7. Περὶ δὲ τῶν τῆς τροφῆς ὀργάνων χρὴ
8. διελθεῖν ἐν τῷδε, καὶ δεῖξαι τὴν ἐν αὐτοῖς δικαιοσύνην τῆς
9. φύσεως. ἐπεὶ γὰρ οὔτ’ αἰσθητήριον τούτων οὐδέν ἐστιν,
10. οὔτε κινήσεως ὄργανον, ἐχρῆν δήπου σμικρὰ πᾶσιν αὐτοῖς
11. δοθῆναι τὰ νεῦρα κατὰ μόνην ἔτι τὴν τρίτην χρείαν, ἵν’
12. ἦν διαγνωστικὰ τῶν λυπησόντων. εἰ γὰρ μηδὲ τοῦθ’ ὑπῆρχεν
13. αὐτοῖς, ἀλλ’ ἦν ἀναίσθητα τῶν ἐν αὑτοῖς παθημάτων,
14. οὐδὲν ἂν ἐκώλυεν ἐλαχίστῳ χρόνῳ διαφθείρεσθαι τὰ ζῶα.
15. νῦν μὲν γὰρ δήξεώς τινος ἐν τοῖς ἐντέροις αἰσθανόμενοι παραχρῆμα
16. τὸ λυποῦν ἀποτρίψασθαι σπεύδομεν. εἰ δ’ ἦν ἀναίσθητα
17. τελέως, ἡλκώθη τε ἂν, οἶμαι, ῥᾳδίως καὶ διεβρώθη πάντα
18. καὶ διεσάπη πρὸς τῶν ὁσημέραι συῤῥεόντων εἰς αὐτὰ
1. περιττωμάτων, ὅπου καὶ νῦν, οὕτως αἰσθητικὰ γενόμενα
2. καὶ μηδὲ τὸν ἐλάχιστον χρόνον ἐπιτρέποντα τοῖς δριμέσι καὶ
3. δακνώδεσι περιττώμασιν ἔνδον ὑπομένειν, ὅμως ἑλκοῦται
4. καὶ ξύεται καὶ διαβιβρώσκεται καὶ διασήπεται κατὰ τὴν
5. πάροδον αὐτὴν μόνον ἀκράτου χολῆς, ἢ ξανθῆς ἢ μελαίνης.
6. ὅθεν καί πού φησιν Ἱπποκράτης, ὅτι δυσεντερίη, ἢν
7. ἀπὸ μελαίνης χολῆς ἄρξηται, θανάσιμον. εἰ δ’ ἄρχεταί τις
8. ἀπὸ μελαίνης χολῆς δυσεντερία, τοσαύτην αἴσθησιν ἐχόντων
9. τῶν ἐντέρων, ὡς παραχρῆμα τὸ λυποῦν ἀπωθεῖσθαι, τάχ’
10. ἂν ἴσως τις ἡμᾶς ἔροιτο· πρὸς ὃν ἀποκρίνασθαι δίκαιον.
11. ὅτι μὲν οὖν ἄρχεται, σαφῶς φαίνεται· τὴν δ’ αἰτίαν εἰ
12. βούλει τοῦ γινομένου μαθεῖν, ἀναμνήσθητί μοι τῶν ἑλίκων,
13. ἃς ὑπὲρ τοῦ μὴ ταχὺ ἐξέρχεσθαι τῶν ἐντέρων τὴν τροφὴν
14. ἐδείξαμεν γεγονέναι. κατὰ γὰρ τὰς τούτων ἐπιστροφάς τε
15. καὶ καμπὰς ἰσχόμενον ἐνίοτε τὸ δριμὺ περίττωμα πρῶτον
16. μὲν ξύει τὸ ἔντερον, ἔπειτα δὲ καὶ διαβιβρώσκει. ὁπότε καὶ
17. νῦν οὐχ ἱκανὴ γέγονεν αὐτοῖς εὐαισθησία πρὸς τὸ μηδὲν
18. πάσχειν, ἀλλ’ ἑλκοῦται πολλάκις ἐπὶ δριμύτητι διαβρωθέντα
1. περιττωμάτων, ἢ πλήθεσιν ἀμέτροις οἷον κατακλυσμῷ
2. τινι βιασθέντα, τί ἂν οἰόμεθα παθεῖν αὐτὰ δυσαίσθητα
3. γενόμενα; διὰ ταύτην μὲν δὴ τὴν αἰτίαν ἓν εἰς
4. ἑκάστην τῶν ἑλίκων διασπείρεται νεῦρον, ὥσπερ ἀρτηρία
5. καὶ φλέψ. εἰς μέντοι τὸ ἧπαρ, οὕτω μέγα τε καὶ κύριον
6. σπλάγχνον, ἐλάχιστον ἐνέφυ νεῦρον, ὡς ἂν μήτε κινούμενον,
7. ὥσπερ οἱ μύες, μήτ’ αἰσθήσεως περιττοτέρας δεόμενον,
8. ὥσπερ τὰ ἔντερα. ταῦτα μὲν γὰρ ἡ τῶν περιττωμάτων
9. δίοδος ἐνοχλεῖ· τὸ δὲ ἧπαρ ὑπὸ τῶν τεττάρων ὀργάνων ἐκκαθαίρεται,
10. δυοῖν μὲν νεφροῖν, τρίτου δὲ σπληνὸς, τετάρτου
11. δὲ τῆς ἐπικειμένης αὐτῷ κύστεως. ὥστ’, ἐπειδὴ μηδὲν
12. ἔμελλε μένειν ἐν αὐτῷ ὑγρὸν κακόηθές τε καὶ δριμὺ,
13. περιττοτέρας αἰσθήσεως οὐκ ἐδεῖτο. καὶ ταῦτα δ’ αὐτὰ τὰ
14. τέτταρα μόρια τὰ καθαίροντα τὸ ἧπαρ, ὅτι μηδὲν ἔμελλεν
15. ὑπὸ τῶν οἰκείων βεβλάψεσθαι περιττωμάτων, οὐκ ἐδεήθη
16. πλείονος αἰσθήσεως· οὐδὲ γὰρ ἂν ἕλκειν ἠδύνατο τὰ τοιαῦτα
17. περιττώματα χωρὶς τοῦ κοινωνίας τινὰς αὐτοῖς εἶναι
18. κατὰ τὴν ποιότητα. καὶ γὰρ δὴ καὶ τοσούτοις ἔτεσιν
1. ἑκάστου τῶν ζώων διαρκοῦντος, ἔστιν ἰδεῖν ἐν τῇ κύστει τῇ κατὰ
2. τὸ ἧπαρ περιεχόμενόν τι τῆς ξανθῆς χολῆς, ποτὲ μὲν πλέον,
3. ποτὲ δὲ ἔλαττον. ἀλλὰ καὶ ἀποθανόντων αὐτῶν, ἀφαιροῦντες
4. τοῦ ἥπατος τὰς κύστεις ἅμα ταῖς χολαῖς ἐπὶ πλεῖστον φυλάττομεν,
5. οὐδ’ ἐν τῷ χρόνῳ πάσχοντος αὐτῶν τοῦ σώματος.
6. οὕτως ἑκάστῳ τὸ σύμφυτόν τε καὶ οἰκεῖον ἄλυπόν ἐστι τελέως.
7. τούτοις μὲν οὖν τοῖς ὀργάνοις εὐλόγως οὐκ ἔδωκεν
8. ἡ φύσις αἴσθησιν πλείονα, μὴ μέλλουσί ποτε βεβλάψεσθαι
9. πρὸς τῶν ἐν αὐτοῖς περιεχομένων περιττωμάτων. τῇ δέ γε
10. μεγάλῃ κύστει, τῇ τὸ οὖρον ἐκδεχομένῃ, καὶ βλαβερὸν ἂν
11. ἐγένετο πολλάκις, εἰ μὴ ταχέως ἐξεκρίνετο τὸ δριμύτερόν
12. τε καὶ χολωδέστερον οὖρον. οὐ γὰρ τῇ τῆς χολῆς ποιότητι
13. συγγενὴς ὑπῆρχεν ἡ τοῦ σώματος αὐτῆς οὐσία, καθάπερ τῆς
14. χοληδόχου κύστεως, ἀλλὰ τῇ τῶν οὔρων μόνον, ὧν ἕνεκα
15. πρὸς τῆς φύσεως ἐγεγένητο. καὶ διὰ τοῦτο; καλῶς μὲν ἁπάντων
16. ἐχόντων κατὰ τὸ ζῶον, οὔτ’ ἄλλο τι πλημμελεῖται
17. καθ’ ἕκαστον τῶν μορίων, οὔθ’ ἡ τῶν ὀῤῥωδῶν περιττωμάτων
18. οὐσία δριμεῖα καὶ ὀδυνηρὰ τῇ κύστει καθίσταται·
1. σφάλματος δέ τινος ἐν τοῖς πεπτικοῖς ὀργάνοις προϋπάρξαντος,
2. ὡς μηκέτι χρηστὸν γενέσθαι τὸ αἷμα, τά τ’ ἄλλα περιττώματα
3. καὶ τὸ οὖρον οὕτω δριμύ τε γίνεται καὶ μοχθηρὸν,
4. ὡς ξύειν τε καὶ διαβιβρώσκειν τὴν κύστιν. οὔκουν
5. ἀναμένει τὸ ζῶον τηνικαῦτα τὴν κατὰ φύσιν ἔτι προθεσμίαν
6. τῆς οὐρήσεως, ἀλλ’ εὐθὺς ἐκκρίνειν αὐτὸ καὶ πρὸ
7. τοῦ πληρωθῆναι τὴν κύστιν ἐπείγεται. καὶ ταῦτα ἡ φύσις
8. προορωμένη μειζόνων καὶ πλειόνων αὐτῇ νεύρων μετέδωκεν
9. εἰς αἴσθησιν ἀκριβεστέραν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 5.10, ed. Kühn, 1822, vol. 3, p. 380-384. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩