ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Ε.
1. Σκοπεῖν δὲ χρὴ τοὐντεῦθεν, εἰς τίνα ποτὲ
2. χώραν ἄμεινεν ἦν τῇ φύσει καταγαγεῖν τὴν ἐξ ἥπατος φλέβα
3. τὴν μεγάλην, τὴν τὰς ἐκ τοῦ μεσαραίου πάσας ἐκδεχομένην·
4. ἐχρῆν γὰρ δήπου τὴν αὐτὴν ταύτην φλέβα καὶ τὰς ἐκ τῆς
5. γαστρός τε καὶ τοῦ σπληνὸς ὑποδέξασθαι. τὰ δ’ αὐτὰ καὶ
6. περὶ τῆς ἀρτηρίας, ἣν ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης ἀποβλαστάνειν
7. ἔφαμεν, εἰρῆσθαι νόμιζε. καὶ μέν γε καὶ τῆς
8. κύστεως τῆς ἐπὶ τῷ ἥπατι τοὺς ἀποφυομένους πόρους,
1. οἷς ἔμελλεν ἐκκενώσεσθαι τὴν χολὴν, ἐχρῆν, οἶμαι, καὶ αὐτοὺς
2. ἐλθεῖν, οὐκ εἰς ὃν ἔτυχε τόπον τῆς γαστρὸς ἢ τῶν
3. ἐντέρων, ἀλλ’ εἰς ὃν αὐτοῖς γε ἦν ἀσφαλὲς εἶναι, κᾀκείνοις
4. ἄλυπον ὑποδέχεσθαι τοιοῦτον περίττωμα. σκοπεῖσθαι δὴ
5. πάρεστιν, εἴ τινα βελτίω τόπον ἕτερον ἔχομεν εἰπεῖν, ὃν ἡ
6. φύσις παριδοῦσα πρὸς τὸ χεῖρόν τε καὶ σφαλερώτερον
7. ἕκαστον τῶν εἰρημένων ἤγαγεν.