης, τοῖς δ’
8. ἀμφοῖν δεῖσθαι δοκοῦσιν, ἵν’ οὕτως ὀνομάζωνται, καὶ εἰ
9. μὴ λεπτόν τε ἅμα καὶ ἁπλοῦν εἴη τὸ σκέπασμα, τοῦτ’
10. οὐδέπω καλεῖν ἀξιοῦσιν ὑμένα. ἀλλ’ οἵ γε παλαιοὶ καὶ
11. χιτῶνας καὶ ὑμένας καὶ μήνιγγάς γε πρὸς τούτοις ἅπαντα
12. τὰ τοιαῦτα καλοῦσιν, οἷς καὶ ἡμεῖς ἑπόμενοι, τῆς μὲν
13. ἐν τοῖς ὀνόμασι τερθρείας ἀποστησόμεθα, τοῦ προκειμένου
14. δ’ ἑξόμεθα. τετάρτη δὲ χρεία τοῦ περιτοναίου τούτου σκεπάσματος,
15. ἀκριβῶς περιτεταμένου καὶ σφίγγοντος ἅπαντα,
16. πρὸς τὸ μηδ’ ἐμπνευματώσεσιν ἁλίσκεσθαι ῥᾳδίως τὰ κατὰ
17. τὴν γάστερα. χρήσιμος μὲν γὰρ εἰς τοῦτο αὐτοῖς καὶ ἡ
18. οἰκεία δύναμις, ᾗ χρώμενα, καθάπερ δέδεικται δι’ ἑτέρων, ἀεὶ
1. τοῖς ἐντὸς ἑαυτῶν περιστέλλεται καὶ σφίγγει πανταχόθεν αὐτά.
2. οὐ σμικρὰ δ’ οὐδ’ ἡ τοῦ περιτοναίου βοήθεια, καὶ ἡνίκα ἄν γε
3. ἀῤῥωστότερα ταῦτα καὶ ἀδυνατώτερα γένηται περιστέλλεσθαι
4. ῥᾳδίως ἐπὶ τοῖς τυχοῦσιν ἐδέσμασιν, ἀτμώδους τε καὶ φυσώδους
5. πνεύματος ὑποπίμπλαται τὰ κατὰ τὴν γαστέρα, καὶ δῆλον
6. ὡς ἀπεπτεῖσθαί τε τὴν τροφὴν ἀναγκαῖον ἐν τούτῳ, καὶ
7. βραδύνειν τὴν ἀνάδοσιν. ἐῤῥωμένων δὲ συμπάντων, καὶ
8. περιστελλομένων τῆς τε γαστρὸς καὶ τῶν ἐντέρων καὶ τοῦ
9. περιτοναίου, καὶ εἰ πάνυ πνευματώδη τὰ ἐδηδεσμένα τύχῃ,
10. καὶ πέπτεται, καὶ ἀναδίδοται ῥᾳδίως. τὸ μὲν γάρ τι τῆς
11. φύσης αἱ ἐρυγαὶ κενοῦσι, τὸ δέ τι κάτω διεξέρχεται,
12. ὅσον δ’ ἀτμῶδες ἅμα καὶ χρηστὸν, εἰς τὰς φλέβας ἀναλαμβάνεται.
13. καὶ πρὸς ταῦτ’ οὖν ἅπαντα χρήσιμόν ἐστι τὸ περιτόναιον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 4.9, ed. Kühn, 1822, vol. 3, p. 285-292. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩